1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

28

Οὐδὲν τιθέντας τῆς ἀρετῆς ἀνώτερον, Κἂν μυρίοις ἱδρῶσι καὶ πολλοῖς πόνοις Χρόνῳ τε μακρῷ τυγχάνῃ κρατουμένη. Μεμνήσομαι δὲ, δείγματος χάριν, τινῶν, 696 Ὡς ἂν μάθῃς κἀνθένδε τὴν ἀρετὴν, ὅσα Ῥόδ' ἐξ ἀκανθῶν, ὡς λέγουσι, συλλέγων, Ἐκ τῶν ἀπίστων μανθάνων τὰ κρείσσονα. Τίς οὐκ ἀκούει τὸν Σινωπέα τὸν κύνα; Οὗτος, (τί τἄλλα χρὴ λέγειν;) ἀλλ' εὐτελὴς Οὕτως τις ἦν, καὶ μέτριος τὰ τοῦ βίου, Καὶ ταῦθ' ἑαυτῷ νομοθετῶν, οὐκ ἐκ Θεοῦ Νόμον φυλάττων, οὐδ' ἐπ' ἐλπίσι τισὶν, Ὥστ' εἶχεν ἓν μὲν κτῆμα, τὴν βακτηρίαν, Οἶκον δ' ὕπαιθρον ἐν μέσῳ τοῦ ἄστεος, Στρεπτὸν πίθον φεύγοντα πνευμάτων βίας, Ὃς ἦν ἐκείνῳ δωμάτων χρυσωρόφων Κρείσσων· τροφή τε σχέδιος, οὐ πονουμένη. Κράτης δ' ὁμοίως χρημάτων ὑπερτιθεὶς Αὑτὸν, μεθείς τε μηλόβοτον τὴν οὐσίαν, 697 Ὡς ἂν κακίας ὑπηρέτιν καὶ σωμάτων, Ἀρθεὶς ὑπὲρ βωμοῦ, μεγάλῳ κηρύγματι Ἀνεῖπεν αὑτὸν, ὡς ἐν Ὀλυμπίᾳ μέσῃ, Τὸ θαυμάσιον δὴ τοῦτο καὶ βοώμενος· «Ἐλευθεροῖ Κράτητα Θηβαῖον Κράτης·» ∆ουλείαν εἰδὼς τὸ κρατεῖσθαι χρημάτων. Φασὶν τὸν αὐτὸν (ὥς τινες δ', ἄλλον τινὰ Τῶν φιλοσοφούντων ἐξ ἴσου φρονήματος), Πλέοντα, τοῦ κλύδωνος ἀγριουμένου, Ἔπειτα φόρτῳ τῆς νεὼς βαρουμένης, Ῥίπτειν προθύμως εἰς βυθὸν τὰ χρήματα, Τοῦτον δ' ἐπειπεῖν ἄξιον μνήμης λόγον· «Εὖγ', ὦ Τύχη, μοὶ τῶν καλῶν διδάσκαλε, Ὡς εἰς τρίβωνα ῥᾳδίως συστέλλομαι!» Ἄλλος παρῆκεν οὐσίαν τοῖς ἐκ γένους. 698 Ἄλλος δ' ὑπερβὰς ταῦτα, ὡς ἀνθρώπινα, Ἅπανθ' ὅσ' εἶχεν εἰς μίαν βῶλόν τινα Χρυσῆν συνελὼν, ἔπειτ' ἀναχθεὶς εἰς ἅλα, Βυθῷ δίδωσι τὴν ἀλαζόνα πλάνην, Μὴ δεῖν γὰρ ἄλλῳ προξενεῖν τὸ μὴ καλόν. Καὶ τοῦτ' ἐπαινῶ. Τῶν τις ἀρχαίων κυνῶν Βασιλεῖ προσελθὼν ἠξίου τροφῆς τυχεῖν, Εἴτ' ἐνδεὴς ὢν, εἴτε καὶ πειρώμενος. Τοῦ δ' εἴτε τιμῇ γ', εἴτε καὶ πείρᾳ τινὶ, Πλὴν χρυσίου τάλαντον ἐκ προστάγματος ∆όντος προθύμως, οὐ μὲν ἀρνεῖται λαβεῖν· Λαβὼν δ' ἐν ὄψει τοῦ δεδωκότος αὐτίκα Ἄρτον πριάμενος τοῦ ταλάντου· «Τόνδ', ἔφη, Λαβεῖν