1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

11

στοναχαί τε, καὶ ἤματα δακρυόεντα, Ἐννύχιαι μελεδῶναι, ἔρως θ' ὅλος ἀμφὶ ἄνακτα. 584 Τοῖα σαοφροσύνης καλὰ φάρμακα, οἷς σὺ, φέριστε, Οὐδ' εἴδωλα πόθοιο χερειοτέρου ποτὲ θήσεις Σῇσιν ἐνὶ πραπίδεσσιν, ἁγνὸν δέ τε καὶ νόον ἕξεις, Ὡς νηὸς μεγάλοιο Θεοῦ καὶ Πνεύματος αἴγλη. Παρθένε, παρθένος ἴσθι καὶ οὔασι, καὶ φαέεσσι, Καὶ γλώσσῃ· πᾶσιν γὰρ ἐπίτροχός ἐστιν ἁμαρτάς· Οὔατα μὲν πτερόοιτο μόνοις ἐσθλοῖσι λόγοισιν, Αἰσχροῖσι δὲ θύρετρα καὶ ἀφραδέεσσι τετάσθω. Ὄμματα δ' ἐν νυμφῶσι τεοῖς βλεφάροισιν ἐρύχθω Σώφρονα, μηδὲ μάχλοις κινήμασι κέντρον ἐγείροι Χείλεα δ' αὖ, καλύκεσσιν ὁμοίϊα, δέσμια κείσθω, Καὶ μῦθος ποθέοιτο. Πόδες δ' ὑπέροπλον ἰόντε 585 Ψεῦσται παρθενίης, καὶ ἴθματα πόρνον ἔχει τι. Ῥωγαλέον δὲ χιτῶνα, καὶ οὐ τρυφέωντα κάρηνα Αἴδεο, μὴ σηρῶν καλὰ νήματα. Μάργαρος ἄλλην Κοσμείτω, καὶ χρυσὸς ἐπαστράπτων μελέεσσιν, Ὧν καὶ γραπτὰ πρόσωπα, χθονίων πλάσματα χειρῶν, Εἰκόνος οὐρανίης ἀλλότρια, εἰκόνες αἰσχραὶ, Μαχλοσύνης στῆλαί τε καὶ οὐ λαλέοντες ἔλεγχοι, Κινύμενοι πίνακες, μυστήρια νυκτὸς ἐνηοῦς, Αἴσχεα μαρμαίροντα, τάφοι κρύπτοντες ὀϊζύν. Τῶν ἄπο τηλόθ' ἴοιο, παραστάτι κυδήεσσα Κάλλει κρυπτομένῳ, νύμφη Χριστοῖο ἄνακτος. Ὄμματα δ' ὄμμασι μίσγε, λόγῳ λόγον, ἁγνὰ καὶ ἁγνοῖς. 586 Μή ποτε μηδὲ γέλωτι γέλων, καὶ θάρσεϊ θάρσος. Ἐκ γὰρ δὴ τοιῶνδε κακὸς μερόπεσσιν ὄλισθος. Ἄρσενα πάντ' ἀλέεινε, συνείσακτον δὲ μάλιστα, (Μεῤῥᾶς πικρὸν ὕδωρ, καὶ πείθεο, παρθένος ἁγνή,) Κἢν χρυσοῖο πέλῃ καθαρώτερος, ἢ ἀδάμαντος Στεῤῥότερος. ∆ιπλοῦν γὰρ ἔπι δέος. Εἰ σὺ πέποιθας Σαρκὶ τεῇ, τίς πίστις ὁμωροφίοις μελέεσσι, Μή σοι μὲν καθαρόν τε καὶ ἄσπιλον ὄμμα, νόος τε, Φρὴν δ' ἑτέρη κεύθοι τι χοὸς, καὶ πνεῦμα διώκοι; Ἐκ σαρκῶν ἐπὶ πνεῦμα μετήλυθες, ἔνθεν ἀέρθης· Πῶς αὖθις σάρκεσσιν ὁμὸν βίον αἰνήσασα, Νυμφίον ἱμερόεντα τεῆς ζηλήμονα μορφῆς Αἰσχύνεις, μή πού σε κεδνῆς φιλότητος ἀμέρσῃ, 587 Ὡς δισσὴν, σκάζουσαν ἐπ' ἀμφοτέροισι