11
σχισμάτων, τῶν τε κατ' Αἴγυπτόν φημι προειρημένων Μελιτιανῶν, τῶν διὰ τὴν ἐπὶ τοῦ διωγμοῦ γενομένην τινῶν πτῶσιν παρὰ δὲ τῶν ἡμετέρων δεχθέντων ἐν τοῖς αὐτῶν κλήροις μετὰ μετάνοιαν ἑαυτοὺς σχισάντων, οὐ μὴν δὲ ἐν αἱρέσει 14.3 ὄντων καὶ τῶν κατὰ τὴν Μεσοποταμίαν προειρημένων ὡσαύτως Αὐδιανῶν, τῶν καὶ αὐτῶν σχίσμα ὄντων, ἀλλ' οὐκ ἀλλοτρίαν πίστιν ἐχόντων, μόνον ἰδιωτικῶς περὶ τοῦ κατ' εἰκόνα φιλονεικούντων, οὐ διὰ πίστιν δὲ ἀφηνιαζόντων καὶ ἑαυτοὺς ἀφοριζόντων οὐδὲ διά τι ἕτερον, ἀλλὰ κατὰ ἐθελοακρότητα δικαιοσύνης δῆθεν, διὰ τὸ μὴ συγκοινωνεῖν ἐπισκόποις καὶ πρεσβυτέροις τοῖς χρυσὸν καὶ ἄργυρον κεκτημένοις καὶ διὰ τὸ ποιεῖν τὸ πάσχα ἐν ᾧ καιρῷ Ἰουδαῖοι ποιοῦσι, καὶ σχιζόντων ἑαυτοὺς τούτων χάριν καὶ ἀπαλλοτριούντων τῆς 14.4 ἑνώσεως τῆς ὀρθοδόξου ἐκκλησίας. οἱ γὰρ μὴ λαβόντες πνεῦμα ἅγιον οὐκ ἔμαθον τὰ βάθη τοῦ θεοῦ καὶ εἰς ταύτας περιεκλάσθησαν τὰς αἱρέσεις καὶ εἰς τὰς τῶν σχισμάτων διὰ προφάσεως ἐρεσχελίας. καταλείψαντες γὰρ τὴν ἀλήθειαν ἐπὶ πολλὰς τρίβους ἐβάδισαν, ἄλλοτε 14.5 ἄλλως καὶ ἄλλα διανοούμενοι. φησὶ δὲ ὁ αὐτὸς ἅγιος ἀπόστολος, δηλῶν ἡμῖν δι' ἣν αἰτίαν τοῦτο εἶπεν, «ἡμεῖς δὲ τὸ πνεῦμα τοῦ θεοῦ ἐλάβομεν, ὅπως γνῶμεν τὰ ἐκ θεοῦ χαρισθέντα ἡμῖν. ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς πνεύματος ἁγίου, πνευματικοῖς πνευματικὰ συγκρίνοντες» καὶ τὰ ἑξῆς. τὸ πνεῦμα τοίνυν τοῦ θεοῦ οὐκ ἀλλότριον θεοῦ. εἰ γὰρ ἀλλότριον θεοῦ ἐστι, 14.6 πῶς τὰ βάθη τοῦ θεοῦ ἐρευνᾷ; ἀλλὰ τί ἐρεῖς μοι, ὦ κενόδοξε, ὁ πολεμῶν σεαυτόν, ἵνα μὴ εἴπω τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ; τί γάρ, κενόδοξε, πολεμεῖς τὸν ἀκαταπολέμητον; τί μάχῃ τῷ ἀκαταμαχήτῳ; «σκληρόν σοι πρὸς κέντρα λακτίζειν». σεαυτὸν σκανδαλίζεις καὶ οὐ τὸν Λόγον, σαυτὸν ἁλίσκεις καὶ οὐ τὸ πνεῦμα, σαυτὸν ἀπαλλοτριοῖς ἀπὸ τῆς τοῦ θεοῦ χάριτος καὶ οὐ τὸν