1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

23

Φθονεῖς ἀρίστοις, καὶ κακοῖς οἰκτίζομαι. Κακῶν γὰρ οὐδέν ἐστιν ἀθλιώτερον, Κἂν εὐδρομῶσιν εἰς ἐπισφαλὲς τέλος. ∆ιαπτύεις πένητας, ὡς ἄλλου Θεοῦ Ἓν οἶδα πλάσμα, πάντας εἰς μίαν κρίσιν Ἥξοντας. Ἀλλ' ἡ δευτέρα πλάσις, τρόπος Χρηστοῖς ἐπαίρῃ· σωφρονίζομαι φόβῳ. Κάμπτῃ μογηροῖς· ἐλπίσιν κουφίζομαι. Μένει γὰρ οὐδὲν, ἀλλὰ ῥεῖ μακρῷ χρόνῳ. Νὺξ ἡμέραν ἔπαυσε, νύκτα δ' ἡμέρα· 662 Χαρὰν δὲ λύπη, καὶ τὰ τερπνὰ συμφορὰν Ἔστησεν· οὔκουν, ὡς παγίοις, προσεκτέον. Σοὶ δεινὸν οὐδὲν, οὐδὲ τῶν ἄγαν κακῶν· Τῷ γὰρ φρονεῖν πως τὸ τρυφᾷν ἐνίσταται. Ἐμοὶ δὲ πένθος, καὶ τὰ μικρὰ φαίνεται. Θεοῦ γὰρ ἀλλοτρίωσις ἡ ἁμαρτία· Πῶς δ' ἂν φέροιμι ζημιούμενος Θεόν; Σοὶ χρηστὸς ὕπνος καὶ δύο πλευρῶν θέσεις. Ἡδεῖς δ' ὄνειροι τῶν ἐν ἡμέρᾳ τύποι. Πίνεις, κυβεύεις, λαμβάνεις, παίζεις, γελᾷς. Ἐμοὶ δ' ἄϋπνον τοῦ βίου πλεῖστον μέρος, Κεντοῦσι γάρ με καὶ καθεύδονθ' οἱ πόνοι Ἂν δ' ἁρπάσω τι μικρὸν ὕπνου, δακρύω· Φοβεῖ με καὶ εἴδωλα νυκτὸς ἀγρίας, Κρίσις, δικαστὴς ἄῤῥοπος, ἔντρομος στάσις. 663 Πηγὴ παφλάζουσ' ἔνθεν ἀσβέστου πυρὸς Σκώληξ ἐκεῖθεν ἐσθίων ἀϊδίως· Μέσον συνειδὸς, ἄγραφος κατήγορος Θεὸς Θεός σοι, ἢν φέρῃ τὰ δεξιά· Ἐμοὶ σεβαστὸς, κἂν φέρῃ τἀναντία. Τὸ γάρ με κάμνειν, φάρμακον σωτηρίας. Ὅσον πιέζομ', ἔρχομαι τόσῳ πέλας Θεοῦ· τὸ γὰρ πάσχειν με συσφίγγει Θεῷ. Καὶ γὰρ στρατὸς διώκων εἰς τείχη φέρει, Παῖδες, γυνὴ σοὶ καὶ φίλοι παρήγοροι, Ἃ καὶ μεθίσταθ' ἡ μεγίστη συμφορά. Ἐμοὶ δ' ἔρεισμα καὶ παραψυχὴ Θεὸς Πεινῶντι, καὶ ῥιγοῦντι καὶ στενουμένῳ. Ὕβριζε, παῖε, δυσγενῆ, πτωχὸν κάλει, Πάτει, βιάζου, μικρὸν ὑβρίσεις χρόνον. 664 Θεῷ φέρω τὰ πάντα πρὸς ὃν καὶ βλέπω. Πέμπω λογισμὸν εἰς βίον τὸν ὕστερον· Ἐκεῖ καθίσταμ'. Οὐδὲν οἶδα τῶν κάτω. Οὕτω τὸ λυποῦν ῥᾳδίως ἐκλύομαι. Τί τ' ἄλλα; σήμερον δὲ σοὶ μὲν μὴ λαβεῖν Τὴν ψῆφον, οὐ φορητὸν, ὥς γ' ἐμοὶ δοκεῖ· Οὐ γὰρ φέρει κρατούμενον τὸ κρατοῦν ἀεί. Ἴσον δ' ἐμοὶ λαβεῖν τε καὶ τὸ μὴ λαβεῖν. Ἀρκεῖ Θεός μοι, κἂν τὰ πάντ' ἄλλος