1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

21

Παλινδρομήσεις; μὴ λίθος παγῇς ἁλός. Χήρας σὺ πλεῖον, ἀλλὰ καὶ χήρας γάμος Ὑπεύθυνος, ψευσθέντος ἁγνείας ὅρου. 648 Χρυσῆς τί γλώσσης ἐστὶν εὐτελέστερον, Ψιλῆς, διδράχμου, δή τι τῶν ἀναστάτων; Ἀλλὰ κλαπέντα τὸν στρατὸν διώλεσε. Ταῦτ' οὖν ὁρῶσα, παρθένε, πείθου Θεῷ.

Ζʹ. Περὶ ἁγνείας. Ἀρετὴ πᾶσα δικαίοις Ἕνα βαθμὸν προβιβάζει. Ὁ μὲν

ἀλλότριος εὐνῆς Ἴσος ἀγγέλοις ὑπάρχει. Ὁ δέ τ' ἐγκράτειαν ἀσκῶν, Μετὰ παρθένων τετάχθω· Ὁ δὲ τὸν γάμον φυλάσσων, Ἴσος ἐγκρατεῖ γενέσθω. 649 Μόνον ἀσκεῖτε τὸ σῶφρον Ἵνα μειζόνων τύχοιτε.

Ηʹ. Σύγκρισις βίων. Βι. Κρίναις ἂν ἡμῖν, ὦ ξένε. Κριτ. Κρίσις δὲ τίς, Βι. Βίοι

μάχονται. Κριτ. Καὶ τίνες, τίς δ' ἡ κρίσις, Βι. Ὁ κοσμικός τε καὶ ὅσος τοῦ πνεύματος, Πότερος ἀμείνων καὶ σοφοῖς βιώσιμος; Κριτ. Ὡς δύσκριτον μὲν, ἀλλ' ὅμως ἀκουστέον Κοσμ. Κόσμου πεφυκὼς, οἶδα καὶ στέργω τάδε· Τὸ δ' εὐσεβὲς, πατρῷον αἰδεῖσθαι νόμον. Πν. Θεοῦ πεφυκὼς, οἶδα καὶ σέβω Θεόν· Τὸ δ' εὐσεβὲς, τέλειον εἰδέναι σέβας. 650 Εἴ σοι τὸ χεῖρόν ἐστι τιμιώτατον, Πῶς οὐκ ἐμοὶ τὸ κρεῖσσον ἐνδικώτερον; Κοσμ. Μήτηρ ἐμοὶ σὰρξ καὶ συνεκράθην χοῖ, Σαρκὸς ποθῶ πλήρωμα τῆς ἐῤῥηγμένης Πν. Θεὸς πατήρ μοι καὶ Θεῷ συνεζύγην, Μορφῆς ποθῶ μίμησιν ἧς ἀπεῤῥύην. Κοσμ. Πῶς δ' ἂν συνέστη, φράζε, τὸ βροτῶν γένος, Εἰ μὴ τὸ σαρκῶν συζυγὲς συνέδραμε, Νόμω τε θείῳ καὶ φύσει κρατούμενον; Πν. Νόμος μὲν οὗτος, νῦν δὲ λυθῆναί με δεῖ, Βίον πρὸς ἄλλον τοῦ παρόντος κρείσσονα Σπεύδοντα, δεσμῶν καὶ φθορᾶς ἐλεύθερον. Κοσμ. Πῶς οὖν νέηλυς ἦλθε παρθένος βίος; 651 Πν. Ἦν μὲν σκιώδης καὶ πάλαι· λάμπει δὲ νῦν, Ἐξ οὗ Θεοῦ πέφηνε Μήτηρ παρθένος. Καὶ γὰρ νόμος παλαιὸς εἶξε τῷ νέῳ· Τὸ γράμμ' ἀπῆλθε, τὸ κράτος δὲ πνεύματος. Κοσμ. Ἄζυξ δ' ἂν ἦν τις συζύγου βίου δίχα, Ἢ τίς δίκαιος; Πν. Ὡς λίαν κομψός τις εἶ, Πείθων τὸ σάρκας συνδραμεῖν