1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

14

μάχοιντο 603 Μύθοις ἀντιθέτοισι σοφοὶ σκεδάοντες ἀπίστους. Μή σοί γ' ἁρπάζοιτο Θεὸς στυγερῇσι μερίμναις, Αἵ τε καὶ ὕψι θέοντα θοῶς ἐπὶ γαῖαν ἕηκαν, Μηδὲ νόος πλάζοιτο φερεύμενος ἔνθα καὶ ἔνθα Τέρματος, οἷά τε πῶλος ἀεθλοφόρος κ' ἀδάμαστος Τῆλε θέων, Χριστοῖο μέγα κλέος. Εἰ δέ σε πικρὸς Κλέψειεν Βελία, πλάγκτης νόος, ὅττι τάχιστα Καμπτόμενος, πρὸς νύσσαν ἴοις δρόμον ἰθὺν ἐπελθών. Κερκίς σοί γε μέλοι, καὶ εἴρια, καὶ μελεδῶναι Θείοις ἐν λογίοις, σοφίη, καὶ ᾄσματα θεῖα, Λεπταλέης φωνῆς ἔμφρων θρόος, οὐκ ἐπίδεικτος, Ἧς πλέον ἐν πραπίδεσσι, μικρὸν δ' ἐπὶ χείλεσι κείσθω. Πολλάκι καὶ κωφοῖσι δι' οὔατος ἔσθορεν ἐχθρός. 604 Μηδὲ σὺ συζυγίην τε καὶ ἄχθεα θηλυτεράων Θειοτέροισι πόθοισι φυγοῦσ', ὦ πάντα σαόφρων, Ἀλλοτρίους μεθέπειν θαλάμους καὶ ἔργα γάμοιο Ἀντὶ δὲ παρθενικῆς γε, γυνὴ ζυγίη καλέεσθαι. Μηδὲ δόμοις ξείνουσι παρέζεο, μηδὲ τραπέζαις. Μηδὲ μέση δμώων τε καὶ οἰκιδίων ὀρυμαγδῶν Στρωφᾶσθαι. Μὴ θῶπα φέρειν λόγον ἀντὶ κόροιο. Μέτρα φιλοξενίης ἀσπάζεο· εἴ τις ἄριστος, Οἶγε προφρονέως ἐλαχὺν δόμον· εἴ τις ὁμίλου, Τηλόθεν εὐμενέοι. Σοὶ δὲ κλέος οἶκος ἐρυμνός. Λώϊον ἀξενίη πουλυξείνοιο δόμοιο Παρθενικαῖς. Αἰδὼς γὰρ ἐνὶ πλεόνεσσιν ὀλεῖται, Καὶ τοῖς παρθενίη κεν ἐφυβρίζοιτο φαεινή. 605 Τῷ, μή μοι περάτων γαίης ἄπο πίστιν ἀγείρειν. Αἴδεό μοι πολιὴν, καὶ ἕσπερ ἤθεσι κεδνοῖς. Πλεῖον γάρ τι φέρει πολιὴ νεότητος ἐχέφρων Μηδὲ μὲν εὐσεβέουσα περίδρομον ἔνθα καὶ ἔνθα, Πολλάκις οὐ κατὰ κόσμον, ἅμ' ἀνδράσι κουφοτέροισι Σὸν πόδα δινεύειν ἱεροὺς σπεύδοντ' ἐπὶ χώρους, Καί περ τηλόθ' ἐόντας Ἐφέστιός ἐστιν ἅπασι Χριστὸς ἄναξ πελάων τε καὶ ἐν κραδίῃ φιλέοντος. Ἅζεό μοι πρώτιστα Θεὸν, μετέπειθ' ἱερῆα Χριστὸν ἐπιχθόνιον, ζωῆς σημάντορα σεῖο· Ὧ πελάειν πτερόεσσα, καὶ ᾧ σιγῶσ' ὑποείκειν, 606 Ὧ γήθειν ἀνιοῦσα, καὶ ᾧ ῥειουσ' ὑποείκειν, Ὥς κεν ὑποτρομέουσα, παλίσσυτος ὕψι φέρηαι Ἄλλοις τέθναθι πᾶσιν, ἐπεὶ τόδε λώϊόν