17
γόνους καὶ πάντ' ἐφράσαντο. Εἰ δὲ καὶ ἀφραδέεσσι σαοφροσύνης τι μέμηλε, Πλάσμα Θεοῦ, σὺ δὲ σαρκὸς ὅλον νόμον οὔτι πεδήσεις, Ἢν ἐθέλῃς; Εἰκτὸς δὲ λόγῳ βροτὸς, ὡς πυρὶ χαλκός. Εἰ δ' οὐ σαρκὸς ἄνασσα λόγου φύσις, ὥς μ' ἐθέωσεν. Εἰκὼν, τί πλέον ἡμῖν ὁμοίϊα κινυμένοισιν; Εἴ τοι καὶ πλεόνων φύσις ἄσχετος, ἀλλὰ τόδ' ἴσμεν, Πολλάκι καὶ ξυνῆς φύσιος κρατέουσαν ἐφετμήν. 623 Καὶ γὰρ ἐμοὶ δέμας ἐστὶν ὁμοίϊον ἀλλά μ' ἔδησε Σταυρὸς ἑλὼν, ᾧ σάρκα φέρων προσέδησα βαρεῖαν. Χριστῷ συνθανέειν γὰρ ἐέλδομαι, ὡς συναερθῶ, Πάντα φέρων Χριστοῖο, λόγον, δέμας, ἧλον, ἔγερσιν. Ἄλλοις δ' αὐτομάτη σαρκὸς δέσις, οὐχ ὑπ' ἔρωτος Θειοτέρου, τὴν οὔτι σαοφροσύνην καλέουσιν. Ἔμπαγε μὴν γέρας ἐσσὶ θεόσδοτον, ὕβριος ἐκτὸς Ζώειν, εὐδιόωντά τ' ἔχειν νόον, ἠδ' ἀτίνακτον. Ἄλλος δ' αὖ μέθυ λαρὸν ἀπήχθετο, ἄλλος ἐδωδὴν, Τὴν ἄλλοι φιλέουσιν, ἀπέστυγεν· ἄλλος ἀϋτμήν. Ἄλλοι δ' αὖ μερόπεσσιν ἀπεχθέα θυμὸν ἔχοντες, Ἐσχατιὰς ναίουσι, βροτῶν δ' ἄπο τῆλε θέουσι Προφρονέως. Σὺ δ' ἄπιστον ἔχεις νόον ἀζυγέεσσιν. 624 Οὐ μὲν ἄπιστον ἔγωγε ὀΐομαι. Ἀλλ' ἐπὶ τάρβος Φεύγεις, συζυγίης δὲ κακῶν ἐπελήσαο τῆμος. Οὐδὲ πυρὸς μαλεροῖο διατρέχει, ἠΰτε γαίης, Σκαίρουσα χθαμαλοῖσι ποσὶν τυτθὴ σαλαμάνδρη; Ἰχθὺς δ' ἔμπυρός ἐστι, καὶ οὐ πυρὶ δάμνατ' ἀπίστῳ Ἔμπυρος· αἰθόμενος δὲ, μέσης διαλάμπεται ἅλμης. Οὐδὲ λίθος μάγνησσα σιδήρεον ὅλμον ἀνέλκει; Οὐδ' ἀδάμας ἀδάμαστος; ὁ δ' οὐ σέλας ἧκε σιδήρῳ Θεινόμενος, ἄλλος δὲ σελάσσεται ὕδατι βαιῷ. Ὕδατι μὲν σέλας ἧκεν, ἀπηυγάσθη δ' ἄρ' ἐλαίῳ. Ὅσσα τε δ' αὖ καὶ τῶνδε παροίτερα θαύματ' ἔασι, Τίς κεν ἀριθμήσειεν; ἐπεὶ πάρα πόλλ' ἀγορεύειν. Παίζει γὰρ λόγος αἰπὺς ἐν εἴδεσι παντοδαποῖσι 625 Κιρνὰς, ὡς ἐθέλει, κόσμον ὅλον ἔνθα καὶ ἔνθα. Παῦρα δ' ἀπὸ πλεόνων μυθήσομαι, ὧν τὰ μὲν, αὐτὸς Ἔδρακον, ὧν δὲ βίβλοι, ὧν δ' οὔατα πίστιν ἔδωκαν. Οὐχ εἷς μὲν ποταμοῖσι κάτω ῥόος ἐστὶν ἅπασιν; Εἷς δὲ νόμος πελάγεσσιν ἐπ' ἠϊόνεσσι δεδέσθαι; Εἷς δὲ πυρὸς φλογόεντος ἄνω δρόμος ἅλμασι πυκνοῖς; Ἀλλ' ἔμπης ποταμὸς