1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

52

δίνδρων σκιὰ Ὑπερκύπτουσα τοῖς ἐμοῖς λυμαίνεται. Ὁ παῖς δέ σου προσῆλθε τῷ 'μῷ χωρίῳ. Ἐπίσχες, ἢ τοῦτο δράσειν μαρτύρεται.» Οὕτως ἀπῆλθε βοῦς, ὁ παῖς, τὸ κηπίον. Ταῦθ' ἡ τυραννίς. Ἂν δὲ καὶ σοφὸς κακὸς Τύχῃ τις ὢν, τὸ πλάσμα πειθανώτερον. Ἄλλους ἀνείργει (σχῆμα προστάτου λαβὼν), Ποιεῖν κακόν τι, καὶ σκέπει δουλούμενος. Ἔπειτα θοινᾶθ', ὡς λέων ζώου τινὸς Θῆρας διώξας, οὐ φιλανθρωπεύεται, Ἀλλ' αὐτὸς αὑτῷ θήραν ὡς ῥᾴστην ἔχει. Τί κάμνεθ'; ἀπλοῦν ἐστιν, ἀρκεῖσθ' οἷς ἔχεις. Τῆς δ' οὐ μετρητῆς κτήσεως μέγας πόνος, Μάχαι, δίκαι, σοφίσμαθ', αἱ ψευδορκίαι 861 Εἰ μηδὲν ἄλλο, φροντίδες, ὥσπερ ζόφοι; Τούτοις ἀεί τι προσφέρουσ' ἀλλότριον. Οὐδ', εἰ τραπέζης ἀξίωμ' ἔχων ἴσον, Ἄπληστος ἦσθα, καὶ βαρὺς τοῖς συμπόταις, Πάντων ἀμέτρως χερσὶν ἐμφορούμενος, Ἐπῄνεσάν σε; Μή τι δὴ τῆς κτήσεως; Ὡς τό γ' ἄπληστον πανταχοῦ βδελυκτέον Σοὶ δ' οὐχὶ φαίνετ' ἐγκεχωσμένῳ φρένας. Τὸ μὲν γὰρ ἔστι, τοῦ δ' ἐρᾷς, τὸ δ' ἤλπισας· Τοῦ δ' εἰσὶν οἱ προμνήστορες καὶ μαστροποὶ, Ὥς εἰσιν ἄλλοι τῆς νόσου τῶν σωμάτων. Σέβεις δὲ χρυσόν. Ἡ δὲ σητῶν βρώματα Ἐσθὴς τέθαπται. Τῶν δὲ σιτώνων ἀεὶ 862 Πλήρης. Καπηλεύεις δὲ τὰς ἀκαιρίας. Οἱ μὲν στένουσι, τοὺς δ' ἔχουσιν ἐλπίδες. Κοῦφον γάρ ἐστιν ἐλπὶς ἡμέρας ὄναρ. Τοὺς μὲν σφραγίζεις, τοὺς δ' ἀνοίγεις εὐστόχως· Ὅπως δ' ἂν, οἶμαι, καὶ τὰ τοῦ καιροῦ ῥέῃ. Φεῦ, φεῦ, πενήτων συλλέγεις τὰς συμφορὰς, Ἀλλοτρίαν κάκωσιν ἐκκαρπούμενος, Ἄλλην ἄρουραν τὸ στενὸν ποιούμενος! Τίς ταῦτα, κἀκ τίνων σύ; καὶ θαῤῥῶν πόθεν; Ὃν ἡ παροῦσα νὺξ ἴσως ἕξει νεκρὸν, Μέσων ἀναρπάξασα τῶν ποθουμένων. Ὡς ἔστι δεινὸν, καὶ τὰ πάντα πλουσίως Ἄλλων διδόντων, σώματ', οὐσίας, Θεῷ 863 Παρ' οὗ τὰ πάντα, σὲ ζητεῖν ἔχειν δέον. Ὡς ἂν λάβῃς τί; δεινὰ θησαυρίσματα, Ὄγκον τραπέζης, καὶ στενοῦ λαιμοῦ χάριν, Εἰς ὃν τὰ πάντα συντρέχει φροντίσματα, Οἴδημα γαστρὸς, τὴν κόρου τ' ἀῤῥωστίαν (Οὗτοι γάρ εἰσιν οἱ τόκοι τῆς πλησμονῆς), Οἴκους