υἱὸν ἀπὸ πατρὸς οὐδὲ τὸ πνεῦμα τὸ ἅγιον ἀπὸ πατρὸς καὶ υἱοῦ. 15.1 Πάντως γὰρ λέγεις κατὰ δεινότητα· ἤκουσα γὰρ ἤδη καί τινας ματαιόφρονας τὴν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἀλήθειαν μετατιθέντας εἰς βλασφημίας καὶ λέγοντας· «ἐρευνᾷ μὲν τὰ βάθη τοῦ θεοῦ, ἀλλ' οὐ καταλαμβάνει», διὰ τὸ μὴ προσκεῖσθαι τῷ ῥητῷ τὸν λόγον τοῦτον, ἀλλὰ μόνον εἰπεῖν τὸν ἀπόστολον «ἐρευνᾷ τὰ βάθη 15.2 τοῦ θεοῦ»· καὶ οὐ πρόσκειται τὸ καταλαμβάνει. ὦ πολλῆς ἠλιθιότητος. χρεία γὰρ ἦν, ὦ θεήλατε, μετὰ τὸ εἰπεῖν ἐρευνᾷ εἰπεῖν τὸ καταλαμβάνει; κατὰ γὰρ τὴν σὴν ἀφυΐαν χωλὸν ἂν ηὑρίσκετο τὸ 15.3 πρᾶγμα μὴ προστιθεμένης τῆς λέξεως ταύτης; νῦν δὲ οὐχ ὑπολείπεταί σοι πρόφασις. πανταχόθεν γὰρ ἡ γραφὴ συνάγει τῷ εὐλαβεστάτῳ ἀνδρὶ τὴν ἀλήθειαν. περὶ γὰρ τοῦ παντοκράτορος θεοῦ γέγραπται οὕτως ὅτι «ὁ θεὸς δοκιμάζων νεφροὺς» καὶ «ἐρευνῶν 15.4 ταμιεῖα κοιλίας». εἰ δὲ δοκιμάζει νεφρούς, ἆρα οὐκ οἶδεν ὅ τι δοκιμάζει; ἢ τὸ πᾶν τῆς γνώσεως ἐν τῷ δοκιμάζειν ἀπεφήνατο; «ἐρευνῶν δὲ ταμιεῖα κοιλίας», πάλιν οὐ πρόσκειται τὸ καταλαμβάνων. ἆρα, ἐὰν μὴ πρόσκειται τῷ ῥητῷ τὸ καταλαμβάνει, θάνατον ἐμαυτῷ προξενήσω παραπλέξας τῷ ῥητῷ τὸ «οὐ καταλαμβάνει» κατὰ τὸν σὸν 15.5 λόγον, ὦ ἀνόητε; οὕτως οὖν καὶ περὶ τοῦ πνεύματος τοῦ ἁγίου εἴρηται ὅτι ἐρευνᾷ καὶ οὐ χρεία ἦν εἰπεῖν ὅτι καὶ καταλαμβάνει. ἐπ' αὐτοῦ γὰρ τοῦ λόγου δηλοῖ ὅτι ἔστιν ἐν τῷ πνεύματι τῷ ἁγίῳ ἡ γνῶσις τοῦ θεοῦ καὶ τῶν βαθέων τοῦ θεοῦ. κἄν τε μὴ εἴπῃ καταλαμβάνει, τὸ αὐτό μοι νόησον καὶ μὴ τὴν ἑαυτοῦ ψυχὴν ἀπόλλυε. 15.6 ὡς γὰρ ἐπὶ τοῦ πατρὸς οὐ τολμητέον λέγειν τὸ ἐρευνᾷ καὶ οὐ καταλαμβάνει αὐτὸς γὰρ τὸν ἄνθρωπον ἔκτισε σὺν υἱῷ καὶ ἁγίῳ πνεύματι· ἀεὶ γὰρ ἡ τριὰς τριὰς καὶ οὐδέποτε προσθήκην λαμβάνει, 15.7 οὕτω δὴ καὶ περὶ τοῦ ἁγίου πνεύματος νοητέον. ὅταν γὰρ εἴπῃ ὅτι «ποιήσωμεν τὸν ἄνθρωπον» «ἐν ἀρχῇ γὰρ