18
θῆρα, Ἰνδὸς ἄγει καθύπερθε πάϊς ὀλίγῳ ὑπὸ κέντρῳ, Νωμῶν οἷά τε νῆα δέμας κρατεροῦ ἐλέφαντος. Τολμήεις, ὃς πρῶτος ἐμήσατο θῆρα δαμάσσαι, Καὶ ζυγὸν αὐχένι θῆκε, καὶ ἤγαγεν ἅρμα πέλωρον. Ἀλλὰ σὺ καὶ θήρεσσι νέμεις πλέον ἢ μερόπεσσιν, 629 Εἰ θηρῶν μὲν ἔκαμψε βίη φύσιν, οἳ δ' ἀδίδακτοι Εἰσὶ καλοῦ, καὶ μῦθον ἐπίῤῥοθον ἐγγὺς ἔχοντες. Ἄγριε, πῶς ῥα σὺ τόσσον ἐφυβρίζεις μεγάλοιο Πλάσμα Θεοῦ; τίς τόσσον ἑὴν ἤχθηρε γενέθλην; Ἀλλ' οὐ τοῖος ἔμοιγε νόος καθαρὰ φρονέοντι· Ἀλλ' οἶδ' οὐρανίους τε νοήματα, καὶ δέμας ἁγνοὺς Ἄνδρας θηλυτέρας τε. Τὸ γὰρ πλέον ἐν μελέεσσι· Ξυναὶ δ' ἀμφοτέροις ἀρεταὶ, ξυνὴ δὲ κέλευθος Ἐς βίον αἰπήεντα. Τὸ δὲ πλέον ἱεμένοιο. Πηοῖσι μὲν ταῦτ' ἐπιτέλλομαι οὐρανοφοιτῶν. Παρθενίη, σὺ δέ μοι περικήδεο, ὥς κεν ἐρυμνὴ Πάντοθεν, εὖ βεβαυῖα, Θεῷ καὶ ἄρτιος εἴης, Μάργαρος ἐν λάεσσιν, ἑωσφόρος ἐν φαέεσσιν, 630 Ἐν πτηνοῖσι πέλεια, ἐν ἄλσεσιν ἔρνος ἐλαίης, Καὶ κρίνον ἐν πεδίοισι, καὶ ἐν πελάγευσι γαλήνη. Παρθένε, κόσμον ἅπαντα, καὶ ὁππόσα τερπνὰ βίοιο Ὠσαμένη, Χριστοῦ πέλας ἵστασο λαμπετόωντος, Καὶ χερὶ χειρὸς ἑλοῦσα, τεῆς ἄγε παστάδος εἴσω, Τερπνῆς, ἡδυπνόοιο, θυώδεος· ὥς κε μύροισι Μίξαις οὐρανίοισι μύρον τεὸν, ἔνθα χυθεῖσιν Ἀφράστοισι πόθοισι πόθους, καὶ κάλλεϊ κάλλος, Κρυπτὸν κρυπταδίῳ, καὶ αἰγλήεντι φαεινὸν, Χριστὸν ἔχοις μορφῆς ἐρικυδέος ἐσθλὸν ἐραστὴν, Χριστὸν ἐεδνωτήν. Χριστὸς δ' ἀνέῳξε καλύπτρην, 631 Καὶ θάμβησεν ἰδὼν κεδνὴν περικαλλέα νύμφην, Ἐσθλὴν, μαργαρίεσσαν, ἐΰθρονον, ὑψικάρηνον, Καί σε καλήν περ ἐοῦσαν, ἔτι χαρίεσσαν ἔθηκε. Χριστὸς καγχαλόωσαν ἑὰ πρὸς δώματ' ἀνάξει, Καὶ θήσει σοι δαῖτα γαμήλιον ἐν μεγάλοισιν Ἀχράντοισι χοροῖσι, καὶ οὐρανίῃσιν ἀοιδαῖς, Καὶ στέψει χαρίτεσσιν ἀειθαλέεσσι κάρηνον, Καὶ στήσει κρητῆρα μεθύσματος ἡδυπνόοιο, Καὶ δείξει σοφίης μυστήρια, τῆς ἐν ἐσόπτρῳ Εἰκόνας ἐνθάδ' ὁρῶμεν, ἐτήτυμα φῶτα νόοιο Γυμνοτέρου. Σάρκες γὰρ ὑποείξουσι παχεῖαι Πνεύματι, ἠέριαι δὲ, βίον δέξονται ἀγήρω. Ἀλλὰ, φίλοι, μέλπωμεν, ὅσοις πόθος ἁγνὸς ἄνακτος· Ἠίθεοι, κοῦραί τε, Θεοῦ γάμον οὐρανίωνος, Λαμπάδας ἁψάμεναι, θείου μιμήματα φωτὸς, 632 Ἀσβέστους, νοεράς τε, ἀεὶ πλέον ἐν καθαρῇσι Πρήξεσιν ἠδὲ λόγοισι ῥιπιζομένας μεγάλοισιν Ἄχρι καὶ οὐρανίοιο. Σὺ δ' ἵλαος ἄμμιν ἐπέλθοις, Ἵλαος, ἵλαος ἄμμιν, ἁγνὴ Τριὰς, εἰς ἒν ἰοῦσα Ἐξ ἑνὸς, ὀφθαλμοῖσιν ὑπαυγάζουσα φαεινοῖς Σήμερον, ὑστάτιον δὲ φαάντερον, οἷσιν ἔλαμψας Εἷς Θεὸς ἐκ Γενέταο δι' Υἱέος ἐς μέγα Πνεῦμα, Ἱσταμένης θεότητος ἐνὶ τελέοισι τελείης.
Γʹ. Πρὸς παρθένους παραινετικός. Ἐν τούτῳ τῷ λόγῳ τὸν Συρακούσιον
μιμεῖται οὗτος γὰρ μόνος ποιητῶν ῥυθμοῖς τε καὶ κώ λοις ἐχρήσατο, ποιητικῆς ἀναλογίας καταφρο νήσας. Παρθένε νύμφη Χριστοῦ, δόξαζέ σου τὸν νυμφίον 633 Ἀεί. Κάθαρε σαυτὴν ἐν λόγῳ καὶ σοφίᾳ, Ἵνα λαμπρὰ τῷ λαμπρῷ πάντα ζήσῃς τὸν αἰῶνα Κρείσσων γὰρ αὕτη πολὺ τῆς φθαρτῆς συζυγίας. Ἐν σώματι τὰς νοερὰς δυνάμεις ἐμιμήσω Ἀγγελικὴν ἐπὶ γῆς μετῆλθες πολιτείαν. ∆εσμὸς ἐνταῦθα, καὶ λύσις, καὶ σώματ' ἐκ σωμάτων· Ἄνω δ' ἑκάστη μονὰς οὔποτε λυομένη· Οἱ πρῶτοι φέρουσ' ἀκτῖνα τῆς καθαρᾶς Τριάδος, Πνεύματα καὶ πῦρ, λειτουργοὶ τῶν Θεοῦ προσταγμάτων. Ὕλη δὲ μίξιν ἐξεῦρεν, ἀεὶ ῥέουσα φύσις, Ἧ μέτρον ὥρισε Θεὸς, γάμον νομοθετήσας. 634 Σὺ δ' ἔργον ὕλης φυγοῦσα, τοῖς ἄνω συνηρμόσθης, Ὡς νοῦς ἁρμόζεται νοῒ τὴν θείαν ἁρμονίαν, Καὶ σαρκὶ πολεμοῦσα βοηθεῖς τῇ εἰκόνι. Πνοὴ γὰρ ἔφυς Θεοῦ, τῷ χείρονι συνδεθεῖσα, Ἵνα ἐκ πάλης καὶ νίκης τὸ στέφος ἀπολάβῃς, Ἄνω θεῖσα καὶ τὸν χοῦν καλῶς ὑποταγέντα. Αἰνείσθω σοι καὶ γάμος, πρὸ γάμου δ' ἀφθορία· Γάμος συγγνώμη πάθους, ἁγνεία δὲ λαμπρότης· Γάμος πατὴρ ἁγίων, ἁγνεία δὲ λατρεία. Ταύτην καὶ τότε καιροῖς ἐτίμων τοῖς εὐθέτοις, Ἀδὰμ ἐν παραδείσῳ. Μωσὴς ἐν ὄρει Σινᾶ, Λειτουργῶν ὁ Ζαχαρίας, ὁ πατὴρ τοῦ Προδρόμου. 635 Γάμος καὶ