φέρῃ, Τοῦτ' εὐκλεὲς μέγιστον εἰς νίκην ἐμοί. Κοσμ. Τί οὖν ἐὰν πέσωσι τῶν ἄκρων τινές; Πν. Τί οὖν ἐὰν πέσωσι καὶ τῶν δευτέρων; Καὶ γὰρ κατορθοῦν ἔστιν ἀμφοῖν, καὶ πεσεῖν. Ἴσον πρὸς ἴσον, ἀλλ' ἐγὼ χείρους πολὺ Τίθημι τοὺς πίπτοντας ἐν πρώτῳ βίῳ· 665 Τοσοῦτόν εἰμι τοῖς κακοῖς ἐναντίος. Ὧν γὰρ κρατούντων τιμιώτερον κράτος, Τούτων πεσόντων πτῶσις ἀθλιωτέρα. Ἐκεῖνο δ' αἰτῶ μὴ λογίζεσθαι βίῳ Εἴ τις κάκιστος· τῷ βίῳ γὰρ δυσμενής. Σκοπεῖν δ' ἐφ' αὑτῷ καὶ δοκιμάζειν τὸν τρόπον Καλῶν θ' ὁμοίως καὶ κακῶν κατ' ἀντίον, Καὶ μὴ τὸ μεῖον ἐν ζυγῷ καταῤῥέπειν, Οὐ γὰρ δίκαιον, ἰσχύειν δὲ τὸ πλέον. Γνοίης δ' ἂν οὕτω τοῖν βίοιν ὅσον μέσον, Μή μοι τὸν ἄκρον τῶν ὄνων ἵππων κακῷ Ἀντεξετάζειν, μηδὲ κοσμικοῦ βίου Ἄριστον ἄνδρα, τῷ κακίστῳ τῶν ἐμῶν· Κρείττους γὰρ ἂν φανεῖεν, οὐκ ἀρνήσομαι. Εἰ δ' ἄκρον ἄκρῳ, καὶ κακὸν θείης κακῷ 666 Ἐναντίους, μάθοις ἂν ὁπόσον κρατῶ. Σκόπει κἀκεῖνο, ὅσον ἐν παντὶ χρόνῳ Τὸ πταῖσαι ὑμῖν, καὶ παρ' ἡμῖν τὸ κρατοῦν. Μίαν δέ φασιν οὐ φέρειν χελιδόνα Ἔαρ τὸ καλὸν, οὐδὲ γὰρ γῆρας τρίχα. Τί φῇς; δίδως τὴν ψῆφον; ἢ χαίρειν ἐῶ; Κριτ. ∆ίδωμι· πῶς δ' οὔ; τηνικαῦτ' οἰήσομαι Χρῆναι προτιμᾷν τὸν κάτω τοῦ σοῦ βίου, Ὅταν Θεῷ βροτῶν τιν' ἰσώσω μανείς· Εἰ δ' οὐ μανήσομ', οὐδὲ τοῦτο πείσομαι. Ἀλλ' ἄπιτε· λώϊον δ' ἢν ἔχητ' εἰρηνικῶς Ἄμφω πρὸς ἀλλήλους τε καὶ Θεὸν μέγαν, Σὺ μὲν νέμων τὰ πρῶτα τῷ πρώτῳ βίῳ, Σὺ δ' ὡς ἀδελφὸν δεύτερον προσλαμβάνων. 667 Εἴ τοι τὸ πρῶτον οὐκ ἔχει, τί κωλύει Ἔχειν τὰ δεύτερ'; οὐδὲ τοῦτ' ἀτιμία. Οὕτως ἂν ἡμῖν ἀσφαλὴς εἴη βίος. Θʹ. Περὶ ἀρετῆς. Τὴν ἀρετὴν ποθέω μὲν, ἀτὰρ τόδε μ' οὐκ ἐδίδαξεν, Ἥτις δὴ τελέθει, καὶ ὁππόθεν ἵξετ' ἔμοιγε, Καὶ μάλα περ ποθέοντι. Πόθος δ' ἀτέλεστος, ἀνίη. Εἰ μὲν δὴ καθαρὸς τελέθει ῥόος, οὐκ ἐπίμικτος Ὕδασι χειμερίοισι, χαραδραίοισί τ' ἀναύροις, ∆ίζημ' ὅς μιν ἔτετμεν ἐπὶ χθονός. Ἢ γὰρ ἀνέσχε Βόρβορον ἐκ κραδίης, ἢ δέξατο, σάρκα βαρεῖαν 668 Ἕλκων, καὶ ζοφόεντι θολούμενος ἔκτοθεν ἐχθρῷ Ζωῆς ἡμετέρης, καὶ ἰλυόεντι βερέθρῳ. Οὐδὲ γὰρ ἦεν ἐοικὸς, ἐπεὶ ῥύσις εἰμὶ