15
ἀγρὸν, ἠὲ βοῶν ζεῦγος νέον, ἠὲ δάμαρτα. Μηδ' ἐνὶ δαιτυμόνεσσι γαμήλιον εἶδος ἔχουσιν, Εἵματ' ἔχων ῥυπόωντα, δεθεὶς χεῖράς τε πόδας τε, Νυμφῶνός τε, φίλων τε, γάμων τ' ἄπο τῆλε πέσοιμι. Ἐκ δὲ γάμων παλίνορσος ἄναξ ἐμὸς εὖτ', ἂν ἐπέλθῃ, Ἐξαπίνης δοκέουσι καὶ οὐ δοκέουσιν ἐπιστὰς, Εὕροι μ' ἐν δοκέουσι, καὶ αἰνήσειε φόβοιο 610 Ὡς ἀγαθὸν θεράποντα καὶ ἤπιον ἀρχομένοισι, Καὶ σίτοιο δοτῆρα, λόγου στερεοῖο, δίκαιον. Παρθενίῃ μὲν τοῖα πατὴρ ὡς ἠπιόμητις Ἐκ θυμοῦ φιλέων ἐπιτέλλομαι. Ἀλλὰ, θύγατρες, Καὶ παῖδες, καὶ τέκνα, φίλου πατρὸς εἰσαΐοιτε, Εἴ πού τις καὶ ἔμοιγε Θεοῦ χάρις, ὥσπερ ἔολπα. Μηδ' ὡς Ἡλεῖδαι πατρὸς ἀτίσητε ἐφετμὴν, Μὴ, τέκνα, μὴ κείνοισιν ὁμοίϊον οἶτον ἕλησθε. Τοῖς δ' ἄλλοις ὅδε μῦθος. Ἀπηλεγέως δ' ἀγορεύσω Ἶσον ἐπ' ἀμφοτέροισι λόγον καὶ σταθμὰ τιταίνων, Ἀζυγίῃ τε γάμῳ τε. Θεὸς δ' ἐπιμάρτυρος ἔστω. Ὅσσον παρθενίη προφερεστέρη ἐστὶ γάμοιο, Τόσσον παρθενίης ἁγνὸς γάμος ἀμφιβίοιο. Τοὔνεκεν ἢ καθαρὴν ἀσπάζεο πάμπαν, ἄριστε, 611 Παρθενίην, εἴ σοί γε μένος, καὶ θυμὸς ὄρωρεν, Ἠὲ γάμον στέργειν τὸν ὁμοίϊον, ὡς ἐνέπουσι, ∆εύτερον ἐκ πρώτοιο καλὸν πλόον. Ἀμφοτέρων δὲ Φεύγειν ἀζυγέος τε βίου, ζυγίου τε πρόσωπον, Μιγνύντας μέλιτί τε χολὴν, καὶ βόρβορον οἴνῳ, Καὶ Σολύμοις Σαμάρειαν ἀλιτροτάτην ἱεροῖσιν. Οὐδὲ γὰρ ὥσπερ ὁδοῖο τιταινόμενον κατόπισθεν Ἂψ ἰέναι πόνος ἐστὶν ἐτώσιος, οὐδέ τι τάρβος, Ἠὲ βέλος πέμποντα μικρὸν προπάροιθε ποδοῖιν Ῥῖψαι, μηδ' ἐπὶ τέρμα καὶ ἐς σκοπὸν ἄκρον ἱκέσθαι Οὐχ ὣς παρθενίην Χριστῷ βασιλῆϊ προθέντα, Καὶ λογικὴν θυσίην, ἱερήϊον αἵματος ἐκτὸς, Εἰς γάμον ἂψ ἰέναι, θωὴ μόνον, ἀλλὰ μέγιστον 612 Πτῶμα πέλει, θανάτοιο πέλας, πρὸς δ' αἶσχος ἄληκτον, Τῷ ἴκελον, ὡς εἴ τις ἐπ' οὔρεος ἀκροτόμοιο, Ὧ πλείστοισι μόγοις προσεβήσατο χρυσὸν ὀρύσσων, Ἢ θήρης μεθέπων γλυκερὸν πόνον, ἀπροτίοπτος Ἐξαπίνης ἐπὶ γαῖαν ὀλισθήσειε πόδεσσι. Τίς δ' ἀΐων Σάπφειραν ἀτάσθαλον, Ἀνανίην τε, Κέρδεος οἳ σφετέροιο κακὸν μόρον ἠλλάξαντο, Οὐ τρομέει καὶ μικρὸν ὑποσχεσίης τι κολούειν; Καὶ γλῶσσαν χρυσέην τις, ἐπεὶ νοσφίσατο λάθρη Ἀνδράσιν ἐν προτέροισι, παρεκνόον ἡγεμονῆος, Εἷμά τε, χρῆμά τε βαιὸν, ὅλῳ δηλήσατο λαῷ. Τοῖος παρθενίης ὀπίσω δρόμος, ἠὲ χερείων, 613 Ὁσσάτιον προφέρει λάχος ἔμπνοον. Ὡς ἀπόλοιτο Συζυγίη, τὴν οὔτι γαμήλιος ἥρμοσε θεσμὸς, Ἀλλ' ὅστις ψυχὰς αἰεὶ προπάροιθεν ἰούσας Ἂψ ἐρύει, χθαμαλοῖσιν ὅπως πλεόνεσσιν ἀνάσσῃ, Πρῶτος ἐπ' οὐρανίοιο κλέους ἐπὶ γαῖαν ἑλυσθεὶς, Ἧς ὑπεροπλίῃσιν ἀτιμίης ζυγὸν ἔλκων Ἐνθάδε τοῦ περ ἀεὶ κέντρον πεφυλαγμένος εἶναι. Ἤδη καὶ τοκέεσσιν ἐγὼ μυθήσομ' ἄριστα, Ὧν βίος ἐν χείρεσσι, καὶ αἴσχεα, καὶ κλέος ἐσθλὸν Παρθενικῶν, πηοῖς τε σαόφροσι, καὶ μελεδώναις. Οὐ θέμις, οὐδ' ἐπέοικε βιάζεσθαι μεγάλοιο Πλάσμα Θεοῦ. Πάντες γὰρ ἑνὸς γένος, ὅστις ἀνάσσων, 614 Ὅστις ἀνασσομένοις ἐναρίθμιος, ὅστις ἄνολβος, Ὅστις ἐρικτήμων, ὑψίθρονος, ἐς χθόνα νεύων, Ὃς πολιῇσι πέποιθε, καὶ ὃς νεότητι γέγηθε. Πάντες ἑνὸς, πάντεσσι πνοὴ μία, εἰς ἕνα πάντες Νεύομεν. Ὡς δὲ Θεὸς πᾶσι βροτὸς ἶσος ἐτύχθη, Καὶ θάνε, καὶ συνέγειρε, καὶ οὐρανὸν εὐρὺν ἔδωκε. Τῷ μή τις σάρκεσσι φέρων χάριν ἀφραδέεσσι, Παρθενικὴν ἀέκουσαν ἄγοι πρὸς λέκτρα καὶ εὐνὴν ∆ρασσομένην Χριστοῖο, πόθον βιόωσαν ἄριστον, Πούλυπον ἐκ θαλάμης πέτρην κοτύλῃσιν ἔχοντα, Ἠέ τιν' ὄρνιν ἀοιδὸν ἀπ' εὐτύκτοιο καλιῆς. Ἀλλ' εἰ μὲν φιλόχριστον ἔχεις κέαρ, ἢ σέ γε δεσμοῖς Θειοτέροις ἐνέδησε Θεὸς, κόσμου τ' ἀνάειρε. 615 Στήσεις προφρονέως Χριστῷ περικαλλέα νύμφην, Ἢ κοῦρον, φιλότεκνος ὅπως πάρος Ἄννα Σαμουὴλ, Σῶν καθαρῶν λαγόνων ἱερὸν γόνον, ἔμπνοον ἱρὸν, Πάντων πρωτοτόκων ἱερώτερον, ἀσταχύων τε Καὶ βοτρύων, οὓς κεῖρεν ἀπάργματα γηπόνος ἐσθλός. Εἰ δὲ σύ γε Χριστοῖο μέσος κόσμοιό τε βαίνεις, Ἶσον συζυγίῃ τε καὶ ἀζυγίῃ ζυγὸν ἕλκειν, Ἀμφοτέρων δ' ὅσα καλὰ, καὶ ὅσσ' ἀντίξοα λέξας, Εὖ καὶ ἐπισταμένως, καὶ τέρματα δισσὰ χαράξας, Ἕσπεο τῇ κεν ἴοι θερμὸς πόθος ἠδ' ἐπάρηγε, Τῇ μὲν δουλοσύνῃ, τῇ δ' οὐρανίοισι