1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

23

νῶτα διδόντος καὶ ἀποδιδράσκοντος, ἕως ὁ ἐχθρὸς λαβὼν θάρσος κατεπιθῆται ὡς δειλοῦ καὶ ἀδυνάτου τοῦ βασιλέως καὶ διώξῃ αὐτόν, ὁ δὲ βασιλεὺς στραφεὶς αἰφνιδίως μετὰ τῆς αὐτοῦ δυνάμεως ὅλον ὑποχείριον δέξηται τὸν ἀσθενῆ καὶ 34.6 ὑπεναντίον, οὕτως καὶ ὁ κύριος ἡμῶν οὐκ ἐφοβήθη τὸν θάνατον, ὁ πρὸ τοῦ ἐλθεῖν αὐτὸν εἰς τὸ παθεῖν σημάνας ἐν τῇ ὁδοιπορίᾳ ὅτι μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι καὶ τοῦ Πέτρου λέγοντος «ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο» ἐπιτιμήσας, «ὕπαγε ὀπίσω μου, σατανᾶ» εἰπών 34.7 «ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων». ὁ οὖν ταῦτα προλέγων καὶ διὰ τοῦτο αὐτὸ ἥκων πῶς ὕστερον εὔχεται παρελθεῖν τὸ ποτήριον, ἵνα μὴ πίῃ; ὁ εἰπὼν πρὸ τοῦ θανεῖν περὶ τοῦ θανάτου κἂν διὰ τὸ μὴ ὑποληφθῆναι ψεύστην αὐτὸν οὐκ 34.8 ἠδύνατο εὔξασθαι παρελθεῖν τὸ ποτήριον· ἀλλὰ προκαλεῖται διὰ τοῦ τοιούτου προσώπου τὸν ἀντίδικον, ἵνα ἐκείνου ὑπολαβόντος δεδιέναι τὸν σωτῆρα τὸν θάνατον ἐπαγάγῃ αὐτῷ τὸν θάνατον εἰς 34.9 σωτηρίαν τοῖς θνῄσκουσι διὰ τῆς οἰκονομίας. ἀλλὰ κἂν ἀκούσῃς ὅτι τέθνηκεν ὁ κύριος, γνῶθι τὸ πάθος τοῦ θανάτου ποῦ πεπλήρωται. ἑρμηνεύει γάρ σοι ὁ κορυφαιότατος τῶν ἀποστόλων Πέτρος τὴν περὶ τοῦ θανάτου αὐτοῦ ὑπόθεσιν λέγων «θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι». ἡ γὰρ αὐτοῦ θεότης ἀναδεξαμένη τὸ ἐν σαρκὶ παθεῖν ἀπαθής ἐστι καὶ ἀπαθὴς ἦν καὶ ἀπαθὴς διέμεινε, μὴ τραπείσης τῆς ἀπαθείας μηδὲ ἀλλοιωθείσης τῆς ἀιδιότητος. 35.1 Πάλιν τε ἐὰν εἴπωσιν οἱ κενόδοξοι· οὐκ ἀπὸ τῶν τοιούτων ῥημάτων δύνασαι ἡμᾶς πεῖσαι τὸν Χριστὸν ψυχὴν ἐσχηκέναι. εὑρήκαμεν γὰρ ἄνω ἐν ταῖς θείαις γραφαῖς, ὥς φησιν Ἠσαΐας ἀπὸ προσώπου τοῦ θεοῦ καὶ πατρὸς περὶ τοῦ μονογενοῦς «οὗτός ἐστιν ὁ υἱός μου 35.2 ὁ ἀγαπητός, εἰς ὃν ἐγὼ εὐδόκησα, ὃν ἠγάπησεν ἡ ψυχή μου». τί νοήσομεν περὶ πατρός, ψυχὴν εἰληφέναι ἐν ἑαυτῷ ἢ ψυχὴν ἔχειν; τίς δὲ ληρῶν τοῦτο νοήσει περὶ τοῦ πατρός; τί οὖν φασι; τροπικώ35.3 τερον εἰρῆσθαι τὸ ῥῆμα δηλονότι. εἰ τοίνυν περὶ πατρὸς τροπικώτερον εἰρῆσθαι λέγουσιν, ἄρα καὶ περὶ υἱοῦ τὸ αὐτὸ λαμβάνειν χρή. κἄν τε γὰρ εἴπῃ ὅτι «ἡ ψυχή μου τετάρακται» καί «ἐξουσίαν ἔχω τὴν ψυχήν μου δοῦναι καὶ λαβεῖν αὐτήν», οὐκ εἶχε, φασί, ψυχήν, 35.4 ἀλλὰ τροπικώτερον εἴρηται. καὶ δοκεῖ τὸ συλλογιστικὸν αὐτῶν φρόνημα λέγειν τι, * τῆς ἀληθείας αὐτοσυστάτου οὔσης ἐκ πολλῶν τεκμηρίων. ἀπὸ γὰρ τοῦ εἴδους λαμβάνεται ἕκαστος τρόπος. ἐπὶ μὲν γὰρ τῷ πατρὶ οὐ τολμητέον ἐστίν, διότι οὐδὲ σάρκα ἐφόρεσεν. ὁμολογουμένης δὲ τῆς σαρκὸς παρὰ τοῖς Λουκιανισταῖς εἴτουν 35.5 Ἀρειανοῖς, οὐκ ἔνι ἀμφιβολία. ἀλλά, φησίν· «ὁ Λόγος σὰρξ ἐγένετο», καὶ οὐκ εἶπεν «ὁ Λόγος σὰρξ καὶ ψυχὴ ἐγένετο». πρὸς δὲ τὴν αὐτῶν ἀμαθῆ οὖσαν ἀντιλογίαν κἀγὼ λέγω ὅτι «ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς», ἀπὸ δὲ τοῦ ἔπλασε τὰ πάντα συμπεριείληφε καὶ ἀπὸ τοῦ «ὁ Λόγος σὰρξ ἐγένετο» τὰ πάντα 35.6 περιέχει. κατὰ γὰρ τὸν αὐτὸν λόγον ἀνθυποφέρομεν αὐτοῖς καὶ αὐτοὶ λέγοντες· ἰδοὺ λέγει «ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον», καὶ οὐκ εἶπεν· ἐποίησεν αὐτῷ ἧπαρ ἢ πνεύμονα ἢ καρδίαν ἢ φλέβας ἢ νεῦρα ἢ τὰ ἄλλα ὅσαπέρ ἐστιν ἐν τῷ σώματι. παρὰ τοῦτο νοήσομεν ἕν τι εἶναι ὁλοσφύρητον τὸν ἄνθρωπον, διὰ τὸ μὴ λεπτομερῶς τὴν σύνθεσιν τοῦ παντὸς ζῴου τὴν γραφὴν λεπτολογῆσαι; οὐ πάντως. ὡς γοῦν ἀπὸ τοῦ ἑνὸς εἴδους τὰ ὅλα συμπεριείληφεν, οὕτω καὶ ἀπὸ τῆς σαρκὸς τὴν ψυχὴν εἰληφέναι τὸν σωτῆρα εὖ ἐστι δῆλον. 36.1 Εἰ τοίνυν ψυχὴν εἴληφε καὶ σῶμα, καθάπερ ἀποδέδεικται, ἄρα οὐχ ἡ θεότης ἦν ἠλαττωμένη τῆς τοῦ πατρὸς οὐσίας, εἴσω παθῶν περιεχομένη, ὅπως διψήσῃ καὶ