1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

12

ἐφημερίοιο βίοιο; Ξεῖνος δ' ἴσθι πάροικος ἐπ' ἀλλοτρίης χθονὸς ἕρπων· Ἔνθεν ἀναστήσει σε Θεὸς ἐς πατρίδα σεῖο, Μικρὸν ἀεθλεύσαντα, πόνων δέ τε μεῖζον ἄεθλον. Καὶ σὺ φίλοις τεκέεσσιν, Ἰωναδὰβ ἔξοχε μῆτιν, Ὄλβον ἐπισπεύδων τὸν ὑπέρτατον ἐν μερόπεσσι, Τόνδε νόμον μῦθόν τ' ἐφθέγξαο· «Παῖδες ἐμοῖο, ∆εῦτε, πατρὸς δέξασθε τὸν οὐ πόρε πλοῦτον ἔμοιγε, 591 Οὔτ' ἄλλῳ ποτὲ παιδὶ πατὴρ φίλος, ἔμπεδον αἰεί. Μὴ δόμον οἰκήσητε περίγραπτον μελέεσσι, Μὴ γαίην ἀρόσητε. Τί δ' ἄμπελος ὔμμιν ὄνειαρ; Ἐν σκηναῖς ναίοιτε, μέθυσμά τε καὶ γλυκὺ πῶμα Μή ποτ' ἐφ' ὑμετέρῳ λαιμῷ, μὴ, τέκνα, χέοιτε, Ἀλλὰ Θεῷ ζώοιτε, Θεὸν δέ τε πλοῦτον ἔχοιτε Μοῦνον, ἀεὶ ζώοντα, ὁμοίϊον, ἀστυφέλικτον.» Ὣς ἄρ' ἔφη· παῖδες δὲ πατρὸς ἐτέλεσσαν ἐφετμήν. Οἶδα δ' ἐγὼ καὶ λαὸν ὑποσχεσίης ἐπὶ γαῖαν Ἰέμενον, τοῦ πρόσθε πυρὸς στύλος ἡγεμόνευε, Καὶ νεφέλης ἕλκοντος ἀσημάντου δι' ἐρήμης· Ὧ πόντος ὑπόειξε, καὶ οὐρανὸς εἶδαρ ἔδωκε, Καὶ πέτρη βλάστησεν ὕδωρ, ὁ δ' ἐχάσσατ' ὀπίσσω Εὐρὺ ῥέων ποταμὸς, καὶ ἥλιος ἔσχεθε δίφρον, 592 Καὶ παλάμῃσι τρόπαιον ἀνὴρ ἔστησε ταθείσαις Σταυρὸν ὑποσκιάων, πίστις δ' ἐπέδησεν ἀκωκάς. Ἠλίας δὲ κόραξι τράφη, καὶ γραῖαν ἔθρεψε Σιδονίην τυτθῇσιν ἐνὶ ψεκάδεσσι βίοιο, Οὔ ποτέ γ' ἐν πενιχρῇ σιπύῃ λήγοντος ἀλεύρου, Καὶ κεράμοιο βρύοντος ἀεὶ τόσον ὑγρὸν ἔλαιον, Ὅσσον ἀφύσσετο χερσὶ φιλοξείνοιο γυναικός. Ἑβραῖοι δέ τε παῖδες ἑὴν ποθέοντες ἐδωδὴν, Ὅφρα κε μὴ βασιλῆος ἐνὶ χρανθῶσι τραπέζῃ, Ἀσσυρίης καθύπερθε φλογὸς χαίροντες ἔβησαν, Ἔνθεν ἀναψύχοντες, ἑὰ πρὸς δώμαθ' ἵκοντο. Καὶ ∆ανιὴλ λείουσι ῥιφεὶς βορὰ μαινομένοισι, Θρέψε μὲν οὔτι λέοντας, ἐπεὶ χέρας ἐξεπέτασσεν, Ἀερίην δ' ἐνὶ χερσὶν ἐδέξατο δαῖτα προφήτου. 