ἔχρῃζον, οὐ τὸν ἄβρωτον τύφον.» Ταῦτ' οὖν μὲν ἴσα τοῖς ἐμοῖς νόμοις σχεδὸν, 699 Οἵ με πτεροῦσιν εἰς βίον τε καὶ φύσιν Πτηνῶν, ἐφημερίῳ τε κ' ἀσπόρῳ τροφῇ, Κρίνων τε κάλλει εὖ μάλ' ἠμφιεσμένων, Ὑφαῖς ἀτέχνοις ἐγγυῶνταί μοι σκέπην, Εἰ πρὸς μόνον βλέποιμι τὸν μέγαν Θεόν. Ἀλλ' εἴ τι χρή με καὶ ξέσαι τὰ τῶν βίων, Ὡς ἂν δοκοίην μὴ μάτην ταῦθ' ἱστορεῖν, Οἱ μὲν τιμῶντες χρημάτων ἀκτησίαν, Βίον τ' ἐλεύθερόν τε καὶ δεσμῶν ἄνω, Πρῶτον μὲν οὐ καλῶς τὸ καλὸν μετῄεσαν· Πλεῖον γὰρ ἦν ἔνδειξις, ἢ καλοῦ πόθος. Ἢ τί ποτ' ἔδει βωμῶν τε καὶ κηρυγμάτων; Ἒπειτα γαστρὸς ἡδοναῖς ἐφίεσαν, Ὡς ἄν τινες φεύγοντες οὐ πλούτου κόρον, 700 Τὰς φροντίδας δὲ καὶ πόνους τῆς κτήσεως, Τρυφῆς δ' ἀφορμὴν τὸ ἀπορεῖν ποιούμενοι. ∆ηλοῦσι σησαμοῦσιν ἄρτοι κρίθινοι Ὑπεξιόντες, καὶ τραγῳδίας ἔπη, Ὧν ἕν τι καὶ τόδ' εὐστόχως εἰρημένον· «Ὦ ξένε, τυράννοις ἐκ ποδῶν μεθίστασο,» Σέρις τε φεύγουσ' ἐκ μέσων ἡδυσμάτων, Ὄψον πενήτων, ἄφθονός τε γῆς χάρις. Ἡμῖν δ' ἀνεπίδεικτον μὲν εἴ τι τῶν καλῶν, Οἷς πρῶτόν ἐστι μηδὲ τὴν εὐώνυμον Τὰ δεξιᾶς κινήματ' εἰδέναι σαφῶς. Ἡ δ' ἐγκράτεια μαρτυρεῖ τὸ ἔνθεον. Καλὸν Κλεάνθους τὸ φρέαρ, καὶ Σωκράτους Τὸ ζῇν πενιχρῶς· τἄλλα δ' ὡς ἀσχήμονα! 701 Οἱ Χαρμίδαι τε καὶ σκέπη τριβωνίων, Ὑφ' ἧς τὰ θεῖα τοῖς νέοις ὁ γεννάδας Συνῆν. Μόνοι γὰρ οἱ καλοὶ νοήμονες. Μηδεὶς ἔρωτι σωμάτων θηρευέτω Τὸ κάλλος. Ὣς ὄλοιτο τοῖα σκέμματα· Χωρὶς τὰ Μυσῶν καὶ Λυδῶν ὁρίσματα. Ἀλκμαίονος δὲ τίς τόδ' αἰνέσει ποτὲ, Ὃς πρῶτ' Ἀθηναίων τῶν ἀοιδίμων φέρων Ἀνὴρ γένει τε καὶ κράτει πνέων μέγα, Τοσοῦτον ὤφθη χρημάτων ἡττώμενος, Ὅσον περ εἰκὸς ἦν φανῆναι κρείττονα; Κροίσου γὰρ αὐτὸν πλείοσι δεξιουμένου, 702 Ὧν ἓν, ταμεῖα χρυσοῦ ἅπαντα προθεὶς, Ὡς ἂν δυνάστης τῇ τύχῃ μέγα φρονῶν, Ἔχειν ἐκέλευσεν ὅσον δύναιτο ψηγμάτων· Πλήσας δὲ κόλπους, καὶ γνάθους, καὶ τὴν κόμην Θεὶς χρυσόπαστον (τῆς ἀμετρίας ὅση!) Προῆλθε Λυδοῖς πλούσιος γελώμενος. Τί δ' ὁ Πλάτων σοι, καίπερ ὢν σοφώτατος Ἀνδρῶν; Τί δ'