29
Ἀρίστιππος, τὸν ἥδιστον λέγω; Τί δ' ὁ χαρίεις Σπεύσιππος, ὥσπερ οἴομαι; Ὁ μὲν καπήλου δυστυχοῦς ἔζη βίον, Πόνους διαντλῶν κέρδεσιν θαλαττίους· Ἔλαιον ἦν ὁ φόρτος. Οὔπω τοῦτ' ἴσως 703 Ἐρεῖς ἄπληστον, καὶ πενίᾳ τι προσνέμεις. Τὸ δὲ τραπέζας προσκυνεῖν τυραννικὰς Πλάτωνα· φεῦ λόγων τε καὶ σεμνῶν πόνων! Ἐῶ λέγειν πράσιν τε καὶ οὐχὶ πράσιν, Εἰ μὴ Πλάτωνί τις Λίβυς τῆς Ἑλλάδος Ὤφθη γ' ἀμείνων, καὶ μικροῦ τιμήματος ∆όξαν τε καὶ Πλάτωνος ὠνεῖται λόγους. Τοῦ δ' ἐκ Κυρήνης, μέγα μὲν ἡ παῤῥησία· Ὅμως δ' ἔμιξε τῷ ἐλευθέρῳ τρυφὴν, Βλάπτων τὸ καλὸν ἁλμυρῷ τῷ δόγματι. Μύρων γὰρ ὄζων, συμποτῶν κατέπνεε· Τὸ δ' εὐχάριστον τοῦ τρόπου καὶ στωμύλον Ὁδηγὸν εἶχε λημμάτων. Οὕτω ποτὲ 704 Στολὴν γυναικῶν, Ἀρχελάου τοῦ σοφοῦ, Οὐκ οἶδ' ὅπως τε καὶ δι' ἣν τὴν αἰτίαν, ∆ωρουμένου, Πλάτων μὲν οὐ προσήκατο, Ἴαμβον εἰπὼν καίριον ἐξ Εὐριπίδου· «Οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν.» Ὁ δ', ὡς τὸ δώρημ' ἦλθεν εἰς αὐτοῦ χέρας, Φέροντος ἀνδρὸς, καὶ προθύμως λαμβάνει, Καὶ τὴν ἰάμβου κομψότητ' ἰαμβίῳ Βάλλει, τόδ' εἰπών· «Καὶ γὰρ ἐν βακχεύμασιν Οὖσ' ἥγε σώφρων, οὐ διαφθαρήσεται.» Ὁ δ' αὐτὸς Ἀρχέλαος, ὥς φασιν, ποτὲ Λαβεῖν θελήσαντός τι τοῦ Σοφοκλέους, Εὐριπίδῃ δίδωσι τῷ σοφωτάτῳ, 705 Τοσαῦτ' ἐπειπών· «Σὺ μὲν ἄξιος δοκεῖς Ζητεῖν ἔμοιγε, λαμβάνειν δ' Εὐριπίδης·» ∆εικνὺς ὅπερ ἄριστον εὐγενὴς τρόπος. Τάξας δὲ τοῖς Ἕλλησι τοὺς πόρους ποτὲ Ὁ Λυσιμάχου, καὶ τἄλλα τῶν πρώτων φανεὶς Ἐν δημαγωγίαις τε καὶ στρατηγίαις, Τοσοῦτον ὤφθη χρημάτων ἀνώτερος, Ὥσθ' (ὅτι μὲν ἔσχε τοὔνομ' ἐκ τῆς πράξεως, ∆ίκαιος ὤν τε καὶ καλούμενος εἰς ἔτι, Ἑκὼν παρήσω) τὰς δὲ παῖδας ἡ πόλις Ἐκδοῦσα τιμᾷ χρήμασι πενίαν καλὴν, Αὐτόν τ' ἔθαψεν, οὐκ ἔχονθ' ὅθεν ταφῇ. Οὐκ ἂν παρέλθοιμ' οὐδὲ τὰ Ῥωμαίων καλὰ Ὡς μὴ παλαιοῖς