4
Κρείσσονες· ἡμερίοις δὲ γάμος καὶ δεσμὸς ὄνειαρ. Ἀμφότερον, πτόρθων τε φίλων, καρπῶν τ' ἐρατεινῶν Ῥίζα τε καὶ βιότοιο μελίφρονος ἐσθλὸν ἔρεισμα. Πρῶτα Θεὸς πάντων γενέτης. (Καὶ ἵλαθι, Χριστὲ, Σεῖο νόμοις καθαροῖσι παροίτερον ἢ τοπάροιθεν.) Τῷ δ' ἐπὶ δεσμὸς ἔρωτος, ἐπεὶ καὶ γαῖα καὶ αἰθὴρ, Καὶ πόντος τεκέεσσι, γάμου δώροισι, τέθηλεν. Εἰ δ' ἐτεὸν φοίνιξι πόθου νόμος ὑψικόμοισι, 541 Μιγνυμένους θῆλύν τε καὶ ἄρσενα εἴαρος ὥρῃ Ἐρνοκόμων παλάμῃσι βρύειν βοτρυώδεα καρπὸν, Εἰ δὲ καὶ ἐκ δυάδος λιθάκων λίθος εἰς ἒν ἰούσης Τίκτεται, ὡς ἐνέπουσι λίθων ἐπιΐστορες ἄνδρες, Ἔστι καὶ ἀψύχοισι γάμος καὶ δεσμὸς ἔρωτος. Ἀλλὰ τί μου ξείνων φιλότης μύθων τε πόθων τε; ∆έρκεο τὰ μερόπεσσι γάμος πόρσυνεν ἐχέφρων. Τίς σοφίην ἐδίδαξε φίλην, καὶ βένθε' ἀνεῦρεν, Ὅσσα χθὼν, ὅσα πόντος, ὅσ' οὐρανὸς ἐντὸς ἐέργει; Τίς πτολίεσσιν ἔθηκε νόμους; καὶ τῶνδε πάροιθεν Τίς πτόλιας δ' ἀνέγειρε, καὶ ηὕρετο μήδεσι τέχνας; Τίς πλῆσεν ἀγορὰς καὶ δώματα, καὶ τίς ἀγῶνας; Τίς στρατὸν ἐν πολέμοισι, καὶ ἐν θαλίῃσι τραπέζας; Τίς χορὸν ὑμνητῆρα θυώδει πήξατο νηῷ; 542 Τίς θηρῶν κατέλυσε βίον, καὶ γαῖαν ἀράσσειν, Καὶ φυτοεργείην ἐδιδάξατο, καὶ πελάγεσσι Νῆ' ἐπαφῆκε μέλαιναν ἐπειγομένην ἀνέμοισι; Τίς γαῖαν καὶ πόντον ὑγρῇ συνέδησε κελεύθῳ Νόσφι γάμου, τὰ δὲ πολλὸν ἀπόπροθεν εἰς ἓν ἄγειρε; Καὶ τὰ μὲν ἐνθάδε, τοῖα. Τὰ δ' ὑψόθι, πολλὸν ἀρείω. Ἀλλήλοισι χέρες τε καὶ οὔατα καὶ πόδες ἐσμὲν Συζυγίῃ. ∆ιπλοῦν δὲ γάμος καὶ ἄναλκιν ἔθηκε, Χάρμα μέγ' εὐμενέεσσιν, ἄχος δέ τε δυσμενέεσσι. Ξυναὶ καὶ μελεδῶναι ἐλαφρίζουσιν ἀνίας· Ξυναὶ δ' εὐφροσύναι γλυκερώτεραι ἀμφοτέροισι. Τερπνότερος μὲν πλοῦτος ὁμοφρονέουσι τέτυκται· Τερπνοτέρη πλούτοιο δ' ὁμοφροσύνη χατέουσι. Κληῒς δ' ἀμφοτέροισι σαοφροσύνης τε πόθων τε 543 Συζυγίη, καὶ σφρηγὶς ἀναγκαίης φιλότητος. Εἷς πῶλος φιλίης σκιρτήμασι θυμὸν ἰαίνων. Ἓν ποτὸν οἰκιδίης πηγῆς ξείνοισιν ἄγευστον, Οὔτ' ἐκτὸς προρέον, οὔτ' ἔκτοθεν ἄλλον