1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

20

ἀπολειφθέντος ἀπὸ τῶν δύο τῶν εἰσελθόντων εἰς Σόδομα ἐπὶ τῇ καταστροφῇ. περὶ δὲ τοῦ ἀναβεβηκότος φησὶν ἡ γραφή «καὶ ἔβρεξε κύριος ἐπὶ Σόδομα καὶ Γόμορρα παρὰ κυρίου πῦρ καὶ θεῖον»· καὶ οὐκ ἦν τῆς λέξεως χρεία 29.8 τοῦ εἰπεῖν θεόν μου καὶ θεὸν ὑμῶν. καὶ Μωυσῆς φησιν ἐν τῇ ᾠδῇ «καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ». ἐὰν δὲ εἴπῃ «ἄγγελοι θεοῦ» καὶ «πῦρ παρὰ κυρίου» καὶ μὴ εἴπῃ ἄγγελοι μόνον, ἵνα δείξῃ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἓν βασίλειον, τῶν ἀγγέλων μὴ μεριζομένων εἰς ἀρχάς, ἀλλὰ θεοῦ ὄντων, προσκυνούντων δὲ τῷ υἱῷ καὶ θεῷ· ἄγγελος γὰρ ἀγγέλῳ οὐ προσκυνεῖ. καὶ οὐδαμοῦ ἐνταῦθα τὸ θεός μου καὶ θεὸς ὑμῶν. 30.1 ∆αυὶδ δέ φησιν «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου». κύριος, φησί, τῷ κυρίῳ μου· ἡ γὰρ οἰκονομία τῆς σαρκὸς οὔπω ἦν, ἧς χάριν χρεία ἦν εἰπεῖν αὐτὸν θεόν μου καὶ θεὸν ὑμῶν. 30.2 «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστιν ἑρμηνευόμενον μεθ' ἡμῶν ὁ 30.3 θεός»· καὶ οὔπω χρεία ἦν εἰπεῖν θεόν μου καὶ θεὸν ὑμῶν. καί «σὺ Βηθλεέμ, οἶκος τοῦ Ἐφραθᾶ, οὐκ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ καὶ αἱ διέξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἀφ' ἡμερῶν αἰώνων», καὶ κατὰ ἄλλα ἀντίγραφα «καὶ σὺ Βηθλεὲμ οὐχὶ ἐλαχίστη ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος καὶ ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ». καὶ ὁρᾷς ὅτι οὐδέπω χρεία ἦν εἰπεῖν θεόν μου καὶ θεὸν 30.4 ὑμῶν. ὅτε δὲ ἡ προφητεία ἐπληροῦτο Ἰερεμίου καὶ Ἠσαΐου ὡσαύτως, τὸ ἐκ παρθένου γεννηθῆναι τὸν Λόγον καὶ σάρκα σχεῖν, καθάπερ Ἰερεμίας φησί «καὶ ἄνθρωπός ἐστι. καὶ τίς γνώσεται αὐτόν;», τότε μετασχὼν τῆς σαρκὸς καὶ εἰς ἑαυτὸν χωρὶς σπέρματος ἀνδρὸς ἀπὸ τῆς θεοτόκου Μαρίας ἀναπλάσας τὴν αὐτὴν ἁγίαν σάρκα κατὰ τὸ εἰρημένον «γενόμενος ἐκ γυναικός» καὶ μετασχὼν τοῦ ἡμετέρου διὰ 30.5 τὸ ἡμέτερον φησὶ «θεόν μου»· διὰ δὲ τὸ ἀίδιον αὐτοῦ τῆς γνησιότητος κατὰ φύσιν λέγει «πατέρα μου» καὶ διὰ τὴν αὐτοῦ πρὸς τοὺς αὐτοῦ μαθητὰς χάριν «πατέρα ὑμῶν», διὰ δὲ τὸ κατὰ φύσιν αὐτῶν τῶν μαθητῶν πρὸς τὴν αὐτοῦ θεότητα καὶ τοῦ ἀιδίου αὐτοῦ πατρός 30.6 «θεὸν ὑμῶν». θεὸς γὰρ τῶν μαθητῶν, πατὴρ δὲ τοῦ κυρίου κατὰ φύσιν, τῶν δὲ μαθητῶν πατὴρ κατὰ χάριν· θεὸς δὲ τοῦ υἱοῦ ἐστιν ὁ πατὴρ διὰ τὴν σάρκα, πατὴρ δὲ διὰ τὸ ἀίδιον καὶ ἀκατάληπτον τῆς αὐτοῦ γεννήσεως καὶ γνησιότητος, ὅτι ἐν ἀληθείᾳ ἐστὶν αὐτοῦ πατήρ, γεννήσας αὐτὸν ἀχρόνως καὶ ἀνάρχως κατὰ τὴν θεότητα. 30.7 θεὸν δὲ ἐδέησεν εἰπεῖν αὐτοῦ δι' ἣν δι' ἡμᾶς ἐποίησεν οἰκονομίαν, ὢν ἀεὶ πρὸς τῷ πατρί, γεννηθεὶς ἀνάρχως Λόγος, ἐν σαρκὶ δὲ ἀπὸ Μαρίας ἐπ' ἐσχάτου τῶν ἡμερῶν γεννηθεὶς κατὰ σάρκα, ἐκ Μαρίας δὲ τῆς αὐτῆς ἁγίας παρθένου διὰ πνεύματος ἁγίου. 31.1 Νοείτωσαν τοίνυν τὰ βαθέα τῆς τοῦ θεοῦ πραγματείας καὶ μὴ τὴν χάριν εἰς ἀχαριστίαν τρέψωσιν, ἀδοξίαν λογιζόμενοι εἰς τὴν ἄφραστον καὶ ἀκατάληπτον τοῦ θεοῦ φύσιν τὴν εἰς ἡμᾶς σωτηρίαν. 31.2 ἀλλά, φασί, περὶ τοῦ θεοῦ γέγραπται «οὐ πεινάσει οὐδὲ διψήσει οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ», περὶ δὲ τοῦ υἱοῦ, ὅτι ἐπείνασεν ἐν τῇ ἐρήμῳ κατὰ τὸν πειρασμόν. καί φησιν «ὁ θεὸς ἡμῶν οὐ κοπιάσει», ὁ δὲ κύριος Ἰησοῦς ἐκοπίασεν ἐν τῇ ὁδοιπορίᾳ· καί «οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ», ὕπνωσε δέ, 31.3 φησίν, ὁ κύριος ἐν τῇ νηΐ. ὦ μάταιαι ὑπόνοιαι τῶν τὰ τοιαῦτα λογιζομένων. οὐ μόνον γὰρ τὰ ἡμῶν βάρη ἀνεδέξατο ὑπὲρ ἡμῶν ἐλθὼν ὁ ἅγιος Λόγος, ἀλλὰ καὶ ὑπὸ ἁφὴν ἐγένετο καὶ σάρκα ἔλαβε καὶ ἄνθρωπος εὑρέθη καὶ ὑπὸ τῶν γραμματέων συνελήφθη καὶ * ὥς φησι «τὸν νῶτον εἰς μάστιγας ἔδωκα, καὶ τὸ