1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

25

38.1 Ἐὰν δὲ πάλιν εἴπῃ «ποῦ τεθείκατε Λάζαρον;» ἀνθρωποπαθῶς λέγων καὶ περὶ τῆς αἱμορροούσης «τίς μου ἥψατο;» ἤ «τίνα ζητεῖτε;» ἤ «τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;» ἤ «τὸ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο» ἤ «προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ» ἤ «πρὸ τοῦ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα», οὐχ ὁρᾷς ἀπ' αὐτῆς τῆς ὑποθέσεως τὸ ὑπερβάλλον τῆς 38.2 γνώσεως, ὅτι ἐκ σαρκὸς καὶ ἀνθρωπότητος τὰ διηγήματα; ὅσα γὰρ ἐν τῇ παλαιᾷ διαθήκῃ ἀπὸ προσώπου τοῦ θεοῦ καὶ πατρὸς ὑποκατερχόμενά εἰσιν εἰς πειθὼ τῶν ἀνθρώπων, ἀγνωσίας ἐχόμενα, οὐκ ὄντα δὲ ἄγνωστα τῷ θεῷ, ταῦτα ἐλθὼν ὁ Λόγος πεπλήρωκεν, ἵνα πληρώσῃ τὸ εἰρημένον «ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ 38.3 ἐργάζομαι». «ποῦ τεθείκατε τὸν Λάζαρον;» ἠρώτα ἐγγὺς τοῦ τόπου γενόμενος· πρὸ δὲ τοῦ ἐλθεῖν εἰς τὸν τόπον ὑπὸ μηδενὸς ἀκούσας ἔλεγε τοῖς μαθηταῖς αὐτοῦ «Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται». ὁ τοίνυν ἀπὸ τοσούτων τῆς ὁδοιπορίας διεστὼς τοῦ τόπου γνοὺς ὅτι 38.4 τέθνηκε Λάζαρος, παρὼν ἐν τῷ τόπῳ ἠγνόει; οὔκουν, ἄλλ' ἤθελε δεῖξαι ὅτι ταῦτα πάντα ἐποίει, ἐπεὶ οὔπω οὐδεὶς τελείως αὐτῷ ἐπίστευεν, ἵνα ἐνδείξηται τῆς αὐτοῦ πρὸς ἡμᾶς φειδοῦς τὴν πολλὴν 38.5 φιλανθρωπίαν. ἔδει γὰρ ἐκείνας μὴ εἰπεῖν «τεταρταῖός ἐστιν, ἤδη ὄζει» μηδὲ ἀπελθεῖν καὶ δεῖξαι, ἀλλ' εἰπεῖν· πάντα οἶδας καὶ ἐὰν θέλῃς, ζήσεται. διόπερ καὶ ἐδάκρυσεν ἐπὶ τῇ τῶν ἀνθρώπων πωρώσει. οὐκ ἀγνοῶν τοίνυν ἠρώτα, ἀλλ' ἐλέγχει πειράζων καὶ φιλανθρω38.6 πεύεται. καί «τίς μου ἥψατο;» φησίν, οὐχ ὅτι οὐκ ᾔδει τίς αὐτοῦ ἥψατο, ἀλλ' ἵνα μὴ εἴπῃ δι' ἑαυτοῦ τὸ γενόμενον θαῦμα, ἀλλ' ὅπως ἐκείνη ἀκούσασα προσελθοῦσα εἴπῃ τὴν εἰς αὐτὴν γενομένην χάριν καὶ ὁμολογήσασα ἀκούσῃ· «ἡ πίστις σου σέσωκέ σε», ὅπως προτρέψη38.7 