ἐστι Παρθενικαῖς, ἢ γυμνὸν ἔχειν βίον, ἀσκεπέα τε. Αἰνῶ θηλυτέρων, τὰς ἄρσενες οὐδὲ ἴσασι, Ζῶσι δ' ἑκὰς βιότοιο, Θεῷ δέ τε κρυπτὰ πέφανται. Λίην εὐσεβέειν, λίην δέ τε μὴ βλεμεαίνειν. Κύδεος ἱμείρουσα, τάχ' ἂν κλέος ἐσθλὸν ὀλέσσαις, Ἀνδράσι τὸ περίφαντον· ὄλοιτο δὲ θήλεος αὐχήν. Ζηλούσθω μὲν ἄριστος, ὁ δὲ στυγέοιτο κάκιστος. Τὸ φθονέειν ἀγαθοῖς ἶσον, στέργειν τε κακίστους. Μήτε κακοὺς ὁρόωσα γαληνιόωντας, ὁδοῖο 607 Ἴσχεο, μήτ' ἀγαθοῖς φρένα δάπτεο καμπτομένοισι. Πεσσοὶ ταῦτα βίοιο, τὰ δ' ὕστατα δέρκεο πάντα. Χαίρειν εὐδιόωσα· τὰ δ' ἑστάμεν' οὐ σάφα οἶδας, Μή πού τις βροτολοιγὸς ἐπιπνεύσειεν ἀήτης. Τοὔνεκεν ἢ τρομέειν, ἢ προτρομέειν βιότοιο Πίπτοντος δὲ κακοῖο, τεὸν πόδα μᾶλλον ἐρείδειν, Εἰ δὲ καὶ εὐδρομέοντος, ἔτι πλέον. Εἰ γὰρ ἄριστοι· Πίπτουσιν, ἀνόλιστον ἔχειν βίον, οὐ μάλ' ἐλαφρόν. Ἄνθρακές εἰσι πόδεσσιν ἅπας βίος, οὐ μάλ' ἐλαφροί· Καὶ κρυπτῶν παγίδων αἰεὶ καθύπερθεν ὁδεύεις. ∆είδω μὴ βιότοιο θεμείλιον ἐν ψαμάθοισι Βαλλόμενος, ὄμβρῳ, ποταμοῖς τ' ἀνέμοις τε κεδασθῶ, Ἢ σπόρος ὡς ἐπὶ γαῖαν ἰὼν ξηρὴν καὶ ἄκαρπον, 608 Ὦκα μὲν ἀντείλαιμι, τάχιστα δὲ αὖος ἔοιμι, Ἠελίοιο βολῇσι τυπεὶς, καὶ πήμασι τυτθοῖς. Μὴ δέ μοι ὑπνώοντι κακὸν σπόρον ἐγκαταμίξῃ Ζιζανίων ἀρότης τε κακῶν, καὶ βάσκανος ἐχθρός. Ἡνίκα δ' αἰθομέναις ἁγνῶν δεκὰς ἐν δαΐδεσσι Παρθένοι ἐγρήσσουσαι ἀκοιμήτοις φαέεσσι Νυμφίον ἱμερόεντα Θεὸν δοκέωσιν ἄνακτα. Ὡς λαμπραὶ γανόωντι ὑπαντήσωσιν ἰόντι, Μή μ' ἐνὶ ταῖς κενεῇσι νόον καὶ ἄφροσι θείης, Ἤδη που Χριστοῖο παρεσσομένου μογεούσαις, Μηδ' ὀλιγοδρανέον δαΐδων σέλας ὄμμασι λεύσσων Ὀψὲ φάους ζωῆς ὑγρὸν ποθέοιμι ἔλαιον. Μὴ δέ με κληϊσθέντα γάμων ὤσαιτο θύρετρα, 609 Ἔνθα Λόγος καθαρῇσι, πόθου μεγάλοις ὑπὸ δεσμοῖς, Μιγνύμενος κραδιῇσι, σέλας καὶ κῦδος ὀπάζει. Ἔστι γάμος, τὸν παιδὶ πατὴρ φίλος ἐσθλὸς ἀρίστῳ ∆αίνυσι καγχαλόων. Τοῦ δ' ἀντιάσαιμι ἔγωγε. Τοῦ δ' ἐγὼ ἀντιάσαιμι, καὶ ὃς φίλος ἐστὶν ἔμοιγε. Μίμνοι δ' ἔκτοθι κεῖνος, ὅ τις πρὸ γάμοιο τίθησιν Ἢ