1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

13

αὐτὸν ἐπιγινώσκει εἰ μὴ ὁ υἱός, ποῖον ἄρα μεῖζον τὸ τὸν πατέρα γινώσκειν ἢ ἐκείνην τὴν ἡμέραν; εὔδηλον ὅτι τὸ τὸν πατέρα 17.3 γινώσκειν. πῶς οὖν ὁ τὰ μείζω εἰδὼς τῶν ἐλαττόνων ὑστερεῖ; εἰ γινώσκει τοίνυν τὸν πατέρα, γινώσκει πάντως καὶ τὴν ἡμέραν καὶ 17.4 οὐδέν ἐστιν οὗ λείπεται κατὰ γνῶσιν ὁ υἱός. ἀλλ' ἐρεῖς ὅτι μείζων ὢν ὁ πατὴρ πάντων ἔχει τὴν γνῶσιν, ὁ δὲ υἱὸς οὐδαμῶς, καθὼς καὶ αὐτὸς λέγει «ὁ πατήρ μου μείζων μού ἐστιν». ἀλλὰ τοῦτο τιμῶν τὸν πατέρα λέγει ὁ υἱὸς ὡς ἔπρεπε, μειζόνως τετιμημένος ὑπὸ τοῦ πατρός. ἔδει γὰρ ἀληθῶς τὸν γνήσιον υἱὸν τιμᾶν τὸν ἴδιον πατέρα, 17.5 ἵνα δείξῃ τὴν γνησιότητα. πῶς δὲ σὺ νομίζεις μείζονα εἶναι αὐτόν; περιφερείᾳ ἢ ὄγκῳ ἢ χρόνῳ ἢ καιρῷ ἢ ἀξίᾳ ἢ θεότητι ἢ ἀθανασίᾳ ἢ ἀιδιότητι; μὴ ταῦτα νόμιζε. οὐδὲν γὰρ ἐν τῇ θεότητι ἄνισον ὑπάρχει πρὸς τὸν υἱόν, ἀλλὰ καθὸ πατὴρ ὁ πατήρ ἐστι καὶ 17.6 καθὸ ὁ υἱὸς υἱὸς γνήσιος, τιμᾷ τὸν ἑαυτοῦ πατέρα. οὔτε γὰρ ὄγκῳ φέρεται τὸ θεῖον, ἵνα ὑπέρογκος τοῦ υἱοῦ ᾖ ὁ πατήρ, οὐδὲ χρόνῳ ὑποπίπτει, ἵνα ὑπέρχρονος ὁ πατὴρ γένηται τοῦ υἱοῦ, οὔτε τῷ ὕψει μερικῶς τάττεται ὁ πατήρ πάντα γὰρ περιέχει, αὐτὸς ὑπ' οὐδενὸς περιεχόμενος, ἵνα ὁ υἱὸς ὑπερβεβηκὼς νοοῖτο. ἐκάθισε γὰρ ἐν δεξιᾷ τοῦ πατρὸς καὶ οὐκ εἶπεν, εἰσῆλθεν εἰς τὸν πατέρα, ἵνα Σαβέλλιον παραλύσῃ καὶ Ἄρειον καθέλοι τῆς αὐτοῦ βλασφημίας. 18.1 ∆ιὰ τοῦτο μὴ ζήτει τὰ μὴ ζητούμενα, ἀλλὰ τίμα τὸν υἱόν, ἵνα τὸν πατέρα τιμήσῃς. ἀκούων δὲ περὶ τοῦ θεοῦ «οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός» μὴ τολμήσῃς διὰ τὸ τὸν υἱὸν ὑπερβαλλόντως τιμᾶν 18.2 τὸν πατέρα οὐκ ἀγαθὸν ἀποφῆναι τὸν υἱόν. οὐδὲ γὰρ ἀρνούμενος ἑαυτὸν ἀγαθὸν εἶναι λέγει τὸν πατέρα ἀγαθόν, ἀλλὰ τοσούτῳ μειζόνως ἑαυτὸν ἀποκαλύπτει ἐν τῷ τὴν τιμὴν παρὰ τῶν ἀνθρώπων μὴ βούλεσθαι, ἀλλ' ἀναφέρειν τὴν τιμὴν ἐπὶ τὸν ἴδιον