1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

8

ἐτύχησαν, ὁ δ' ὡμάρτησε σίδηρος· Ὡς πόθος εἰς ἓν ἰὼν, Χριστοῦ πλέον ἐγγὺς ἐλαύνει, Ὃς ποθέει ποθέοντα, καὶ εἰσορόωντα δέδορκεν, Εἰσορόωντα δέδορκε, καὶ ἀντιάει προσιόντι. Ὅσσον τις ποθέει, καὶ δέρκεται, ὅσσον ὄπωπεν. Τόσσον καὶ ποθέει· κύκλος ἀνελίσσεται ἐσθλός. Τὸν μὲν ἐγὼ ποθέουσα, λίπον βίον, οὐδὲ δυνάσθην 565 Ὄμμα βαλεῖν ἑτέρωσε· γλυκὺς δέ με δεσμὸς ἐρύκει Κάλλεος ἰσχανόωσαν, ὅ μευ φρένας ἐπτοίησε ∆ερκομένης, ἐπ' ἐμοὶ δὲ τινάξατο παμφανόωντα Πυρσὸν, ὅλην καλήν τε καὶ αἰγλήεσσαν ἔθηκε. Μοῦνος γάρ τε πόθων καὶ κάλλεος αἶσαν ἀγείρει Ἐξ ἐρατοῦ ποθέοντι· ὁ δ' ὄλβιος, ὅστις ἔδεκτο. Ἀλλὰ σὺ καὶ πόθον ἄλλον ἐνὶ στήθεσσιν ἀέξεις, Καὶ φρονέεις, ὡς μᾶλλον ἐπ' οὐρανίαις πελάουσα, Εἵνεκα, φὴς, τεκέων καὶ κτήσιος ἠδὲ τοκήων, Ὡς ἐλαφρῶν, ἐλαφρῶν δὲ σοφῇ πόθος ἐστὶν ἀκερδὴς, Νηῦς ὀλίγη, βαιός τε πόρος, καὶ κέρδος ἐλαφρὸν 566 Τῶν οὐχ ἱσταμένων. Σοὶ δὲ πλόος οὗτος ἀπείρων, Καὶ πορθμὸν περόωσα, ἐπεύχεο ποντοπορεύειν Ἱστία κολπώσασα δι' οἴδματος Ἰονίοιο. Πνοιὴ ταῦτα φέρει, καὶ βέλτερον, εἴ τις ἀρείων· Εἰ δὲ καὶ ἀντιόωσα, μικρὸς μόρος ἐνθάδε θνήσκειν. Ψυχῆς δὲ πλόος ἐστὶ μέγας καὶ πνεύματος ἐσθλοῦ. Τῇ ῥα περιτρομέουσα, πλέον Χριστοῖο δέδραγμαι· Οὐκ οἶον, ποθέω δὲ καὶ εὐδιόωσά περ ἔμπης Χριστὸν ἐμὸν, πόθον ἁγνὸν, ὃς ἔμπεδός ἐστι ποθεῦσιν. Ὅς τις δ' αὖ χατέων λεύσσει πρὸς χεῖρα Θεοῖο, Οὐ χατέειν δοκέων, καιροῦ πόθον αἶψα λέλοιπεν. 567 Εἰ γὰρ δϊστεύσειε τεὴν φρένα Χριστὸς ἄνωθεν, Καὶ μεσάτην τρώσειεν ἀναψύχοντι βελέμνῳ, Ἀμφοτέρους κεν ἔρωτας ἐποπτεύουσ' ἑκάτερθεν, Γνοίης κέντρον ἄνακτος ὅσον γλυκερώτερόν ἐστι. Τί πλέον; υἱήεσσιν ἀναχλοάζουσι τοκῆες Γηροκόμοις, ἀλόχῳ τε πόσις, ἄλοχός τε ἀκοίτῃ. Ξυναὶ δ' εὐφροσύναι τε, καὶ ἄλγεα καὶ μελεδῶναι Κουφότεραι, σκάζοντι δέ τις βεβαὼς μέγ' ἔρεισμα. Αὐτὰρ ἐμοὶ τοκέες μὲν, ὅσοι καλὸν ἐξεδίδαξαν, Παῖδες δ', οὓς ἐδίδαξα. Ὁμόζυγα δ' οἶον ἐδέγμην Χριστὸν, ὃς ἀζυγέας προσπτύσσεται ἔξοχον ἄλλων, Εἰ καὶ πᾶσι πάγη, σταυρόν τ' ἐπὶ πάντας ἄειρεν. 