29
45.1 Ἀλλὰ καὶ πάλιν ἀμαθαίνοντές φασιν· ὁρᾷς ὅτι «οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ». καὶ οὐδὲ τὴν κλῆσιν οἴδασιν οἱ φιλόνεικοι. οὐ γὰρ εἶπεν· οὐκ ἠθέλησε γενέσθαι ἴσος θεῷ δι' ἁρπαγμοῦ, ἀλλ' «οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ», τὸ θεὸς εἶναι φύσει, ὅτι ἦν. 45.2 εἰ μὴ γὰρ ἦν, πῶς μορφὴν δούλου ἔλαβε; καὶ γὰρ τῷ λαβὼν τὸ πρόσφατον ἐσήμαινε καὶ ἐκ τούτου τὴν ὑπερβολὴν * θαυμάζων ἐδείκνυε, ὅτι καίπερ ὢν ἴσος θεῷ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, οὐχ ἵνα τὸ ἐλεύθερον δουλώσῃ, ἀλλ' ἵνα ἐν ᾗ μορφῇ ἔλαβε τοὺς 45.3 ὑπακούοντας δούλους ἐλευθερώσῃ. ὡς καὶ μαρτυροῦσιν Ἰουδαῖοι ὅτι οὐκ ᾐδεῖτο λέγειν ἑαυτὸν ἴσον θεῷ οὐδὲ ἐδίσταζεν, ἀλλὰ ἀπὸ τοῦ * θαρραλεώτερον * οὕτω δεικνύειν ἐν τῷ λέγειν «ἐὰν μὴ εἴπω, ἔσομαι καθ' ὑμᾶς ψεύστης»· καὶ διὰ τοῦτό φασι πρὸς αὐτόν «δι' ἀγαθὸν ἔργον οὐκ ἀποκτένομέν σε, ἀλλ' ὅτι ἄνθρωπος ὢν σεαυτὸν 45.4 ποιεῖς ἴσον θεῷ». ἀλλά φασιν· ὀφείλομεν τὰ τροπικὰ περὶ αὐτοῦ ὁμολογεῖν. καὶ πολλὰ τροπικὰ περὶ αὐτοῦ εἴρηκεν ἡ γραφὴ καὶ οὐ δεῖ ἀρνεῖσθαι τὰ εἰς αὐτὸν αἰνιγματωδῶς εἰρημένα, ὅτι καὶ θύρα κέκληται καὶ λίθος εἴρηται καὶ στῦλος καὶ νεφέλη καὶ λέων καὶ πρόβατον καὶ λύχνος καὶ λαμπὰς καὶ ἥλιος καὶ ἄγγελος καὶ σκώληξ καὶ πέτρα καὶ ἀκρογωνιαῖος καὶ ὁδὸς καὶ ταῦρος καὶ μόσχος καὶ τὰ τοιαῦτα. 45.5 δηλονότι καὶ ἡμεῖς οὐκ ἀρνούμεθα τὰ εἰς αὐτὸν αἰνιγματωδῶς πεπληρωμένα. οἴδαμεν δὲ δι' ἣν αἰτίαν ταῦτα γέγραπται· ὁδὸς ὅτι δι' αὐτοῦ βαδίζομεν πρὸς τὴν βασιλείαν, πρὸς αὐτὸν καὶ τὸν πατέρα· θύρα δὲ ὅτι δι' αὐτοῦ εἰσερχόμεθα· στῦλος ὅτι αὐτός ἐστιν ἑδραίωμα τῆς ἡμετέρας πίστεως· πέτρα διὰ τὸ ἀμετακίνητον· λίθος διὰ τὸ τεθεμελιωμένον· ἥλιος δικαιοσύνης ὅτι καταυγάσας τὰς ἡμετέρας σκοτισθείσας διανοίας. 46.1 Εἶτά φασιν ὅτι εἰ γέγραπται περὶ αὐτοῦ ὅτι κτίσμα ἐστίν, ὁμολογεῖν δεῖ καὶ τὸ κτίσμα. ἰδοὺ κἀγὼ διηγησάμην μέρος τι τῶν χρήσεων τῶν διὰ τῶν αἰνιγμάτων αὐτοῦ εἰς ἡμᾶς πεπληρωμένων. 46.2 εἴπωσιν δὲ ἡμῖν ἐν τῷ λέγειν αὐτὸν κτίσμα τί χρησιμεύει; θύρα εἰκότως εἴρηται τροπικῶς, ἵνα γένηται εἴσοδος ἡμῶν καὶ ὠφέλεια, καὶ ὁδός, ἵνα δι' αὐτοῦ βαδίζοντες μὴ πλανηθῶμεν· κτίσμα δὲ διὰ 46.3 τί ἡμῖν γίνεται; τί ἡμᾶς ὠφελεῖ; ναί, φησὶν ὁ κενόδοξος φιλονεικῶν· εἰ μὴ γὰρ αὐτὸν εἴπῃς κτίσμα, τῷ πατρὶ πάθος περιτίθης. πᾶς γὰρ γεννῶν πάθει περιβέβληται· ἢ γὰρ συστέλλεται ἢ πλατύνεται ἢ 46.4 ἁπλοῦται ἢ ἀπορρέει ἢ ὀγκοῦται ἤ τι τῶν τοιούτων πάσχει. φεῦ γε καὶ τῆς τοιαύτης διανοίας πονηρᾶς οὔσης καὶ οὐκ ἀληθεστάτης. τίς ταῦτα περὶ θεοῦ διανοηθήσεται; ποία δὲ ὑπόνοια τοιαῦτα τολμήσει; δηλονότι οὐδεὶς οὐδὲ τῶν δαιμόνων τοιοῦτόν τι διανοηθήσεται. 46.5 κἄν τις ὁμολογῇ τὸν πατέρα, πιστεύει αὐτὸν τὸν υἱὸν ἐν ἀληθείᾳ γεγεννηκέναι. * οὐ γὰρ ὄγκοις περιφέρεται τὸ θεῖον οὐδὲ σῶμά ἐστιν 46.6 ἔγκυον, ἵνα ὑπομείνῃ τὰ προειρημένα. «πνεῦμα γὰρ ὁ θεός», πνεῦμα δὲ ῥύσιν οὐχ ὑφίσταται οὐ τομὴν οὐ συστολὴν οὐ μείωσιν οὐχ ἅπλωσιν οὐδέ τι τῶν τοιούτων. καθὸ τοίνυν ὁ πατὴρ πνεῦμά ἐστι, τὸν υἱὸν θεὸν Λόγον γεγέννηκε πνευματικῶς ἀχρόνως ἀκαταλήπτως καὶ ἀνάρχως. 47.1 Ἵνα δὲ τούτους πείσωμεν τοὺς ταῦτα νοοῦντας, οὐχ ὅμοια μὲν φάσκοντες, ἀφ' ὁμοίων δὲ τὴν αὐτῶν ἀποστρέφοντες κακὴν ἀπολογίαν εἴπωμεν· κτίσμα ἐστὶ τὸ ἀπείρως καὶ μυριονταπλασίως 47.2 τοῦ αὐτοῦ δεσπότου ἀποδέον. καὶ πολλοί τινες ἐν ἐρήμῳ ἐνδεόμενοι πυρός, γεμίσαντες ὕδωρ ἐν ἄγγει ὑελίνῳ καὶ ὕλην προσενέγκαντες εὐθυφλόγιστον, ἐκ λίνου ἢ ἐκ στυπείου πεποιημένην. ἵστανται ἀντικρὺ τοῦ ἡλίου τῆς