ἀγεῖρον. Συμφυέες σάρκεσσιν, ὁμόφρονες, εὐσεβίης τε Κέντρον ἐν ἀλλήλοισι πόθῳ θήγοντες ὁμοῖον. Οὐδὲ γὰρ οὐδὲ Θεοῖο γάμος ἀπάνευθε τίθησιν, Ἀλλ' ἔχεται μᾶλλόν τις, ἐπεὶ καὶ μᾶλλον ἐπείγει. Ὡς δ' ὀλίγην μὲν νῆα μικρὸς προΐησιν ἀήτης Λαίφεσι πεπταμένοισι δι' οἴδματος ὦκα θέουσαν, Ἠὲ χέρες πέμπουσιν ἐπειγομένην ὑπ' ἐρετμοῖς, Πολλὴν δ' οὐκ ὀλίγη πνοιὴ φέρει, ἀλλὰ βαρεῖαν Πόντον ἐπερχομένην στερεώτερος οὖρος ἐπείγει, Ὥς ῥα καὶ ἀζυγέες μὲν ἐπεὶ ζώουσιν ἐλαφροὶ, 544 Κουφοτέρης μεγάλοιο Θεοῦ χατέουσιν ἀρωγῆς. Ὃς δ' ἀλόχου τε φίλης καὶ κτήσιος ἀμφιβέβηκε, Καὶ τεκέων, τέμνει δὲ πολὺ μέγα λαῖτμα βίοιο Χρειοῖ πλειοτέρῃ, πλεῖον Θεὸν ἀμφαγαπάζει. Τοῖα γάμος, πηρὸς δὲ βίος φιλότητος ἄνευθε, Νηλὴς, ἀπροτίοπτος, ἀνέστιος, οὐρεσιφοίτης· Οὐκ ἄλκαρ παθέων, οὐ γήραος ἀδρανέοντος Φάρμακον, ἡβάσκοντες ἑοῖς τεκέεσσι τοκῆες Οὐ πῆξις βιότοιο μελίφρονος. Οὐκ ἀγορῇσι Τέρποντ', οὐ θαλίῃσιν, ἀμειδέες, ἔκτοθι κόσμου, Οἳ βιότου γεγάασι, καὶ οὐ στέργουσι βίοιο Ῥίζας, οὐ μερόπεσσιν ὁμόφρονα θυμὸν ἔχουσιν. Εἰ δ' ἀρετὴν ποθέων τις ἀτιμάζει φιλότητα, Οὐδ' ἀρετὴ φιλότητος ἀπόπροθεν, οὐχ ὅτι μοῦνον 545 Πάντεσσι τοπάροιθε γάμος φίλον εὐσεβέεσσιν, Ἀλλ' ὅτι καὶ φιλότητος ἐνηέος εἰσὶ γενέθλη Καὶ Χριστοῦ παθέων ἐπιΐστορες, ἠδ' ὑποφῆται, Πάτραρχοι, ἱερῆες, ἀεθλοφόροι, βασιλῆες, Παντοίαις ἀρετῇσι κεκασμένοι. Οὐ γὰρ ἀνέσχε Χθὼν ἀγαθοὺς, ὥς φασι πελώρια φῦλα γιγάντων, Ἀλλὰ γάμου τελέθουσι γόνος καὶ κῦδος ἅπαντες. Τίς Θεὸν ἀνθρώποισι μέγαν κρατέονθ' ὑπέδειξε, Καίπερ τηλόθ' ἐοῦσι, νόον δ' ἔπλησεν ἔρωτος Θειοτέρου, καὶ ἔνθεν ἀπήγαγεν ἐς βίον ἄλλον; Τίς ψυχὰς ἐκάθῃρεν ὅλοις μερόπεσσι φαεινοῖς; Πίστις Ἐνὼχ μετέθηκεν. Ὁ δ' ἐξ ὑδάτων ἐσάωσε Κόσμον ὅλον ψυχαῖς ὀλίγαις καὶ σπέρμασι πλωτοῖς 546 Νῶε μέγας. Ἀβραὰμ δὲ πατὴρ πτολίων τε καὶ ἐθνῶν, Καὶ θυσίην Χριστῷ παραβώμιον υἷα πεδήσας. Μωσῆς ἤγαγε λαὸν ἀπ' Αἰγύπτοιο βαρείης Θαύμασι σὺν μεγάλοισι, νόμον δ' ὑπεδέξατο πλαξὶν