568 Ὧ καὶ καγχαλόωσα, καὶ ἢν ἀποθύμια βάλλῃ, Χαίρω, καί με τίθησιν ἐλαφροτέρην καὶ ἀνίῃ, Ὡς χρυσὸν χοάνοισι καθαιρόμενον ῥυπόωντα. Σωφροσύνης δ' ἥν σοί γε γάμος καὶ δεσμὸς ἐέργει, Τῆς μὲν ἐγὼν οὐ σάρκα, Λόγον δ' ἐπίκουρον ἔθηκα, Καὶ πόθον, ὃς κρατέων ἀλλότριον ἐκτὸς ἔθηκεν, Ὥς τις ἐλαφροτέροισι λέων θήρεσσιν ἐπιστάς. Σάρκες γὰρ τελέθουσιν ὁμόφρονες ἐν παθέεσσι· Τοὔνεκα καί τιν' ἴσασι φέρειν χάριν ἀλλήλῃσι. Σοὶ βέβριθε τράπεζα, τρύφος δ' ἐμὲ μικρὸν ἔθρεψεν, Ὡς καὶ χιλιάδας Χριστὸς μέγας ἔν ποτ' ἐρήμοις. Σοὶ ποτὸν ἡμερίδων, τὸ δ' ἐμὸν μέθυ πλούσιον αἰεὶ, Κρῆναι, καὶ ποταμοὶ, καὶ φρείατα μακρὰ νάουσι. 569 Σοὶ λιπόωντα πρόσωπα, καὶ εἴματα σιγαλόεντα, Κόσμος ἐμοὶ ῥυπόωσα κόμη, καὶ εἵματα λυπρά. Εἷμα φέρω χρυσοῖσι τινασσόμενον θυσάνοισι Χριστὸν, ἐμῆς ψυχῆς κρυπτὸν περικαλλέα κόσμον. Εὐνή σοι μαλακὴ, τὰ δὲ ῥήγεα σάκκος ἔμοιγε, Καὶ στιβὰς ἐν δαπέδῳ, καὶ δάκρυσι δευομένη χθών. Σοὶ τιμήεις χρυσὸς, ἐμοὶ κόνις ἱμερόεσσα. Μόσχου γαυροτέρη σὺ, κατηφιόωσα νένευκα. Καγχάζεις γελόωσα, παρήϊον οὔ ποτ' ἔλυσα. Κύδεος ἱμείρεις, τὸ δ' ἐμὸν κλέος οὐκ ἐπὶ γαίης. Αὐτὰρ ἐπὴν δὴ ταῦτα διαθρήσῃς καὶ ἴδηαι, Ἄθρει καὶ τὰ γάμοιο προσάντεα λάτρισι σαρκός. Ὤνιός ἐστι δάμαρτι πόσις, καὶ τοῦδε χέρειον 570 Πολλάκις οὐδ' ἀγαθὸς, καὶ ὤνιος εὖνις ἀκοίτῃ Πολλάκι καὶ στυγερή· τυκτὸν κακὸν, οὐδ' ἀπόπεμπτον. Εἰ μὲν γὰρ ἐσθλοὶ καὶ ὁμόφρονες, εἰς ἓν ἰόντων Κουφότερος βιότοιο πλόος καὶ μικτὸς ἀήτης. Εἰ δὲ κακοὶ, πόνος ἔνδον ἐφέστιος, ἔχθος ἄπαυστον. Θήσομεν οὔτε κακοὺς, καὶ ὁμόφρονας· ἀλλὰ βαρεῖα Πολλάκι καὶ νεόνυμφον ἐπὶ ζυγὸν ἤλυθε μοίρη. Νυμφίος, εἶτα νέκυς· θάλαμος, τάφος· ἄμμιγα τερπνοῖς Ἄλγεα· μικρὸν ἄεισμα, παροίτερον ἐσθλὸν ἀνιγροῦ. Ἄλλος πυρσὸν ἀνῆψε γαμήλιον, ἔσβεσεν ἄλλος. Ἄλλον τις δ' ὀνόμηνε πάϊς πατέρ', ἄλλος ἄτεκνος 571 Ἐξαπίνης, ὅρπηξ τις ὅπως ἀνέμοιο τιναχθείς. Ἄρτι κόρη, μετέπειτα γυνὴ, μετέπειτα δὲ χήρη.