19
παρθενίας ῥίζα τῆς Θεῷ φίλης, Ἀλλ' ἔστιν ὁμῶς σαρκὸς καὶ βράσματος δουλεία. Ὅτ' ἦν νόμος, καὶ σκιαὶ, καὶ πρόσκαιροι λατρεῖαι, Τότ' εἶχε πρῶτα καὶ γάμος, ὡς ἔτι νηπιώδης· Ὅτε δ' ὑπεξῆλθε τὸ γράμμα, τὸ πνεῦμ' ἀντεισήχθη, Καὶ Χριστὸς ἔπαθε σαρκὶ, προελθὼν ἐκ Παρθένου, Τότ' ἐξέλαμψεν ἁγνεία συντέμνουσα τὸν κόσμον, Ὃν ἐκεῖ δεῖ μεταβῆναι Χριστῷ συνανελθόντι. Καλῶς ὁδεύεις, παρθένε, εἰς ὄρος, ἄνω σώζου· Μὴ πρὸς Σόδομ' ἀποβλέψῃς, μὴ στήλη παγῇς ἁλός. Μηδὲ λίαν σε σαρκὸς ἡ φύσις ἐμφοβείτω· Μηδὲ θαῤῥήσῃς ἄγαν, ὥστε πότ' ἐκπλανηθῆναι. Σπινθὴρ ἀνάπτει καλάμην· σβέννυσι δ' ὕδωρ φλόγα. 636 Ἔχεις φάρμακα πολλὰ τῆς σεμνῆς παρθενείας· Θεοῦ σε φόβος πηγνύτω, νηστεία σε κενούτω, Ἀγρυπνία, προσευχαὶ, δάκρυα, χαμευνία, Ἔρως ὅλος πρὸς Θεὸν, γνησίως τεταμένος, Πάντα κοιμίζων πόθον ἀλλότριον τῶν ἄνω Ὁ πεσὼν ἐγειρέσθω· ὁ ναυαγῶν ἐλεείσθω. Σὺ δὲ εὐπλόει, τὸ ἱστίον πετάσασα τῆς ἐλπίδος Οὐ τῶν κάτω τὸ πίπτειν, τῶν δ' ἄνω φερομένων Ὀλίγοι πτεροῤῥυοῦσιν, οἱ πλείους δ' εὐδρομοῦσιν. Ἔπεσεν Ἑωσφόρος, ἀλλ' οὐρανὸς ἀγγέλων. Ἰούδας ἦν προδότης, οἱ δ' ἕνδεκα λαμπτῆρες. Μόνον ὅλην σεαυτὴν ἁγνὴν τήρει, παρθένε. Μή πως ῥυπώσῃς Χριστοῦ τὸν ἄσπιλον χιτῶνα. Ὄμμα σου σωφρονείτω, γλῶσσα παρθενευέτω, 637 Μὴ νοῦς πορνεύῃ, μὴ γέλως, μὴ ποῦς ἄτακτα βαίνων. Τὴν πιναρὰν στολήν σου, καὶ τὴν αὐχμηρὰν κόμην, Μᾶλλον αἰδοῦμαι μαργάρων καὶ τῆς σηρῶν εὐκοσμίας. Καλὸν ἄνθος ἡ αἰδὼς, καὶ μέγας κόσμος ὠχρότης, Καὶ πλέγμα καλὸν, πάσαις ἀρεταῖς στεφανοῦσθαι. Ἄλλη χρώμασιν εἰκόνα τὴν Θεοῦ νοθευέτω, Πίναξ ἔμψυχος, σιγῶν κατήγορος τῶν ἔνδον· Σὺ δ' ἧς ἔχεις εὐμορφίας νεκρούσθω σοι τὸ πλεῖστον· Κάλλει δὲ λάμπε ψυχῆς ἐκ Θεοῦ κοσμουμένη. Ὄψιν δ' ἀῤῥένων φεῦγε, εἰ θέμις, καὶ σωφρόνων, Μή που πλήξῃς, ἢ πληγῇς ἐκ μώμου τοῦ Βελία. Ὄμματ' ὄμμασι μὴ δουλοῦ, μὴ δ' ἕλκε λόγον λόγῳ, Μὴ παρειὰ παρειαῖς διδότω παῤῥησίαν. 