1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

10

ὡς καὶ ∆αυὶδ τοῦτο ὁμολογεῖ «ἐκ βαθέων» γάρ φησιν «ἐκέκραξά σοι κύριε», καὶ ἀπειρομεγέθως καὶ μὴ σμικρῶς καὶ εὐτελῶς, καθάπερ οἱ 12.7 τῆς Ἀρείου αἱρέσεως καὶ αἱ ἔξωθεν πᾶσαι. καὶ ἐξότε ὁ νόμος διὰ Μωυσέως ἐδόθη, αἱ μετ' αὐτὸν σχισθεῖσαι αἱρέσεις πρὸ τῆς Χριστοῦ ἐνσάρκου παρουσίας ἕνδεκα καὶ μετὰ τὴν ἔνσαρκον παρουσίαν ἄλλαι ἑξήκοντα. χωρὶς τῶν πρὸ τοῦ νόμου καὶ πασῶν τούτων πέντε καὶ τῶν ἄλλων τεσσάρων Ἑλληνικῶν αἱρέσεων, αἵτινές εἰσι πρὸ νόμου ἐννέα· ὁμοῦ δὲ ἅπασαι σὺν ταῖς ἑαυτῶν μητράσι τὸν ἀριθμὸν ὀγδοή12.8 κοντα. ὧν εἰσι μητέρες μὲν πέντε οὕτως· Βαρβαρισμὸς Σκυθισμὸς Ἑλληνισμὸς Ἰουδαϊσμὸς Σαμαρειτισμός. ἐκ τούτων, ἐξ Ἑλληνισμοῦμὲν αἱρέσεις τέσσαρες· Πυθαγορείων Πλατωνικῶν Στωϊκῶν Ἐπι12.9 κουρείων. ἀπὸ δὲ τοῦ νόμου πρὸ τῆς Χριστοῦ παρουσίας τῆς ἐνσάρκου ἕνδεκα· ἐκ μὲν Ἰουδαίων ἑπτά· Γραμματέων Φαρισαίων Σαδδουκαίων Ὀσσαίων Νασαραίων Ἡμεροβαπτιστῶν Ἡρῳδιανῶν· ἐδὲ Σαμαρειτῶν τέσσαρες· Γοροθηνῶν Σεβουαίων Ἐσσηνῶν ∆οσιθέων· ὁμοῦ ἕνδεκα ἀπὸ νόμου ἐξ Ἰουδαίων καὶ Σαμαρειτῶν φύσασαι. 13.1 Πᾶσαι οὖν αἱ πρὸ τῆς ἐνσάρκου τοῦ Χριστοῦ παρουσίας ἀπὸ Ἀδὰμ ἀρξάμεναι καὶ μέχρις αὐτῆς εἴκοσίν εἰσι. μετὰ δὲ τὴν ἔνσαρκον τοῦ Χριστοῦ παρουσίαν ἕως βασιλείας Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος καὶ Γρατιανοῦ πᾶσαι αἱ αἱρέσεις αἱ ψευδῶς ἐπιφημίσασαι τὸ τοῦ Χριστοῦ ὄνομα ἑαυταῖς ἑξήκοντά εἰσιν, οὕτως ἀριθμούμεναι· 13.2 Σιμωνιανοὶ Μενανδριανοὶ Σατορνῖλοι Βασιλειδιανοὶ Νικολαῗται Γνωστικοί, οἱ καὶ Στρατιωτικοὶ καὶ Φιβιωνῖται παρὰ δέ τισι Σεκουνδιανῖται παρ' ἄλλοις δὲ Σωκρατῖται παρ' ἑτέροις δὲ Ζακχαῖοι 13.3 παρὰ δέ τισι Κοδδιανοὶ λεγόμενοι καὶ Βορβορῖται καὶ Βαρβηλῖται, Καρποκρατῖται Κηρινθιανοί, οἱ καὶ Μηρινθιανοί, Ναζωραῖοι Ἐβιωναῖοι