καλῶν χάριν, Καλοὺς μὲν ἐξέθρεψεν ἢ κακοὺς χρόνος, Ὕβριν δὲ σαρκὸς ὁ σπορεὺς ἐπέβλυσεν. Οὐκ ἄλλο. Τὸ φρονεῖν δὲ τῷ πάθει γέλως, Ὡς συγκάμνοντα Θεοῦ θελήματι. Κοσμ. Τί οὖν βίῳ δέδωκας, ἐζήτεις δὲ τί; Πν. Κλάδους. Κοσμ. Ἵνα ψυγῶσιν, ἢ λαῖλαψ λάβοι; 652 ∆ὸς τὴν ἐμὴν σὺ ῥίζαν· εἶτ' ἔχε κλάδους. Πν. Ἀρκεῖ γενέσθαι. Τῇ φθορᾷ δ' ἄλλος κάμοι, Τρέφων, διδάσκων, εἶτα πενθῶν ἀθρόος Τὸν οὐκ ἔτ' ὄντα, γραπτὸν ἐν τοίχοις βλέπων Ἄπνουν τὸ κάλλος, υἱὸν οὐ κινούμενον Κοσμ. Εὐπατρίδης ἐγώ τις. Πν. Ἐκ ποίου γένους; Ποῖος δ' ὁ πλάστης; τὸν δὲ πηλὸν ἀγνοεῖς Ὡς εἷς; μί' εὐγένεια, μίμησις Θεοῦ. Τάφοις κρατεῖς σὺ καὶ νέοις προστάγμασιν, Ἐξ ὧν ἐγράφης εὐγενὴς, οὐκ ἐτράφης. Κοσμ. Ἐμοὶ τὸ πλουτεῖν δυσμενεῖς βάλλει κάτω, Φθόνῳ δὲ τήκει τοὺς κακοὺς, ποιεῖ φίλους, Θρόνους δίδωσιν ἐν πόλει φυσᾷν μέγα. Πν. Ἐμοὶ πενία μηδὲ δυσμενεῖς ἔχειν 653 Χαρίζετ', οἶκτος δ' ἀσφαλέστερος φθόνου. Θρόνοι δὲ λυτοὶ καὶ φίλοι καιροῦ πλέον. Ἂν οὖν μένωσι, κρεῖσσον ἡττᾶσθαι Θεοῦ, Ἢ πρῶτα πάντων τῶν ὁρωμένων ἔχειν. Ἢ πάντων εἶναι τῶν ὁρωμένων ἄνω. Πόλις δ' ἔχοι με λαμπρὸν ἡ νοουμένη. Κοσμ. Τίς δ' ἀσφάλεια τῷ πένητι τοῦ βίου· Τείχη, πυλῶνες, μηχαναὶ, ξιφηφόροι; Πν. Κάμνοντες, ὥστε μὴ τὸ σῶμ' ὑπεκκλαπῇ· Μόνον πέπασται τοῦτο καὶ μικρὸν ῥάκος. Ἄλλων ὁ λῃστὴς, ἡ τυραννὶς ἐῤῥέτω. Ὁ φὼρ ἐχόντων· εἷς ἐμοὶ πλοῦτος, Θεὸς, Ὃν οὔποτ' οὐδεὶς ἁρπάσει κεκτημένῳ. Τὰ δ' ἄλλ' ἐχόντων οἷς φίλον, τὴν οὐσίαν 654 Ἁρπαζέτωσαν τὴν ἐμὴν πᾶσαι χέρες. Πένητος ἀνδρὸς οὐδὲν ἀσφαλέστερον· Θύει σαγήνῃ πλούσιος, τὴν δεξιὰν Τὴν αὐτὸς αὑτοῦ, ὡς φίλην ἀσπάζεται, Καὶ τῶν καλῶν δοτῆρα οὐχ ὑμνεῖ Θεὸν, Ἕως ἃ κέκτητ' εἰς ξένου πέσῃ χέρας Οὗ μὴ θέλει· τί φημι; δυσμενοῦς ἴσως, Κἀκεῖθεν ἄλλου, τὰ τροχῶν κυλίσματα· Ἐμοὶ δ' ἅπας συνέρχετ', ἢν θάνω, βίος, Οὐδὲν φθόνῳ τε καὶ στροφαῖς λελείψεται. Κοσμ. Πόσον τὸ χεῖρας μὴ βλέπειν εἰς