πικρὴν διανήχεται ἅλμην, Καὶ ποταμός περ ἐὼν, οὐδ' ὕδατι μίσγεται ὕδωρ. Ναῦται δ' ἐκ πελάγους γλυκερὸν ποτὸν ὑδρεύονται, Νῆα ῥόῳ πελάοντες ἐπειγομένῳ ποτὶ γαῖαν. Εὐβοίης δ' ἄρ' ὄπωπα θρασὺν πόρον, οὐδ' ἐπίφραστον Πορθμὸν, ἁλὸς κληΐδα, παλισσύτοισι ῥεέθροις 626 Μαινόμενον. Πόντος δὲ ῥέει, καὶ ῥεῖθρον ἄνεισιν. Ὠκεανὸς δ' οὐχ ἕλκετ' ἀπὸ χθονὸς, εἶτ' ἐπὶ χέρσον Ἔρχετ' ἐπειγομένοισι μεταΐσσων ῥοθίοισι; Καὶ πεδίον καὶ πόντος ἐπ' ἠϊόσι Κιμμερίοισιν Ἄλλος δ' αὖ ῥόος εἶσι πυρὸς φλογὸς, εἰ ἐτεόν γε, Αἰτναίων σκοπέλων ἀπερεύγεται ὁλκὸς ἄπιστος, Πῦρ ποταμός. Τὰ δ' ἄμικτα μίγη, Χριστοῖο θέλοντος. Οἶδα καὶ ἐν βαιοῖσιν ὁμοίϊα θαύματ' ἀεῖσαι. Ἔστι τις ἐν καρποῖσι κερασβόλος, ὡς ἐνέπουσιν, Ὃς μοῦνος, τῶν ὅσσα φύει ζείδωρος ἄρουρα, Ἐσκληκὸς καὶ ἄτεγκτον ἔχων δέμας, οὔτ' ἐνὶ γαίῃ Λύεται, οὔτ' ὄμβροισι πιαίνεται, ἀλλὰ πέπηγεν Αὐαλέος, κεράων στερεώτερος ἤματα πάντα. 627 Οὗ τὸ κέρας βέβληκε βοὸς κέρας, εὖτ' ἀροτῆρος ∆εξιτερὴ προχέῃσιν ἑὴν ἐς καρπὸν ἄρουραν, Ἔνθεν ὅγ' ἐκ κεράων καὶ οὔνομα καὶ φύσιν ἔσχεν, Εἴ τέ τιν' ἄλλον ἴσασι σοφοὶ λόγον· οὐ γὰρ ἔγωγε. Ταῦτα φύσις. Σὺ δ' ἄκουε καὶ ὄσσ' ἐβιήσατο τέχνη. Ψῆρες μὲν λαλέουσιν ὁμοίϊον ἀνθρώποισι, Φωνῆς ἀλλοτρίης ζηλήμονες, ἣν ἐδίδαξεν Εἴδωλον ξεστοῖο κατ' εἰσόπτροιο φαανθὲν Ψηρὸς, κρυπταδίην τε ἱεὶς ὄπα κερδαλέος φώς. Καὶ κόρακες κλέπτουσιν ὁμῶς ὄπα. Ὣς δ' ἐρατόχρως Ψιττακὸς ἀγκυλόχειλος ἔσω πλεκτοῖο δόμοιο, Ἀνδρόμεον φώνησε, καὶ ἤπαφεν ἀνδρὸς ἀκουήν. Ἵπποισιν δὲ κάλωες ἀπήοροι, ὧν καθύπερθεν Βαίνουσιν. Στυγερὴ δὲ δι' ἠέρος ἄρκτος ὁδεύει, 628 Ἐν δὲ δίκης θώκοισι, δικασπόλος ὥς τις ἐχέφρων, Ἑζομένη, νώμησε δίκης ἰθεῖα τάλαντα, Ὡς δοκέει, παλάμῃσι, νόον δὲ ψεύσατο καὶ θήρ. Καὶ βροτὸς ἐξεδίδαξεν, ἂ μὴ φύσις. Ὣς δὲ λέοντος Εἶδον ὑπὲρ νώτοιο λεοντοκόμον βριαροῖο Ἑζόμενον, θηρὸς δὲ μένος ὑπεδάμνατο χειρὶ, Καί ῥ' ὁ μὲν ἡνιόχευεν, ὁ δ' ἤγετο βρυχαλέος θὴρ, Ῥίψας λοίγιον ἆσθμα, καὶ ὃν σαίνεσκεν ἄνακτα. Ὣς δὲ καὶ ἀργιόδοντα βαρὺν, μεγακήτεα