1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

24

παγεῖσα, Καὶ ῥευστοῦ βιότοιο διεκρέω, ἔμμεν' ἄρευστον. Εἰ δ' οὐκ ἀργύρεος πάντη ῥόος, ἀλλ' ἐπίμικτος Ἔστι χειροτέροις ἀρετὴ, καὶ μίξις ἄκοσμος, Πῶς ἀρετὴ τελέθει, τάδε φράζεο. Καὶ γὰρ ἔγωγε Τῇ καὶ τῇ νόον ὠκὺν ἐπὶ στήθεσσιν ἑλίσσω. Ψυχρὴ μὲν χιόνος φύσις ἔπλετο, ἀργυρέη τε Ξανθὴ δ' αὖ θερμή τε πυρὸς φύσις, οὐδ' ἐπίμικτα Ταῦτα πέλει. Ἐλύθη δὲ βίη πάρος, ἢ ἀνεμίχθη. Τῇ δ' ἀρετῇ πῶς αἶσχος ἐπήλυθεν εἰκόν' ἀτίζον, 669 Εἰκόνα τὴν μεγάλοιο Θεοῦ, κακόχαρτος ἁμαρτὰς, Εἰ ἐτεὸν Θεός εἰμι, λάχος δὲ σὸν εὔχομαι εἶναι. Πυνθάνομ' Ἀλφειοῖο καλὸν ῥόον, ὡς διὰ πικρῆς Ἔρχεθ' ἁλὸς, μέγα θαῦμα, γλυκὺς ῥόος, οὐδ' ἐπίμικτος Ἡ λώβη τελέθει. Λώβη δέ τε ἠέρος ἀχλὺς, Καὶ νοῦσος μελέων· ἀρετῆς δέ τε, ἡμετέρη νύξ. Πολλάκι ταρσὸν ἄειρα πρὸς αἰθέρα, καί με βαρεῖα Τηκεδανή τε μέριμνα χαμαὶ βάλε· πολλάκι δ' αὖτε Αὐγασάμην θεότητος ἁγνὸν φάος, ἀλλὰ μέσον τι Ἦλθε νέφος, κρύφθη δὲ σέλας μέγα, καί μ' ἐδάϊξεν, Ὡς φύγεν ἐγγὺς ἐόντα. Τίς ὁ φθόνος; ἢ ποθέεσθαι Αἰὲν ἐμοὶ ποθέει θνητοῦ νόμος, ἢ τόδ' ἄμεινον 670 Ἔστιν ἐμοὶ, μόχθῳ μὲν ἑλεῖν, μόχθῳ δὲ φυλάξαι, Τοῦτο γὰρ ἔμπεδόν ἐστιν, ὃ νοῦς κάμε. Πολλάκι δ' αὖτε Ἐσθλοῦ τ' ἠδὲ κακοῖο διάκρισιν ἐχθρὸς ἄμερσεν, Ὡς θὴρ κερδαλέος τις ἐπ' ἴχνεσιν ἴχνια βάλλων, Ὥς κεν θηρητῆρα καλοῦ πλάξειε δόλοισιν. Ἄλλοτι σὰρξ μὲν ἄνωξεν ἐμοὶ φίλον, ἄλλο δ' ἐφετμὴ, Ἄλλο Θεὸς, φθόνος ἄλλο, χρόνος τὸ μὲν, ἄλλο τι δ' αἰών. Ἔρδω δ', ὃ στυγέω, καὶ ἀμφιγέγηθα κακοῖσι. Καὶ γελόω μόρον αἰνὸν ἐνὶ σπλάγχνοισιν ἐμοῖσι, Σαρδάνιον, κακόχαρτον, ἐπεὶ καὶ τερπνὸς ὄλεθρος. Νῦν χθαμαλὸς, νῦν αὖτε μετήορος· ὕβριν ἀτίζων Σήμερον, ὑβριστὴς δ' ἄρ' ἐς αὔριον· ἄλλος ἐν ἄλλοις Καιροῖς, πουλυπόδης τις ἐειδόμενος χρόα πέτραις· 671 ∆άκρυα θερμὰ χέων, ἡ δ' οὐ συνέρευσεν ἁμαρτάς. Καὶ τὰ μὲν ἐξεκένωσα, τὰ δ' ἔνδοθεν αὖθις ἀγείρω Ἄλλαις ἀμπλακίῃσιν, ἄκους δέ τε φάρμακα ῥίψα. Σάρκεσι παρθένος εἰμὶ, καὶ εἰ φρεσὶν, οὐ σάφα οἶδα. Αἰδὼς ὄμμ' ἐκάλυψε, νόος δ' ἀνένευσεν