ται καὶ ἄλλους πιστεύειν, ἵνα ἰαθῶσι. «τίνα με» φησί «λέγουσιν εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;» ὡς καὶ ἐν τῇ παλαιᾷ ἀπὸ προσώπου τοῦ πατρὸς λέγει «Ἀδάμ, ποῦ εἶ;» ᾔδει δὲ αὐτὸν ποῦ ἐστιν· διὸ καὶ 38.8 ἐλέγχει αὐτὸν μετέπειτα λέγων «ἐκ τοῦ ξύλου ἔφαγες». καὶ τῷ Κάϊν «ποῦ Ἄβελ ὁ ἀδελφός σου;» καὶ οὐκ ἀγνοῶν ἠρώτα. λέγει γὰρ «ἐπικατάρατος σὺ ἐπὶ τῆς γῆς, ἣ ἔχανε δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου. ἰδοὺ γὰρ τὸ αἷμα αὐτοῦ βοᾷ πρός με». οὐκ ἠγνόει τοίνυν ὁ λέγων ὅτι τὸ αἷμα βοᾷ, ἀλλ' ὅπως δῷ αὐτῷ τόπον μετανοίας εἰς ἀπολογίαν, διὰ τοῦτο ἠρώτα. 39.1 Στρέφονται δὲ πάλιν εἰς τὴν τῆς ἀμαθίας φιλονεικίαν καί φασιν αὐτοῦ τοῦ υἱοῦ εἶναι ταύτας τὰς φωνὰς ἐν τῇ παλαιᾷ. εὐθὺς δὲ ἐλέγχεται αὐτῶν τὸ ἐπιτήδευμα. ὁ γὰρ εἰπὼν τῷ Μωυσῇ «τί 39.2 τοῦτο τὸ ἐν τῇ χειρί σου;» αὐτὸς ἔλεγεν «ἐγώ εἰμι ὁ ὤν». καί φησιν ὁ κύριος τοῖς Σαδδουκαίοις περὶ ἀναστάσεως διηγούμενος «ὅτι δὲ ἐγείρονται οἱ νεκροί, εἶπεν ὁ θεός· ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ. θεὸς οὖν ἐστι ζώντων καὶ οὐ νεκρῶν». 39.3 καὶ πάλιν πολλὰ ἔστι δεῖξαι ὅτι ἐκ προσώπου τοῦ πατρός ἐστιν ἐν τῇ παλαιᾷ διαθήκῃ εἰρημένα· ἀλλὰ καὶ ἐκ προσώπου τοῦ υἱοῦ πολ39.4 λάκις καὶ ἐκ προσώπου πάλιν τοῦ ἁγίου πνεύματος. καί «ποῦ Σάρρα ἡ γυνή σου;» τῷ Ἀβραὰμ ἔλεγεν ὁ ἐλθὼν ἄνωθεν σὺν τοῖς δυσὶν ἀγγέλοις υἱὸς θεοῦ. εἰ γὰρ ἠγνόει ποῦ ἐστιν, οὐκ ἂν ἔλεγεν «Σάρρα». 39.5 * «ἐγέλασεν οὖν ἡ Σάρρα ἔνδον οὖσα» βούλεται αὐτῆς ὑποδεῖξαι τὴν σεμνότητα ὑπογραμμὸν τῶν θελουσῶν εὐσεβεῖν ἐν ἀληθείᾳ, ἵν' ὅτε ὑποδέχονται ξένους ἐξ ἰδίων καμάτων ὑπηρετῶσι μέν, διὰ δὲ τὴν σεμνότητα τὸ πρόσωπον αὐτῶν τοῖς ἀνδράσι μὴ ὑποδεικνύωσιν. 39.6 ἐκείνη γὰρ ἡ μακαρία πάντως ἐξήρτυσε καὶ ἐξαρτύσασα εἰς πρόσωπον ἀγγέλων οὐκ ὤφθη, σεμνότητος ὑπογραμμὸν ὑποβάλλουσα ταῖς μετὰ ταῦτα γενεαῖς. ἀλλὰ καὶ ἵνα δείξῃ ὁ παρὼν τίς ἐστιν, τὸ ὄνομα