638 Μηδέν σοι καὶ τῇ γεύσει ξύλου τοῦ κατακρίτου, Μή σε ξύλου τῆς ζωῆς ὁ ὄφις ἔξω βάλῃ. Καὶ τοῦτο πείθου σὺ, παρθένε, μὴ συνοίκει προστάτῃ· Χριστὸν ἔχουσα νυμφίον, ζηλοῖ σου τὴν ἁγνείαν, Τί μοι, σάρκας φυγοῦσα, πρὸς σάρκας ἐπιστρέφεις, Οὐ πάντες ἄνδρες τὴν σὴν ἁπλότητα χωροῦσιν. Ὡς ῥόδον ἐν ἀκάνθαις, οὕτως ἐν πολλοῖς στρέφῃ, Καὶ ἐπάνω πονηρῶν παγίδων διαβαίνεις. Ὁ μὲν ἐγείρει παστάδας, ἡ δ' ἐκκομίζει νυμφίον, Ἄλλος γίνεται πατὴρ, ἄλλος δ' ἄπαις ἀθρόως. Ὅσον κακὸν ὠδῖνες, ἀτέλεστοι πολλάκις; Ὅσον δὲ ζῆλος συζύγου, κλαπῆναί που φιλίαν; 639 Ἐκθρέψαι δὲ καὶ παιδεῦσαι, ἔπειτ' ἀτιμασθῆναι, Καὶ πικρὰς ἀπολαύειν τῶν πόνων ἀντιδόσεις; Σοὶ δὲ μέριμνα μία πρὸς Θεὸν ἀεὶ βλέπειν. Ἡ χρεία δ' ἔστω ὀλίγη μάζα, καὶ μικρὰ σκέπη, Ἀφ' ἧς πεῖραν καὶ Χριστῷ προσήγαγεν ὁ πειράζων, Λίθους αἰτῶν εἰς ἄρτους πεινῶντα μετατρέψαι· Ὧν μή ποθ' εἵνεκα μηδέ τι τῶν αἰσχρῶν ὑπομένῃς. Οὐ χείρων εἶ πετεινῶν σχεδίως τρεφομένων. Οὐκ ἐκλείψει σοι καμψάκης ἐλαίου πιστευούσῃ. Κόραξ ἐκθρέψει καθάπερ Ἠλίαν ἐν ἐρήμῳ. Ὁρᾷς Θέκλαν ἐκ πυρὸς καὶ θηρίων φυγοῦσαν, Παῦλον τὸν μέγαν πεινῶντα, καὶ ῥιγοῦντα προθύμως, Ἵνα σὺ μάθῃς, παρθένε, πρὸς Θεὸν μόνον βλέπειν, Ὃς ἐν ἐρήμῳ τρέφειν οἶδε καὶ μυριάδας. 640 Μαραίνεται τὸ κάλλος, ἡ δόξα παρατρέχει, Ὁ πλοῦτος ἄπιστον ῥεῦμα, τὸ δύνασθαι δ' ὀλίγων· Σὺ δὲ τοῦ πλάνου κόσμου τὰς στροφὰς ἐκφυγοῦσα, Εἴσελθε εἰς τὰ ἅγια τῶν ἁγίων γελῶσα, Καὶ σὺν ἀγγέλοις χορεύσεις τὴν ἄπαυστον χορείαν, Κρείσσονα τόπον λαχοῦσα υἱῶν καὶ θυγατέρων. Ἀλλ', ὦ παρθένοι, Χριστὸν μένοιτε γρηγοροῦσαι, Καὶ φαιδραῖς τὸν νυμφίον δέξασθε ταῖς λαμπάσιν, Ἵνα συνελθοῦσαι τὸ κάλλος τοῦ νυμφίου Ἴδητε, καὶ μιγῆτε τοῖς ἄνω μυστηρίοις.
∆ʹ. Εἰς παρθένον. Ἅγνευε πᾶσι, Παρθένε, καὶ τοῖς ὄμμασι Πάντων μάλιστα·
μηδέ τιν' εἰσοικίσῃ 641 Ἀνδρῶν βοηθὸν, μηδὲ τὸν σοφώτατον. Σὺ μὲν γὰρ ἁγνὴ, τὸν