1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

7

φυτεῦσαι; Εἰκόνα μὲν γράψεν τις ἀπ' εἰκόνος οὔτι χερείω, Καὶ πλάστης ἐτύπωσεν ἐοικότα πλάσματα μορφαῖς, Καὶ χρυσὸν παλάμῃσιν, ὅπη νόος, ἤλασε τέχνη, Καὶ στάχυν ἐξ ἀγαθοῖο γεωμόρος ἐσθλὸν ἄμησε Σπέρματος, οὐδ' ἀτύχησε τέλους πόθος, οἷον ἐώλπει Θνητὸς δ' οὐ σάφα οἶδε γόνου φύσιν, εἰς ὅ τι λήξει, Οὐ κακὸς, οὐδὲ μὲν ἐσθλός· ὁ δ' εὔχεται ἐσθλὸς ἀρείω· 559 Εἰ Παῦλός τις ἐὼν χριστοκτόνον υἷα φυτεύσει, Ἄνναν ἢ Καϊάφαν ἀτάσθαλον, ἤ τιν' Ἰούδαν· Οὐδ' εἴ τις κακίαν πεφυκὼς οἷός περ Ἰούδας, Ἢ Παύλου ζαθέου κεκλήσεται, ἢ ὅγε Πέτρου, Πέτρης ἀῤῥαγέος, γενέτης κληῖδα λαχόντος. Οὐδὲ γὰρ εἰ φίλον υἷα φιτύσσεται ἠὲ θύγατρα, Οἶδε πατήρ. Ὕβριν δὲ χοὸς μόνον ἔσβεσεν εὐνῇ. Ἐκ δ' ἑνὸς ἀρχεγόνοιο Κάϊν καὶ Ἄβελ ὑπέσταν, Ζηλήμων, θυσίης τε θεουδέος ἐσθλὸς ἀρητήρ. Ἰσακίδαι δ' Ἡσαῦ τε κακὸς, Ἰακώβ τε φέριστος· Καὶ πλέον, ἐκ γὰρ ἑνὸς δίδυμος γόνος οὐδὲν ὁμοῖος. Καὶ Σολομὼν τὰ πρῶτα σοφὸς, μετέπειτα κάκιστος, Ἡνίκα θηλυτέρῃσιν ἐφωμάρτησεν ἀλιτραῖς. Ἔμπαλιν αὖ Παύλοιο μέγα σθένος ἀμφοτέρωθεν, 560 Ὃς Χριστὸν μὲν ἄτιζεν, ἔπειτα δὲ πᾶσιν ἔφηνε, Τρέψας εἰς ἀγαθὸν ζῆλον πυρόεσσαν ἐρωήν. Τούτων συζυγίῃ δὲ τί δώσομεν; οὐδὲν ἔγωγε. Οὐ γὰρ ζευγνυμένοις καταθύμιος ἕσπεται εἰκών. Ἀλλ' ὥς τις στρεπτοῖσιν ἰαινόμενος φρένα πεσσοῖς, Πεσσοὺς μὲν προέηκε, τὸ δ' ἄρτιον ἠὲ περισσὸν Οὐ χέρες, αὐτόμαται δὲ λίθων στροφάλιγγες ἔνεικαν· Ὥς ῥα γάμος, τεκέων ἀρότης, πινυτούς τε κακούς τε Οὐ τέκεν, ἀλλ' ἐδίδαξε βροτῶν φύσις ἠὲ μάθησις. Εἰ δ' ἐτεὸν ποθέεις γνῶναι λόγον, οἱ μὲν ἄριστοι, Πνεύματος ἠδὲ λόγοιο διαπλάσσοντος, ἄριστοι. Σπινθὴρ εὐσεβίης γὰρ ἐν ἀνθρώποισι κέκρυπται, Ὥς τισιν ἐν λάεσσι πυρὸς μένος. Ὡς δὲ σίδηρος Κρούμασιν ἐκ λιθάκων ἧκε σέλας, ὡς ἀπὸ θνητῶν 561 Εὐσεβίην λοχόωσαν ἄγει λόγος. Οἱ δὲ κάκιστοι, Μᾶλλον συζυγίῃς. ἢ γὰρ πλέον ἐνθάδε τίκτει, Καὶ κόσμοιο ῥέοντος ὁμόστολος ἧλος ἔραζε Σάρκα δέων, ψυχήν τε κάτω βρίθουσα μολυβδὶς, Καὶ κλῆρος τοκέεσσιν ὁμοίϊος ἐνθάδε μίμνων. Ἀλλ' ἔμπης τοκέων περιδώμεθα, μή τε σὺ βάζειν Τοὺς ἀγαθοὺς, ῥίψω τε ἀτασθαλέοντας ἔγωγε. Τοῖς δ' ἄλλοις, ὁππόσσον ἁγνὸς βίος ἐστὶν ἀρείων, Γνοίης κεν φιλότητα Θεοῦ, σαρκός τε παχείης, Σκεψαμένη, κόσμου τε φύσιν καὶ τέρματα δισσά. Εἰ γάρ τοι καὶ μικρὸν ἀποσκεδάσειας ὀπωπῆς Ἢ λήμην ῥυπόωσαν, ἀπ' αὔγεος ἢ σύ γ' ὁμίχλην, Καὶ γλήνην πετάσειας ἐς αὐγὰς ἠελίοιο 562 Ἡμετέρου, καθαρῷ δὲ νόῳ λεύσειας ἄπαντα, ∆ήεις παρθενίην μὲν ὅλην ἀνάθημα Θεοῖο, Χρυσοῦ τ' ἠλέκτρου τε φαάντερον, ἠδ' ἐλέφαντος, Εὔσκοπον, εὐδιόωσαν, ἐΰπτερον, ὑψικάρηνον, Κούφην, παμφανόωσαν, ἄνω χθονὸς, ἀστήρικτον Γαίης ἐν γυάλοισιν, ἐν ἄστεϊ δ' εὐρυθεμέθλῳ Οὐρανίῳ, καὶ σαρκὸς ἀπόπροθι ναιετάουσαν, Χειρῶν ἀμφοτέρων τῇ μὲν κατέχουσαν ἀγήρω Ζωὴν, τῇ δ' ἑτέρῃ πλοῦτον καὶ κῦδος ἄπαυστον· Οὐχ ὡς δὴ φερέοικον ὑπ' ἄχθεϊ ὀστρακόεντι Ἕλκουσαν μογερῶς ὑγρὸν δέμας ἴχνεσι νωθροῖς, Οὐ Χριστῷ καὶ σαρκὶ μεριζομένην βασιλῆϊ, Οὐδὲ, ὡς ἀμφιβίοισι νόμος, καὶ χέρσον ἔχουσαν 563 Καὶ μαλακοῖς ναίουσαν ἐν ὕδασι νυκτὶ καὶ ἠοῖ, Ἀλλὰ Θεοῦ πέμπουσαν ὅλον νόον, ἐκ δὲ Θεοῖο Κρείσσοσι καὶ τεκέων γεννήμασιν εὐθαλέουσαν, Ἐλπωρῇ, καθαροῖς τε νοήμασιν ἐκ καθαροῖο. Συζυγίην δ' αὖ πάμπαν ἀπὸ Χριστοῖο θέουσαν Βράσμασιν οὐλομένοιο χοὸς, κόσμου τε μερίμναις Παντοίαις, ἢ βαιὸν ἐφαπτομένην γε Θεοῖο. Ὡς γὰρ ὁμοῦ λεύσσουσα κάρη δύο, ἠὲ πρόσωπα, Ἠὲ καὶ ἐν σελίδεσσι γεγραμμένα γράμματα δισσαῖς, Οὐχ ὅλον ἀτρεκέως τύπον ἥρπασεν, ἱεμένη περ, Ἀλλὰ τὸ μὲν κατέμαρψε, τὸ δ' ἔκφυγεν ὄψιν ἀραιὴν Σκιδναμένην, ὡς οἶστρος ἐπ' ἀμφοτέροισιν ἀφαυρὸς, Κόσμῳ τε, Χριστῷ τε, ὁ δ' ἔμπεδος εἰς ἕνα τείνων. Ἢ γὰρ Χριστὸν ἔχων τις ὅλον, ἀλόγησε δάμαρτος, Ἢ τίων φιλότητα χοὸς, Χριστοῖο λέλασται. 564 Ἤδη καί τιν' ὄπωπα λιθοξόον, ἠέ τιν' ἔργων Ἴδριν δουρατέων, πινυτοὺς καὶ φράδμονας ἄνδρας· Ἰθείην στάθμῃσιν ἐπὴν διατεκμήρωνται, Ὡς φαέων ἕτερον μὲν ὑπὸ βλεφάροισιν ἔδησαν, Τῷ δ' ἑτέρῳ πέμψαντες ὅλον φάος εἰς ἓν ἄγερθεν, Ἀτρεκίης