5
Ὑψόθε λαϊνέῃσι, Θεὸν δ' εἰσέδρακεν ἄντην. Πιστὸς ἐνὶ προτέροισι θυηπόλος ἔσκεν Ἀαρών. Μήνης δ' ἠελίου τε δρόμον σχέθεν ἠῢς Ἰησοῦς, Μακρότερον δηίοισι φόνον καὶ κήδεα τεύχων. Καὶ σὺ, μάκαρ, χριστοῖσι φέρων κέρας, ἁγνὲ Σαμουὴλ, ∆αβὶδ ἐν βασιλεῦσιν ἀοίδιμος ἦεν ἅπασι, Καὶ Σολομὼν σοφίης πρῶτον κλέος. Οὐδὲ προφητῶν Λήσομαι. Ἡλίαν δὲ πρὸς οὐρανὸν ἥρπασεν ἅρμα. Τίς δὲ νόμοιο μέσον καὶ πνεύματος οὐχὶ τέθηπε Φωτὸς Ἰωάννην ἐριηχέα πρόδρομον ἄκρου; 547 Τίς δὲ δυωδεκάδα κλεινῶν μετέπειτα μαθητῶν; Τίς Παύλοιο μένος μεγαλήτορος οὐρανοφοίτου, Ἄλλους θ' οἳ γεγάασι, καὶ οἳ νῦν εἰσὶν ἄριστοι, Ἕρμα λόγου, κόσμου τε κλέος, λαοῦ τε θέμεθλα; Τοὺς πάντας μερόπεσσι γάμος καὶ Χριστὸς ἔδωκεν. Οὐδὲ μὲν οὐδὲ γυναῖκες ἐπ' εὐσεβίῃ κομόωσαι, Ὧν μέγας ἐν βίβλοισι θεοπνεύστοισιν ἀριθμὸς, Νόσφι γάμου καὶ σαρκὸς ἐϋκλείης ἐπέβησαν. Εἴπω μείζονα μῦθον ἐμὴν τίων φιλότητα. Καὶ Χριστὸς καθαροῖς μὲν, ἀτὰρ σπλάγχνοισιν ἐμίχθη Ἀνδρομέοις, μνηστῆς δὲ διωλίσθησε γυναικὸς, Ἥμισυ συζυγίης μίξας βροτέης θεότητι. Ἓν δ' ἐπὶ πᾶσι μέγιστον ἐμὸν κράτος, ἢν κρατέωσιν Ἀζυγέες, καὶ οἳ γὰρ ἐμὸν γένος, ὥσπερ ἅπαντες. 548 Οὐδὲ γὰρ ἐξ ἀγάμων γεγαμηκότες, ἐκ δὲ γάμοιο Ἀζυγέες. Τεκέεσσιν ἀνώγομεν, ἴσχετ' ἀγῶνα. Εἴ τοι μὴ πατέρες, πατέρων γε μὲν ἐξεγένεσθε. Τοῖα γάμος. Μετέπειτα κατηφιόωσα παρειῇ Ἐν τρυχίνοις ῥακέεσσι, καὶ ἅψεσιν ἀνδρανέουσι, Νήλιπος, αὐαλέη τε, κατὰ χθονὸς ὄμματ' ἔχουσα Παρθενίη, τυτθὸν δὲ διαστέλλουσα σὺν αἰδοῖ Χείλεα, φοινίσσουσα παρήϊον αἵματι σεμνῷ, Κἀκ κεφαλῆς ἐρύουσα σίγα κρύπτοιτο καλύπτρην. Τὴν δ' ἄρα παρπεπίθοιμι ἐγὼ τοιοῖσδ' ἐπέεσσιν· Ὦ τέκος Οὐρανίοιο, καὶ ἔνδοθι κυδήεσσα, Ὦ μεγάλοιο χοροῖσι παρισταμένη μεδέοντος Ὑμνοπόλοις, εἰ καί σε δέμας καὶ γαῖα κατίσχει, ∆εῦρ' ἴθι, καὶ φάθι μῦθον. Ἐγὼ δὲ σέο προπάροιθεν 549 Στήσομαι. Ἢ γὰρ ἔμοιγε θεόσδοτος ἦλθες ἄνασσα· Ἤλυθες, ἀλλ' ἔτι μᾶλλον ἴοις τε καὶ ἵλαος εἴης. Τίς με καὶ οὐκ ἐθέλουσαν ἄγει πρὸς τόνδε θόωκον; Τίς δ' ἔργοις