1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

28

νοῦν οὐ προῆλθεν ἐξ αὐτοῦ, Λόγος καὶ θεὸς ὢν καὶ σοφία 43.2 ὤν, ἄρα ὁ πατὴρ λείπεται σοφίας ἐν ἑαυτῷ. πῶς οὖν «θεῷ μόνῳ σοφῷ ἀοράτῳ» * καὶ ταῦτα πάντα ἐστὶν ἀκατάληπτα καὶ ἄπειρα ἀνθρώποις; ἔδωκεν ὁ θεὸς σοφίαν τῷ Σολομῶντι καὶ ἐνέπλησε σοφίας 43.3 τὸν Βεσελεὴλ καί «σοφοὶ ἄνθρωποι κρύπτουσιν αἰσχύνην». καὶ περὶ σοφίας πολλὰ ἔστι λέγειν. ἐκείνη δὲ ἡ σοφία τοῦ πατρὸς μονοειδής 43.4 ἐστι, μὴ ἔχουσα ἀντιπαράθεσιν ἄλλην. ὅμως δὲ εἰ καὶ περὶ αὐτῆς ἦν ὁ λόγος ᾀδόμενος, οὔτε συντίθεμαι οὔτε ἀποτάσσομαι, θεῷ δὲ συγχωρῶ τὸ εἰδέναι· βεβιασμένως δὲ ὁρῶ ἀντιπαράθετα τὰ λεγόμενα. «ἔκτισε», γάρ φησιν, «ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰ43.5 ῶνος ἐθεμελίωσέ με· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με». πῶς οὖν τὸ γεννώμενον θεμελιοῦται; πῶς δὲ τὸ κτιζόμενον γεννᾶται; εἰ γὰρ 43.6 κτιστόν, οὐ γεννητὸν ὄντως. ἡμεῖς γὰρ ἃ γεννῶμεν οὐ κτίζομεν καὶ ἃ κτίζομεν οὐ γεννῶμεν· ἐσμὲν γὰρ κτιστοὶ καὶ τὰ ὑφ' ἡμῶν 43.7 γεννώμενα κτιστά. ἐν θεῷ δὲ τῷ ἀκτίστῳ τὸ γέννημα οὐ κτιστόν. εἰ γὰρ ἐγέννησεν, οὐκ ἔκτισεν· εἰ δὲ μετὰ τὸ κτίσαι πάλιν γεγέννηκε, 43.8 πῶς ἄρα τὸ πρῶτον κτισθὲν ὕστερον γεννᾶται; εἰ τοίνυν περὶ αὐτοῦ ἐστι τὰ λεγόμενα, εἰς τὴν ἔνσαρκον οἰκονομίαν πληροῦται. καὶ διὰ τοῦτο τὰ ἐγγύτερα πρῶτον λέγει καὶ τὰ ἀρχαιότερα ὕστερον διηγεῖται. 43.9 πεῖσαι γὰρ ἀνθρώπους τοὺς ἐγγυτάτω βουλόμενος ἀπὸ σαρκὸς ἄρχεται ἀρχὴ γὰρ ὁδῶν τῆς δικαιοσύνης τοῦ εὐαγγελίου ὅτι σὰρξ ἡμῖν ὁ Λόγος ἐν Μαρίᾳ ἐγένετο ψυχή τε ἐν τῇ αὐτῆς σαρκὶ τεθεμελίωται, 43.10 ἵνα τὰ ἀνώτερα ὕστερα δείξῃ. λέγομεν δὲ ἐκ κόλπων πατρῴων ἀπὸ τῶν οὐρανῶν γενέσθαι ἐπὶ τὴν γῆν, ἐπεὶ ἦλθεν ἡμῖν ὕστερον τὴν πᾶσαν οἰκονομίαν τελέσας. οὐκ ἄρα τοίνυν κτιστὸς ὁ Λόγος μὴ γένοιτο καὶ οὐδὲν ἡμῖν σκολιὸν ἐνεγέννησεν ἡ θεία γραφὴ εἰς οὐδὲν τὸ παράπαν. 44.1 Ἀλλὰ καὶ φύσει καὶ παρὰ τοῖς ἑρμηνευταῖς οὐχ οὕτως ἐκδέδοται ἡ λέξις. Ἀκύλας μὲν γάρ φησι «κύριος ἐκτήσατό με», ἐπειδήπερ ἐν τῷ Ἑβραϊκῷ λέγει «ἀδωναὶ κανανί»· ὅπερ τοῦτο ἑρμηνεύεται ὅπερ εἰρήκαμεν. καὶ ἡμεῖς δὲ κατὰ τὴν συνήθειαν λέγομεν περὶ τῶν γεν44.2 νωμένων «ἐκτήσατο τέκνα». ἀλλ' οὐδὲ οὕτω τὴν δύναμιν τῆς ἑρμηνείας ἐσφράγισε. τὸ γὰρ ἀδωναῒ κανανὶ καὶ οὕτω δύναται ἑρμηνεύεσθαι «κύριος ἐνόσσευσέ με». καὶ διὰ τοῦτο ὁ Πέτρος σαφῶς διαγορεύει λέγων «τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε». οὐκ εἶπε τὸν ἄνωθεν θεὸν Λόγον, ἀλλὰ «τοῦτον τὸν Ἰησοῦν» τουτέστιν τὴν σάρκα τὴν σὺν τῷ ἄνωθεν Λόγῳ ἐν γαστρὶ Μαρίας συνειλημμένην, 44.3 τοῦτον δὲ λεγομένην διὰ τὸν ἀπὸ Μαρίας κυριακὸν ἄνθρωπον. ἐν τούτῳ γὰρ καὶ τὸ † ἀποκτιζόμενον πληροῦται, ὥς φησι Πέτρος «θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι» καὶ πάλιν «Χριστοῦ οὖν ὑπὲρ ἡμῶν παθόντος σαρκί» καὶ πάλιν «ἐξ ὧν ὁ Χριστὸς τὸ 44.4 κατὰ σάρκα», ὥς φησι Παῦλος. καὶ αὐτὸς ὁ σωτὴρ ἔλεγεν ἐν τῷ εὐαγγελίῳ «νῦν δέ με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ πατρός», ἵνα δείξῃ τὸ πάθος ἀπὸ τῆς ἀνθρωπότητος καὶ τῶν κατωτέρω, αὐτὸν δὲ εἶναι φυσικὸν 44.5 υἱὸν τοῦ πατρὸς ἀπὸ τῶν ἄνωθεν. συνᾴδει δὲ καὶ τούτῳ τῷ λόγῳ Παῦλος ὁ ἅγιος ἀπόστολος φάσκων «εἷς θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός», «ὃς οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών». 44.6 ὁρᾷς ὡς ἄνθρωπον αὐτὸν ἀπεφήνατο, ἀλλ' οὐ ψιλόν. τὸ γάρ «μεσίτης θεοῦ καὶ ἀνθρώπων», ἐπειδὴ τοῖς ἑκατέροις μεσιτεύει, πρὸς τὸν πατέρα αὐτοῦ θεὸς ὢν φύσει γνήσιος γεγεννημένος, πρὸς δὲ τοὺς ἀνθρώπους ἄνθρωπος φυσικὸς γνήσιος ἐκ Μαρίας δίχα σπέρματος ἀνδρὸς γεγεννημένος. οὕτω γάρ ἐστι μεσίτης θεοῦ καὶ ἀνθρώπων, θεὸς ὢν καὶ ἄνθρωπος γεγονώς, οὐ τραπεὶς τὴν φύσιν, ἀλλὰ κατὰ ἑκάτερα πρὸς τὰ ἀμφότερα μεσιτεύων.