Οὐαλεντῖνοι Σεκουνδιανοί, οἷς συνάπτεται Ἐπιφάνης καὶ 13.4 Ἰσίδωρος, Πτολεμαιονῖται Μαρκώσιοι Κολορβάσιοι Ἡρακλεωνῖται Ὀφῖται Καϊανοὶ Σηθιανοὶ Ἀρχοντικοὶ Κερδωνιανοὶ Μαρκιωνισταὶ 13.5 Λουκιανισταὶ Ἀπελληϊανοὶ Σευηριανοὶ Τατιανοὶ Ἐγκρατῖται κατὰ Φρύγας, οἱ καὶ Μοντανισταὶ καὶ Τασκοδρουγῖται, Πεπουζιανοί, οἱ καὶ Πρισκιλλιανοὶ καὶ Κυϊντιλλιανοί, οἷς συνάπτονται Ἀρτοτυρῖται, Τεσσαρεσκαιδεκατῖται, οἱ τὸ πάσχα μίαν ἡμέραν τοῦ ἔτους ποιοῦντες, Ἄλογοι, οἱ τὸ εὐαγγέλιον καὶ τὴν ἀποκάλυψιν Ἰωάννου μὴ δεχόμενοι, Ἀδαμιανοὶ Σαμψαῖοι, οἱ καὶ Ἑλκεσαῖοι, Θεοδοτιανοὶ Μελχισεδεκιανοὶ Βαρδησιανισταὶ Νοητιανοὶ Οὐαλήσιοι Καθαροί, οἱ καὶ Ναυαταῖοι, οἱ καὶ Μοντήσιοι, ὡς ἐν Ῥώμῃ καλοῦνται, Ἀγγελικοὶ Ἀποστολικοί,13.6 οἱ καὶ Ἀποτάκται, Σαβελλιανοὶ Ὠριγενιασταί, οἱ καὶ αἰσχροποιοί, Ὠριγενιασταὶ οἱ τοῦ Ἀδαμαντίου, ἡ Παύλου τοῦ Σαμοσατέως, Μανιχαῖοι, οἱ καὶ Ἀκουανῖται, Ἱερακῖται Μελιτιανοί, οἱ κατ' Αἴγυπ13.7 τον σχίσμα ὄντες, Ἀρειανοί, οἱ καὶ Ἀρειομανῖται, Αὐδιανῶν τὸ σχίσμα, ἀλλ' οὐχ αἵρεσις, Φωτεινιανοὶ Μαρκελλιανοὶ Ἡμιάρειοι Πνευματο13.8 μάχοι, οἱ τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ βλασφημοῦντες, Ἀεριανοὶ Ἀέτιοι, οἱ καὶ Ἀνόμοιοι, οἷς συνάπτεται Εὐνόμιος, μᾶλλον δὲ ὁ ἄνομος, ∆ιμοιρῖται, οἱ μὴ τελείαν Χριστοῦ τὴν ἐνανθρώπησιν ὁμολογοῦντες, οἱ καὶ Ἀπολλινάριοι, καὶ οἱ τὴν ἁγίαν Μαρίαν τὴν ἀειπάρθενον λέγοντες μετὰ τὸ τὸν σωτῆρα γεγεννηκέναι τῷ Ἰωσὴφ συνῆφθαι, οὕστινας ἐκαλέσαμεν Ἀντιδικομαριαμίτας, καὶ οἱ εἰς ὄνομα αὐτῆς κολλυρίδα προσφέροντες, οἳ καλοῦνται Κολλυριδιανοί, Μεσσαλιανοί, οἷς συνάπτονται Μαρτυριανοὶ οἱ ἀπὸ Ἑλλήνων καὶ Εὐφημῖται καὶ Σατανιανοί. 14.1 Καὶ ἁπλῶς περιεκάκησα καὶ περικακῶ τοσούτων αἱρέσεων ὀνόματα εἰς ἀριθμὸν φέρειν καὶ τὰς ἀθεμίτους αὐτῶν πράξεις διη14.2 γεῖσθαι καὶ ἔτι τῶν δύο