ἀναιδὴς, Ὀξυφαὴς ξείνοισι κακοῖς, ἰδίοις δέ τ' ἀφεγγής. Οὐράνιος μύθοισιν, ἐπιχθόνιος πραπίδεσσιν Εἰμὶ, γαληνιόων τε, καὶ εὔδιος· εἰ δ' ἄρ' ἀήτης Καὶ τυτθὸς πνεύσειεν, ἀνίσταμαι οἰδαλέοισι Κύμασιν, οὐδ' ἀπέληξε ῥόθος πάρος, ἠὲ γενέσθαι Νηνεμίην. Τῆμος δὲ πεσεῖν χόλον, οὐ μέγα θαῦμα. Πολλάκι δ' εὐδρομέοντα σὺν ἐλπωρῇσιν ἀρίσταις, Ἤδη καὶ μεσάτης ἀρετῆς ὑπερεκτείνοντα, 672 Ἐξαπίνης παλίνορσον ὑπὸ προπόδεσσιν ἔθηκεν, Ὥς τε κατὰ ψαμάθοιο φέρων πόδα λοίγιος ἐχθρὸς, Κλεπτομένης προπάροιθεν ὑπ' ἴχνεσιν ἀστατέουσιν· Αὖθις ἀνέρχομ' ἔγωγε, καὶ ἔμπαλιν ἔρχομ' ὀπίσσω. Πλεῖον ἔτ' ἢ τοπάροιθε δυσάμμορος, αἰὲν ὁδεύων, Αἰὲν ἔχων μέγα τάρβος, ἔβην μόγις, ὦκα δ' ὄλισθον. Μακρός μοι βίος ἐστὶ, καὶ οὐκ ἐθέλω βιότοιο Λύσιν, ἄκος ποθέων, ἄκος δέ τε τῆλ' ἀπ' ἐμεῖο, Ἤμασι πλειοτέροισι πλέον κακότητος ἀγείρων. Τοὔνεκεν ἡμετέρῃ γενεῇ τόδε δόγμα πεπήχθω· Πρώτη μὲν Τριάδος καθαρὴ φύσις· αὐτὰρ ἔπειτα, Ἀγγελική· τριτάτη δ' ἄρ' ἐγὼ βροτὸς, ἀμφιτάλαντος, Μεσσηγὺ ζωῆς τε καὶ ἀργαλέου θανάτοιο 673 Ἑστηὼς, ἐρίδωρον ἔχων τέλος, ἀλλ' ἐπίμοχθον, Εἰ καὶ μικρὸν ἔῳξα κακοῦ βιότοιο θύρετρα. Ὧδε Θεὸς γὰρ ἄνωξεν ἐμῆς φρενὸς ἔμμεν' ἄεθλον. Κεῖνος δ' ἐστὶν ἄριστος, ὃς ἐν πλεόνεσσι κακοῖσι Βαιὰ φέρει κακίης ἰνδάλματα, καὶ πρὸς ἄναντες Σπεύδει σὺν μεγάλοιο Θεοῦ χερὶ, θερμὸν ἔρωτα Τῆς ἀρετῆς φορέων, κακίης δέ τε νῶτα διώκων. Ὥς τε ῥόος ποταμοῖο βιώμενος ἄλλο ῥέεθρον Τρηχαλέον, θολερόν τε καὶ ἄγριον, εἰ δὲ μιγείη, Κρύπτων πλειοτέρῳ καθαρῷ ῥόον ἰλυόεντα· Ἥδ' ἀρετὴ πλεκτοῖο, τὸ δὲ πλέον οὐρανιώνων. Εἰ δέ τις ἐνθάδ' ἐὼν Θεὸν ἔδρακεν, ἢ πρὸς ἄνακτα 674 Ἔδραμε σάρκα βαρεῖαν ἐς οὐρανὸν ἔνθεν ἀείρας, Τοῦτο Θεοῦ γέρας ἐστί. Βροτοῖς δέ τε μέτρ' ἐπικείσθω. Εἰ δ' ἄγε τοι καὶ τοῦτον ἐγὼ λόγον ἐν φρεσὶ θήσω, Πῶς κεν τῆς μεγάλης ἀρετῆς ἐπὶ τέλσον ἵκηαι, Ἣ μούνη καθαρῷ καθαρὸν θύος. Οὐ μὲν ὀΐω Ἐνθάδε. Πουλύχοος γὰρ ἐπ' ὄμμασιν ἐνθάδε καπνός· Στέργω δ', εἴ κεν ἔπειτα λίπω κακὰ δακρυόεντα. Οὐκ οἶον μεγάλοιο Θεοῦ τότε δῶρον ἐτύχθη, Εἰκόνα