πόδεσσι; Χριστὸν ἔχεις ἀγαπητὸν, ἀπόπτυσον ἄνδρας ἅπαντας. Τί χρῄζεις ἐπίκουρον ἔχειν χατέοντ' ἐπικούρου Πῶλοι μὲν πώλοισι φίλοι, ἔλαφοί τ' ἐλάφοισι, Καὶ ψῆρες ψήρεσσιν, ἁγνῷ δέ τε τίμιος ἁγνός. Ἀλλ' ἔμπης κακόμητιν ἀλεύεο, μή σε δολώσῃ, Καὶ πινυτόν περ ἐόντα· σοφοῖς δέ τε καὶ πλέον ἔχθει. Πολλάκις ἐξ ἀγαθοῖο κακὸν πόρσυνε καὶ ἐσθλοῖς. Νῦν φάος, εἶτα σκότος, ἔνδον μόρος, εἶδαρ ὕπερθεν. Καὶ σαίνει γλυκεροῖσι, καὶ ὄλλυσι κευθομένοισι. Πολλάκι μὲν συνάγειρεν ὁμόφρονας ἀλλήλοισι 588 Πνεύματι, καὶ φάος ἦλθεν, ἐπωνυμίην τέ γε σεμνὴν, Τὴν ἀγάπην καλέουσιν, ὑπήλυθεν. Αὐτὰρ ἔπειτα Ἐκ κραδίης ἐπὶ σάρκας ἄγων πόθον ἐγγὺς ἐούσας, Ἢ πῦρ, ἠὲ πυρὸς σημήϊα λυγρὰ δίδωσιν. Εἴ τοι μηδὲ πυρὸς σημήϊον, ἀλλὰ τάχιστα Πλήξεις εἰσορόωντας. Ἑτοιμότεροι δέ τε πάντες Εἰς κακίην τελέθουσι. Ῥόος δ' ἐπὶ πρηνὲς ὁδεύει. Ἀλλὰ δόμος, καὶ εἷμα, τράπεζά τε, ἀδρανίη τε Γήραος ἀργαλέοιο, τόδ' ἤγαγεν αἶσχος ἀρωγόν. Χρύσεα χαλκείων διαμείβεαι, εἰ γανόωντος Ἀντὶ βίου μικρὴν καὶ ἀεικέα τέρψιν ἐδέξω. 589 Οὐδ' εἴ μοι χρυσοῖο, καὶ ἠλέκτροιο τάλαντα, Καὶ πεδία χλοάοντα καὶ εὐρέα πώεα δοίης, Καὶ δόμον αἰγλήεντα, καὶ Ἀλκινόοιο τράπεζαν, Οὐδ' εἴ μοι βίον ἄλλον ἀγήραον ἀντὶ παρόντος, Οὐδέ κεν ὣς λιπόχριστον ἐγὼ βίον αἰσχρὸν ἑλοίμην. Ἄρτος ἐμοὶ στείνοιτο, ποτὸν τὸ ὕδωρ ποθέοιτο· Φύλλα συκῆς μ', ὡς πρόσθεν Ἀδὰμ Εὐάν τε, καλύπτοι Καὶ σήραγγας ἔχοιμι πετρῶν δόμον, ἤ τινα φηγοῦ Κευθμῶνα, σχέδιόν τε βίον, καὶ θηρσὶν ὁμοῖον· Ἤ τινα πὰρ πυλεῶνα βεβλημένος, ἄχθος ἀρούρης, Ἀνδρὸς ὑπερφιάλοιο, πένης, καὶ Λάζαρος ἄλλος, Ἕλκοιμι ζωήν τε λυγρὴν καὶ σῶμα πονηρόν. Νῦν τάδε, χάσμα δ' ἔπειτα, καὶ ἄντιτα πάντα τὰ τερπνά. 590 Σοὶ κόρος, ἄλγος ἔμοιγε· μικρὸν, καὶ πάντα λέλασται. Ἓν πάντες μετὰ τύμβον, ἴη κόνις· ἶσος ὁ χῶρος ∆μώεσι καὶ βασιλεῦσι. Τὸ δὲ πλέον, οὐκ ἀΐδαο; Τοὔνεκα μήτ' ἀγαθοῖσιν ἰαίνεο τοῖς παρεοῦσι, Μήτε λίην μογεροῖσιν ἄσαι φρένα τοῦδε βίοιο. Ἦ γὰρ ὁμοῦ τερπνοῖσι καὶ ἄλγεα πάντ' ἀπολείψεις Οὐ μετὰ δήν. Τί δὲ μακρὸν