περιττοὺς, καὶ κενοὺς τῷ πλείονι, Χρυσωρόφους τε, πλαξί τε στιλβομένους, Παῖδας γυναικῶν εἴδεσι κοσμουμένους, Σκιάσματα, ψυκτῆρας, ἐκμεθύσματα, Συνῳδίας τε καὶ κρότους ὁμοῤῥόθους, Ὑφ' ὧν τὸ κάλλος φθείρεται τῆς εἰκόνος, Λαμπρὸν φυσᾶσθαι καὶ μέγιστον ἐν πόλει Ὑψαυχενοῦντα, καὶ θρόνων αὐχεῖν κράτος, 864 Θρόνους, φθόνου πάλαισμα καὶ τυραννίδος. Ἄλλος γὰρ ἄλλον οὐκ ἐᾷ φρονεῖν μέγα, Ὑπερφέρων τε καὶ πλέον γαυρούμενος, Ὥσπερ δράκοντος ἐπιῤῥέουσαι φωλίδες. Εἶεν· τί λοιπὸν ἔστι σοι τῶν τιμίων, Θρύψις γυναικῶν ἐν λίθοις καὶ χρυσίῳ, ∆ιαπλόκοις τε καὶ πλοκῆς ἀλλοτρίοις; ∆εσμοί τε χειρῶν καὶ ποδῶν, τερπνὸν βάρος, Ἐξ ὧν τὸ κάλλος οὐ καλῶς σπουδάζεται, Πολλοῖς ἀρέσκειν ἀῤῥένων ἀσκούμενον; Τί δ' ἄλλο; παῖδας εὐπόρους λιπεῖν ἴσως, Καὶ τῆς πατρῴας ὕβρεως ἐπιστάτας; Ἦν ἄν τι τούτων, εἰ συνήντων ἐλπίδες. Νῦν δ' οὐδὲ χοῦν τις οἶδεν, οἷ λυθήσεται, 865 Οὔθ' οἷ προβήσεθ' ἡ βλάβη τῆς κτήσεως. Σὺ μὲν πονεῖς τε μακρὰ, κἀγρυπνεῖς ἴσως, Νύκτας συνάπτων ἡμέραις ἐν φροντίσιν, Ὡς πλεῖον εἶναι τὸ στενὸν τῆς τέρψεως· Τοκογλυφεῖς τε καὶ τρέφεις τόκοις τόκους, Ἐν δακτύλοις τε τοὺς τόκους ἀεὶ φέρεις. Τάδ' οὔτε σοὶ φυλάσσετ', οὔθ' οἷς ἤλπισας· Ἀλλ' ἔστιν, ὧν πέρ ἐστι, καὶ ξένων τυχόν. Ἀσπαστὸν ἦν ἄν· νῦν δ' ἴσως καὶ δυσμενῶν, Οἵ σου κατηγοροῦσι καὶ τῶν σῶν καλῶν, Οὓς οὔποτ' ἠξίωσας οὐδὲ κλάσματος. Τούτων τυχόν τις τῶν κακῶς πεπονθότων, Ὃς ἦρδεν ἁλμυρῷ σε τῷ ποτίσματι, Οἶκόν τε τὸν σὸν, ἐν γόοις καὶ δάκρυσιν, 866 Οὗτος τραφήσετ' ἐν πόνοις ἀλλοτρίοις, Ἀλεκτρυὼν παχύς τε καὶ βλέπων ἄνω, Πόλλ' οὐκ ἐπαινῶν τῶν γε νῦν τυπουμένων· Ὃς οὐδὲ ἄρτον, εἰ τύχοι, διακλάσει Τῷ κληρονόμῳ σου τῶν κενῶν φαντασμάτων. Πρὸς ταῦτα, εἴ τι περινοεῖς, προσλάμβανε. Στρέβλου, βιάζου, μηδὲν ἐλλείπῃς κακὸν, Γῆς καὶ θαλάσσης ἐξερευνάσθω βάθη. Ξέειν', ὃ δὴ λέγουσι, καὶ νεκρῶν τρίχας, Θύειν σαγήνῃ, προσκυνεῖν τὴν δεξιὰν, Ἥ σοι τοσοῦτον χρυσίον συνήγαγεν. Ἅπαντα ποιοῦ τοῦ λαβεῖν κατώτερα, Ἐχθροὺς, φίλους τε, συγγενεῖς,