μεμαυῖαν ἐμὸν Θεὸν ἀτρεμίῃ τε Τίειν, ἠματίοις τε πόνοις, νυχίῃσί τ' ἀοιδαῖς, Καὶ δακρύων πηγῇσι, καὶ εὐαγέεσσι καθαρμοῖς, Εἰς δῆριν καλέει κενεὴν, καὶ νείκεα μύθων; Οὐ γὰρ ἐν ἀνθρώποισιν ἐμὸν κράτος, οὐδὲ λόγοισιν Εὔστροφος, οὔτ' ἀγοραῖς ἐπιμίσγομαι, οὐδὲ δικαστῶν Εὐμενέων ψήφοισιν ἀγάλλομαι, οἷσι μέμηλε Παῦρα μὲν εὐδικίης, παύροισί τε, πολλάκι δ' αὖ τε Ἔνθα καὶ ἔνθα τάλαντον ἐπικλίνουσι θέμιστος. Ἄλλοισιν βιότοιο τὰ τίμια. Αὐτὰρ ἔμοι γε 550 Εἷς νόμος, ἓν δὲ νόημα, κερασσαμένην φιλότητα Πρὸς Θεὸν ὑψιμέδοντα φαεσφόρον ἔνθεν ὁδεύειν. Τῶν δ' ἄλλων ἀγαθῶν με τόσον φρένας ἵμερος αἱρεῖ, Οἷς κενεοὶ φρονέουσιν ἐτώσια φυσιόωντες, Ὦκά τ' ἐπερχομένοισι, καὶ ὀλλυμένοισι τάχιστα, Ὁσσάτιον καπνοῖο καὶ ἀτμίδος, ἠδὲ ῥεούσης Αὔρης, καὶ ψαμάθοιο τινασσομένοις ἀνέμοισι Πάντοσε συρομένης, ἢ ὑπεὶρ ἅλα νηὸς ἀταρποῦ. Βουλοίμην κεν ἄτιμος ἐν ἀνθρώποισιν ἐοῦσα, Τυτθὸν ἐν οὐρανίοισιν ἔχειν κλέος αἰὲν ἐοῦσιν Ἢ πάντων κρατέουσα, Θεοῦ πίπτειν ἀπάνευθεν. Ἀλλ' ἔμπης τρομέω καὶ δείδια, μή τις ἀερθεὶς, Παρθενίης νεόπηκτον ἐπὶ πτερὸν αἰθέρι νωμῶν, Τοῖσδε λόγοις ἐπὶ γαῖαν ὀλισθήσειε τάχιστα. 551 Τοὔνεκεν εἰς μέσον ἦλθον ἐμῶν τεκέων ἐπίκουρος, Μῦθον ἀοσσητῆρα Θεοῦ σὺν χειρὶ φέρουσα. Μητρὶ δ' ἐμῇ τὰ πρῶτα μυθήσομαι, ὅσσ' ἐπέοικε, Κεῖνο μὲν ἀτρεκέως μυθήσαο, καὶ κατέλεξας, Συζυγίη χαρίεσσα, καὶ ᾔνεσα (ἦ γὰρ ἔγωγε Ἄρξομ' ὅθεν κατέληξε τεὸς λόγος), ὡς ἀγάμοισι Ῥίζα γάμος. Καὶ γάρ τε πέλει καὶ ῥίζα καὶ ἀρχή. Τίς δέ κεν ἀρνήσαιτο σαοφρονέων γενετῆρας; Οὐ μὴν πάντ' ἀγόρευσας ἐτήτυμα. Ἀλλὰ δέχοιο, Καὶ μήτηρ περ ἐοῦσα, σοφὸν καὶ ἐχέφρονα μῦθον, Καὶ μεγάλης σοφίης μυστήριον ἀμφὶ γενέθλην, Ἣν κευθμῶνες ἔδειξαν ἐμοὶ μεγάλοιο Θεοῖο. Οὐχ ὅλου ἀνθρώποιο πατὴρ βροτὸς, ὡς ἐνέπουσιν, Ἀλλ' ὅσσον σαρκός τε καὶ αἵματος, ἀμφοτέρων μὲν 552 Ὀλλυμένων. Ψυχὴ δὲ Θεοῦ κρατέοντος ἄημα Ἔκτοθεν εἰσπίπτουσα πλάσει χοός. Οἶδεν ὁ μίξας, Πῶς τὸ πρῶτον ἔπνευσε, καὶ εἰκόνα μίξατο γαίῃ. Μάρτυς ἐμῶν ἐπέων