593 Σπλάγχνων δ' ἐκ μεσάτων ἀπερεύξατο θεῖον Ἰωνᾶν Θὴρ ἁλὸς, οἷον ἔδεκτο τριήμερον. Ὦ μέγα θαῦμα! Πίστις γὰρ συνέερκτο καὶ ἐν σπλάγχνοισι προφήτῃ. Ἀκρὶς Ἰωάννου δὲ τροφὴ καὶ κηρίον ἦεν Ἄγριον, ὑψιλόφων τε τρίχες ἔσθημα καμήλων, Καὶ δόμος οὐρανὸς εὐρὺς, ἐρημαῖαί τε χαμεῦναι. Τίς Θέκλαν ἐσάωσεν ὑπὲκ πυρὸς, ἢ τίς ἔδησε Θηρῶν ὠμοβόρων κρατερὸν μένος; Ἦ μέγα θαῦμα! Παρθενίη καὶ θῆρας ἐκοίμισεν, οὐδ' ἐτάλασσαν Παρθενικῆς δέμας ἁγνὸν ἑαῖς γενύεσσι μιῆναι. Οὐδὲ μὲν οὐδ' ἁγνῆς ἐπιλήσομαι (οὐ γὰρ ἔοικε), Σωσάννης, εἰ καί μιν ὑπὸ ζυγὸν ἤγαγεν ἀνὴρ, Σωφροσύνης ἣ τόσσον ἔχεν πόθον, ὥστε φυγοῦσαν 594 Χεῖρας ἀθεσμοτάτας, ψήφοις τ' ἀδίκοισι δικαστῶν Ἐς μόρον ἑλκομένην, πόθ' ὑπὲκ θανάτοιο σάωσε Πνεῦμα νέου, πολιοῖο φρένας, καὶ μήδεα πυκνὰ Ὀρθοδίκου, δήσαντος ὑπὸ σφετέροισι λόγοισι Πρεσβυτέρους Βαβυλῶνος, ἀλιτροτάτους, ἀθεμίστους. Παύλου δ' αὐτὸς ἄκουσας, ὅσης κακότητος ἄεθλον, Ὁσσατίων μόχθων τε καὶ ἀργαλέων μελεδώνων Ἐν φιλίοις, ἐχθροῖς τε, καὶ εἰν ἁλὶ, καὶ κατὰ γαῖαν Ἤρατο, καὶ τριτάτοιο πόλου πρὸς χῶρον ἱκέσθαι, Καὶ θεῖναι γλυκερῇσιν ἐν ἄρκυσι κόσμον ἅπαντα. Κεῖνος καὶ λυπροῖσιν ἀγάλλεται, ὁππόσον οὔτις ∆εξιτεροῖς. Μεσάτη δὲ κακῶν ἀρετὴ κατάκειται Ὡς ῥόδον ἐν στυγερῇσι καὶ ὀξείῃσιν ἀκάνθαις. 595 Τῶν σὺ μνωομένη, τήρει βίον ἁγνὸν Ἄνακτι, Πάμπαν ἐν ἐλπωρῇσιν ἀμείνοσι, μή σε δολώσῃ Χρειὼ, ἥ τε τάχιστα καὶ ἔμφρονα φῶτα δαμάζει. Τοὔνεκα καὶ δολόμητις, ἐπεὶ Χριστοῦ βασιλῆος Εἰς πεῖραν καθέηκε, Θεὸν βροτὸν ἄμμιγα λεύσσων Πεινάοντ', ἐκέλευσε λίθους εἰς εἶδαρ ἀμεῖψαι, Ὥς κεν χρηΐζοντα ἐν ἄρκυσιν ᾗσιν ἕλῃσιν. Ἀλλὰ Θεοῦ μὲν ἅμαρτε, σὲ δὲ βροτὸν οὔλια σαίνει Ὡς βροτόν. Ἀλλὰ Θεοῦ γε πέλοις, καὶ τῆλε διώκοις Ἐχθρὸν, ὅλη μίμνουσα Θεοῦ, καὶ σαρκὸς ὕπερθεν. Μηδ' ὡς ἐν πλεκτοῖο χοροῦ περιηγέϊ κύκλῳ, Τὸν μὲν δεξιτερῇ κατέχοις, ἄλλον δέ τε λαιῇ, Ἶσον ἐφαπτομένη καὶ σχιζομένη θεότητος, Ἥμισυ μὲν Χριστοῖο, τόδ' ἥμισυ σαρκὸς ἐοῦσα· 596 Ἢ πέλαγος τέμνουσα θοῇ καὶ ἐπαρτέϊ νηῒ, Πνεύματος ἱσταμένοιο καὶ εὔδια κυμαίνοντος, Ἴσχειν νηοπέδῃσι ταχὺν πλόον, ἢ δ' ἀπὸ γαίης Ἕλκεσθαι, νωθρήν τε δι' οἴδματος οἶμον ὁδεύειν, Ἄμφω ποντοπόροις καὶ πεζοπόροισιν ὁμοίην. Μηδὲ τεῇ ζωῇ βαλέειν ἐχενηΐδα σάρκα, Ἥτε καὶ ἱεμένην περ,