5
ἰσορρόπων τῆς ἀληθείας, τῷ μὲν πατρὶ τὸ θεὸς 4.6 ἀληθινός, τῷ δὲ υἱῷ τὸ θεός, ἀνάπαλιν δὲ τῷ υἱῷ τὸ φῶς τὸ ἀληθινόν, τῷ δὲ πατρὶ τὸ φῶς, ἵνα τὰς δύο δόξας τὰς περὶ θεότητος συζεύξαντες περὶ πατρὸς μὲν τὸ θεὸς ἀληθινός, περὶ δὲ υἱοῦ τὸ φῶς ἀληθινὸν καὶ περὶ πατρὸς τὸ φῶς καὶ περὶ υἱοῦ τὸ θεός, ἀπὸ τοῦ φῶς καὶ θεὸς τὴν μίαν θεότητα καὶ ἀπὸ τοῦ θεὸς ἀληθινὸς καὶ φῶς ἀληθινὸν τὴν μίαν ἑνότητα τῆς δυνάμεως ὁμολογήσωμεν. 5.1 Ὡσαύτως καὶ ἐπὶ τοῦ ἁγίου πνεύματος «ἐὰν ἐγὼ ἀπέλθω, ἐκεῖνος ἔρχεται» φησί «τὸ πνεῦμα τῆς ἀληθείας» καὶ ἔτι περὶ ἑαυτοῦ «ἐγώ εἰμι ἡ ἀλήθεια»· καὶ περὶ πατρός «τὸ πνεῦμα τοῦ πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν» καὶ περὶ τοῦ πνεύματος «τὸ πνεῦμά μου 5.2 ἐφέστηκεν ἐν μέσῳ ὑμῶν». τὸ δὲ πνεῦμα ἀρρήτως συμπρᾶττον τῷ υἱῷ «ἐκβάλλει αὐτὸν εἰς τὴν ἔρημον» «πειρασθῆναι ὑπὸ τοῦ διαβόλου» 5.3 καὶ αὐτὸς ὁ κύριος «πνεῦμα κυρίου, οὗ εἵνεκεν ἔχρισέ με», τὸ δὲ πνεῦμα τὸ ἅγιον ἐν προφήταις λαλοῦν «τάδε λέγει κύριος παντοκράτωρ» καί «ὁ λαλῶν ἐν τοῖς προφήταις κύριος», «ὁ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα», βροντὴν μὲν τὴν ἐνηχουμένην ἀνθρώποις, κτίζων δὲ πνεῦμα εἰς ἐνέργειαν ὑετῶν ἀποστελλομένων ἀπὸ τοῦ 5.4 θεοῦ τῇ γῇ. καὶ περὶ μὲν κτισμάτων οὕτω φησί «στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα»· ταῦτα γὰρ κτιστὰ ὑπάρχει· «ἀπαγγέλλων δὲ τὸν Χριστὸν αὐτοῦ τοῖς ἀνθρώποις» οὐκέτι κτίζων οὐκέτι στερεῶν, 5.5 ἀλλ' «ἀπαγγέλλων αὐτὸν τοῖς ἀνθρώποις», τὸν ἀληθῶς γεννηθέντα ἐξ ἀληθοῦς, τὸν ἄκτιστον, τὸν ἄτρεπτον, τὸν ἀναλλοίωτον, τὸν ἀεὶ ὄντα ἐκ τοῦ ἀεὶ ὄντος, τὸν διὰ Μωυσέως καὶ Ἰωάννου κηρυχθέντα ἀεὶ ὄντα· «ὁ ὤν, γάρ φησιν, ἀπέσταλκέ με» φησὶν ὁ Μωυσῆς καὶ ὁ Ἰωάννης «ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο»· 5.6 ὢν ἐστὶν ὁ πατήρ, ὢν ἐστὶν ὁ υἱός, ὁ «ὢν πρὸς τὸν ὄντα», ἐξ αὐτοῦ γεννηθείς, οὐ συναλοιφὴ ὢν τῷ πατρί, οὐκ ἀρξάμενος τοῦ εἶναι, ἀεὶ δὲ υἱὸς γνήσιος ὢν σὺν πατρί, ἀεὶ πατὴρ γεννήσας τὸν υἱόν. 5.7 οὐκ ἦν γάρ ποτε καιρὸς ὅτε ὁ πατὴρ οὐκ ἦν πατήρ, οὐκ ἦν ποτὲ καιρὸς ὅτε ὁ υἱὸς οὐχ ὑπῆρχε πατρὶ τῷ μόνῳ. εἰ γὰρ ἦν καιρὸς ὅτε οὐκ ἦν πατήρ, ἄρα καὶ αὐτὸς ἦν υἱὸς ἑτέρου πατρὸς πρὸ τοῦ 5.8 εἶναι αὐτὸν πατέρα τοῦ μονογενοῦς. καὶ δοκοῦντες εἰς τὸν πατέρα εὐσεβεῖν τελείως ἀσεβοῦσιν. ἐν θεῷ γὰρ οὐ χρόνος οὐ καιρὸς οὐ στιγμὴ χρόνου οὐκ ἄτομον ὥρας οὐ ῥιπὴ ὀφθαλμοῦ οὐ διανοίας 5.9 μετέωρον ἐνδέχεται, ἀλλ' ὅσον δἂν ἀναβῇ σου ἡ διάνοια υἱὸν καταλαμβάνειν καὶ πιστεύειν, νοεῖ ἅμα καὶ πατέρα. τὸ γὰρ ὄνομα * ἐστὶ σημαντικόν. ὅταν γὰρ υἱὸν καλέσῃς, υἱὸν λέγων νοεῖς πατέρα· ἀπὸ γὰρ τοῦ υἱοῦ πατὴρ νοεῖται, καὶ ὅταν καλέσῃς πατέρα, σημαίνεις υἱόν· πατὴρ γὰρ πάντως υἱοῦ καλεῖται. 6.1 Πότε οὖν δύνασαι τολμᾶν καὶ λέγειν ὅτι οὐκ ἦν πατὴρ ὁ πατήρ, ἵνα καὶ υἱὸν τολμήσῃς εἰπεῖν μὴ εἶναι υἱόν; εἰ δὲ οὐ τολμᾷς ἀξίαν προσθεῖναι πατρί τὸ γὰρ θεῖον ἐν ταυτότητι ὑπάρχει καὶ οὐκ ἐπιδέεται προσθήκης, οὐ δόξης οὐ προκοπῆς, «μάθε μὴ βλασφημεῖν», ὦ ὁ πολεμῶν τὴν πίστιν, μᾶλλον δὲ σεαυτὸν ἀπὸ πίστεως διώκων, 6.2 ἀλλ' ἀεὶ πίστευε πατέρα ἀίδιον ἀληθῶς γεννήσαντα υἱόν, τὸν ἀεὶ 6.3 ὄντως ὄντα πρὸς τὸν ὄντως ὄντα πατέρα. ἀλλὰ γεγεννημένον· υἱὸς γὰρ ἀεὶ συνὼν οὐ συναλοιφή ἐστιν τῷ πατρί, οὐ συνάδελφος, ἀλλ' υἱὸς γνήσιος ἐκ πατρὸς γεγεννημένος, φυσικὸς υἱός, οὐ θετός, υἱὸς ὁμοούσιος τῷ πατρί, οὐ συνούσιος, ἀλλ' ὁμοούσιος, τουτέστιν οὐκ ἔξωθεν τοῦ πατρὸς γεννηθείς, ὥς τινες εἰρωνείᾳ φέρονται, θέσει 6.4 θώλοντες εἶναι τὸν υἱὸν καὶ οὐκ ἀληθείᾳ. σύνδεσμος δὲ τῆς πίστεως ὁμοούσιον λέγειν. ἐὰν γὰρ εἴπῃς τὸ ὁμοούσιον, ἔλυσας Σαβελλίου 6.5 τὴν δύναμιν· ὅπου γὰρ ὁμοούσιον, μιᾶς ὑποστάσεώς