7
δύο θεοί. καὶ ὁ υἱὸς μονογενής, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ, οὐ πατρὸς ἔχων ὄνομα οὐδὲ ἀλλότριος πατρός, ἀλλ' υἱὸς πατρὸς ὑπάρχων· μονογενὴς δέ, ἵνα μονώνυμος ᾖ ὁ υἱός, καὶ θεὸς ἐκ θεοῦ, ἵνα εἷς θεὸς πατὴρ καὶ υἱὸς καλῆται. 8.3 καὶ τὸ πνεῦμα τὸ ἅγιον μονογενές, οὐχ υἱοῦ ἔχον ὄνομα, οὐ πατρὸς τὴν ὀνομασίαν, ἀλλὰ πνεῦμα ἅγιον οὕτω καλούμενον, οὐκ ἀλλότριον 8.4 πατρός. αὐτὸς γὰρ ὁ μονογενὴς λέγει «τὸ πνεῦμα τοῦ πατρός» καὶ 8.4 «τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον», καὶ «ἐκ τοῦ ἐμοῦ λήψεται», ἵνα μὴ ἀλλότριον νομισθείη πατρὸς μηδὲ υἱοῦ, ἀλλὰ τῆς αὐτῆς οὐσίας, τῆς αὐτῆς θεότητος, πνεῦμα θεῖον, «τὸ πνεῦμα τῆς ἀληθείας», τὸ πνεῦμα τοῦ θεοῦ, τὸ πνεῦμα τὸ παράκλητον, μονωνύμως καλούμενον, μὴ ἔχον ἀντιπαράθεσιν, μὴ ἐξισούμενον ἑτέρῳ τινὶ πνεύματι, μὴ καλούμενον ὀνόματι υἱοῦ ἢ ὀνομαζόμενον ὀνομασίᾳ πατρός, ἵνα μὴ 8.5 τὰ μονώνυμα ὀνόματα ὁμώνυμα ὑπάρχῃ· πλὴν ὅτι τὸ θεὸς ἀλλ' ἐν πατρί, τὸ θεὸς ἐν υἱῷ, τὸ θεὸς ἐν ἁγίῳ πνεύματι τὸ θεοῦ καὶ θεός. 8.6 πνεῦμα γὰρ θεοῦ καὶ πνεῦμα τοῦ πατρὸς καὶ πνεῦμα υἱοῦ, οὐ κατά τινα σύνθεσιν, καθάπερ ἐν ἡμῖν ψυχὴ καὶ σῶμα, ἀλλ' ἐν μέσῳ πατρὸς 8.7 καὶ υἱοῦ, ἐκ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, τρίτον τῇ ὀνομασίᾳ. «ἀπελθόντες» γάρ φησι «βαπτίσατε εἰς τὸ ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος». εἰ δὲ βαπτίζει ὁ πατὴρ εἰς ὄνομα ἑαυτοῦ, εἰς ὄνομα θεοῦ, καὶ τελεία ἡ σφραγὶς ἐν ὀνόματι θεοῦ ἐσφραγισμένη ἐν ἡμῖν, καὶ βαπτίζει Χριστὸς εἰς ὄνομα ἑαυτοῦ, εἰς ὄνομα θεοῦ, καὶ τελεία ἡ σφραγὶς ἐν ὀνόματι θεοῦ ἐσφραγισμένη ἐν ἡμῖν, τίς τολμήσει καταπολεμῆσαι τὴν ἑαυτοῦ ψυχήν, τὸ πνεῦμα ἀλλότριον τῆς 8.8 θεότητος λέγων; εἰ γὰρ σφραγίζομεν εἰς ὄνομα πατρὸς καὶ εἰς ὄνομα υἱοῦ καὶ εἰς ὄνομα ἁγίου πνεύματος, μία σφραγὶς τῆς τριάδος· μία ἄρα δύναμις τῆς θεότητος ἐν τριάδι. εἰ δὲ τὸ ἕν ἐστι θεός, τὰ δὲ ἄλλα κτιστὰ καὶ οὐ θεός, τίνι λόγῳ συνδέδεται τὰ δύο εἰς τὸ ἓν 8.9 τῇ σφραγῖδι τῆς τελειότητος; ἄρα γοῦν εἰς βασιλικὸν ὄνομα ἐσφραγίσθημεν τὸ ἓν τὸ τοῦ πατρός, καὶ τὰ ἄλλα οὐ βασιλικά, * ἀλλ' ἔτι στοιχείοις καὶ κτίσμασι δεδουλώμεθα, καὶ οὐκ ἠδύνατο μόνον τὸ ὄνομα τοῦ πατρὸς σῴζειν, ἀλλὰ προσελάβετο ἑαυτῷ κτίσας ἄλλα δύο στοιχεῖα κατὰ τὴν τῶν βλασφημούντων ὑπόνοιαν, ἵνα προσλάβῃ ἡ αὐτοῦ θεότης καὶ ἄλλας δυνάμεις καὶ δυνηθῇ σῶσαι τὸν παρ' αὐτοῦ σφραγιζόμενον καὶ λύτρωσιν δι' ἀφέσεως ἁμαρτημάτων λάβῃ ὁ παρ' αὐτοῦ κτισθεὶς ἄνθρωπος. 9.1 Φεῦ τῆς τοιαύτης ληρῳδίας, ὦ τῆς τοιαύτης βλασφημίας. πόθεν ὑπεισῆλθε τὸν βίον ἄλλη πάλιν καινὴ ἀπιστία, μᾶλλον δὲ εἴποιμι κακοπιστία; χείρων γὰρ ἡ κακοπιστία τῆς ἀπιστίας. ἡ μὲν γὰρ ἀπιστία πίστιν λαμβάνουσα διορθωθήσεται, ἡ δὲ κακοπιστία ἀκατόρθωτος, δυσχερῶς σῳζομένη, εἰ μή τι ἂν ἄρα τὸ χρῖσμα ἄνωθεν 9.2 ἐπιφοιτήσῃ. φησὶν οὖν ὁ μακάριος Πέτρος τοῖς περὶ Ἀνανίαν «τί ὅτι ἐπείρασεν ὑμᾶς ὁ σατανᾶς ψεύσασθαι τῷ πνεύματι τῷ ἁγίῳ;» καί 9.3 φησιν «οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ θεῷ». ἄρα θεὸς ἐκ πατρὸς καὶ υἱοῦ τὸ πνεῦμα, ᾧ ἐψεύσαντο οἱ ἀπὸ τοῦ τιμήματος νοσφισάμενοι· ὡς καὶ ὁ Παῦλος συνᾴδει τῷ λόγῳ τούτῳ λέγων «ὑμεῖς δὲ ναὸς τοῦ θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν». ἄρα οὖν θεὸς 9.4 τὸ πνεῦμα, ὡς προεῖπον. διὸ ναὸς θεοῦ κληθήσονται καὶ οἱ ἅγιοι ἄνθρωποι, οἱ κατοικίσαντες ἐν ἑαυτοῖς τὸ ἅγιον τοῦ θεοῦ πνεῦμα· καθὼς μαρτυρεῖ ὁ κορυφαιότατος τῶν ἀποστόλων, ὁ καταξιωθεὶς 9.5 μακαρισθῆναι ὑπὸ κυρίου, ὅτι ὁ πατὴρ αὐτῷ ἀπεκάλυψε. τοίνυν ὁ πατὴρ ἀποκαλύπτει τὸν υἱὸν τὸν ἀληθινὸν αὐτῷ καὶ μακαρίζεται, 9.6 καὶ ὁ αὐτὸς πάλιν ἀποκαλύπτει τὸ ἅγιον αὐτοῦ πνεῦμα. ἔδει * τὸν πρῶτον τῶν ἀποστόλων, τὴν πέτραν τὴν στερεάν, «ἐφ' ἣν ἡ ἐκκλησία τοῦ θεοῦ ᾠκοδόμηται, καὶ πύλαι Ἅιδου οὐ κατισχύσουσιν αὐτῆς»· 9.7 πύλαι δὲ Ἅιδου αἱ αἱρέσεις καὶ οἱ αἱρεσιάρχαι. κατὰ πάντα