αὐτοῦ πατέρα, ἵνα ἀπὸ τῆς ἀγαθότητος τοῦ πατρὸς γνωσθῇ ἡ γνῶσις τῆς τοῦ υἱοῦ τοῦ θεοῦ ἀγαθότητος, ἀπὸ ἀγαθοῦ πατρὸς θεοῦ γεγεννη18.3 μένου. πολλὴ γὰρ ἀδράνεια τῶν τολμώντων λέγειν περὶ τοῦ υἱοῦ 18.4 τὸ τοιοῦτον, κἄν τε εἴπῃ «εἷς ἐστιν ἀγαθὸς ὁ θεός». ἰδοὺ γὰρ ἐν πολλοῖς διδάσκει ἡμᾶς ἡ θεία γραφή, ἀγαθὸν καλοῦσα παῖδα πτωχὸν καὶ σοφόν, καί «ἀγαθὸς ἦν Σαμουὴλ μετὰ θεοῦ καὶ ἀνθρώπων» καί «ἀγαθὸς ἦν Σαοὺλ υἱὸς Κὶς ἐκ φυλῆς Βενιαμίν, ὑψηλότερος παντὸς Ἰσραὴλ ὑπὲρ ὠμίαν καὶ ἐπάνω» καί «ἀγαθὸν πορεύεσθαι εἰς οἶκον πότου» καί «ἄνοιξον, κύριε, τὸν οὐρανόν, τὸν θησαυρόν σου τὸν ἀγαθόν» καί «ἀγαθὸς λόγος ὑπὲρ δόμα» καί «ἀγαθὸς ὁ κύων ὁ ζῶν ὑπὲρ τὸν λέοντα τὸν νεκρόν» καί «ἀγαθὸν δύο ὑπὲρ τὸν ἕνα» καί «ἀγαθὴ ἐσχάτη λόγων ὑπὲρ ἀρχήν» καί «εἰ ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν», περὶ ἰχθύος καὶ 18.5 ἄρτου λέγων. πῶς οὖν τολμᾷς διανοεῖσθαι ἀπαρνούμενον τὸν υἱὸν τὴν ἑαυτοῦ ἀγαθότητα καὶ μὴ δι' ὑπερβολὴν τῆς τιμῆς ἐπὶ τοῦ 18.6 πατρὸς φέρειν τὴν ἀγαθότητα; ἑώρα γὰρ τὸν λέγοντα αὐτῷ «διδάσκαλε ἀγαθέ» λέγοντα στόματι καὶ οὐ καρδίᾳ, καὶ ἐλέγξαι αὐτὸν βουλόμενος, ὅτι οὐ τοῖς χείλεσιν αὐτοῦ ἐπείθετο, ἀλλὰ τὴν καρδίαν διήλεγχεν, ὡς καὶ ἐν ἄλλῳ τόπῳ λέγει «τί μοι λέγετε κύριε κύριε, καὶ οὐ ποιεῖτε τοὺς ἐμοὺς λόγους», καὶ ὧδε ἐβούλετο αὐτὸν ἐλέγχειν. ἔλεγε γὰρ αὐτὸν ἀγαθὸν διδάσκαλον καὶ οὐκ ἔμενεν ἐν τῇ αὐτοῦ πίστει τοῦ πιστεύειν εἰς τὴν αὐτοῦ ἀγαθότητα. 19.1 Αὐτὸς τοίνυν ὁ ἅγιος Λόγος ὁ ζῶν ὁ ἐνυπόστατος, ὁ βασιλεὺς ὁ ἐπουράνιος, ὁ υἱὸς ὁ γνήσιος, ὁ ἀεὶ ὢν σὺν πατρί, ὁ ἐκ πατρὸς προελθών, τὸ «ἀπαύγασμα τῆς δόξης, ὁ χαρακτὴρ τῆς ὑποστάσεως», «ἡ εἰκὼν τοῦ πατρὸς» ἐν ἀληθείᾳ, ὁ σύνθρονος τοῦ φύσαντος, «οὗ 19.2 τῆς βασιλείας οὐκ ἔσται τέλος», «ὁ κριτὴς ζώντων καὶ νεκρῶν», ὁ σοφία ὢν ἐκ σοφίας, ὁ πηγὴ ὢν ἐκ πηγῆς «ἐμέ», γάρ φησιν «ἐγκατέλιπον πηγὴν ὕδατος