ἰσχυριζοίμην μόνοις. Πύῤῥου κρατήσας ἐν μάχῃ Φαβρίκιος, 706 Ἦν δὲ στρατηγὸς τῶν περιβλέπτων ἄγαν, Καὶ τοῖσδ' ἐνίκα μᾶλλον· ὡς γὰρ εἰς στενὸν Ὁ Πύῤῥος ἦλθεν ἐλπίδων, ἐπειράθη Χρυσοῦ ταλάντοις τὸν στρατηγὸν ἁρπάσαι· Ὁ δ' οὐκ ἐδέξατ', ἀλλ' ὅμως ἐσπείσατο. Ἐπεὶ δ' ὁ Πύῤῥος, ὡς λέγουσ', εἰρηνικὰ Παίζων πρὸς αὐτὸν, τῶν ἐνόπλων θηρίων Ἕνα τῶν ἐλεφάντων ὑπερφυᾶ τε καὶ μέγαν, Οὔπω κατ' ὄψιν οἱ τέως ἐγνωσμένον, Ἔδειξε· ῥινὸς ὑπερφανείσης ἀθρόως Οὔτ' ἐπτοήθη, καὶ τόδ' εἶπεν ἵλεως· «Οὔ μ' οὔτε χρυσὸς εἷλεν, οὔτε θηρίον.» Ἀρκεῖ τοσαῦτα, καὶ τάδε μέτρου πέρα, Ὡς ἄν τις εἴποι χρημάτων καταφρονῶν. Μήτ' οὖν ἐκεῖνα προσδέχου τὰ μὴ καλὰ 707 Βίβλων παλαιῶν, ὦγαθ', αἷς ἐνετράφης· Ἔα με κερδαίνοντα κεκλῆσθαι κακόν. Κρεῖσσον γὰρ ἢ σέβοντα τοὺς θεῶν νόμους Πένητα ναίειν, δόξαν ἠμποληκότα. Μή μοι γένος γένιζε, μάζα μοι γένος. Τὰ χρήματ' ἀνθρώποισι τιμιώτατα. Πένητος ἀνδρὸς οὐδὲν ἀθλιώτερον. Ἄνευ δὲ χαλκοῦ, Φοῖβος οὐ μαντεύεται. Οὐκ ἔστιν ὅστις πάντ' ἀνὴρ εὐδαιμονεῖ· Ἢ γὰρ πεφυκὼς ἐσθλὸς, οὐκ ἔχει βίον, Ἢ δυσγενὴς ὢν, πλουσίαν ἀροῖ πλάκα. Πῶς γὰρ καλεῖς δυσδαίμονα, τὸν πένητα μὲν, Πολλῷ δ' ἔχοντα πλουσιώτερον τρόπον; ∆ύσδαιμον ὄντως τὸ φρονεῖν οὕτω κακῶς. 708 Ταῦτ' οὖν ἅπαντα φεῦγε τούς τ' εἰρηκότας, Εἴτ' ἄλλο τούτοις ἐμφερές τι ἐν λόγοις. Καὶ ταῦτ' ἐπαίνει τῶν σοφῶς εἰρημένων· Ὅτ' ἐκ πονηροῦ πράγματος κέρδος λάβῃς, Τοῦ δυστυχεῖν νόμιζε ἀῤῥαβῶν' ἔχειν. Μὴ πάντοθεν κέρδαινε, σαυτὸν αἰσχύνων· Τὸ μὴ δικαίως εὐτυχεῖν, ἔχει φόβον. Μὴ Πλοῦτον εἴπῃς, οὐχὶ θαυμάζω θεὸν, Ὃν καὶ κάκιστος ῥᾳδίως ἐκτήσατο. Πένης μέν ἐστι, τὸν τρόπον δὲ πλούσιος. Σοφὸν πένητα μᾶλλον, ἢ Μίδαν κακόν. Ληρεῖ δέ μοι Θέογνις ὡς λῆρον πλατὺν, Κρημνοὺς προτιμῶν τῆς ἀπορίας καὶ βυθοὺς, Κακῶς τε Κύρνῳ νομοθετῶν εἰς χρήματα. 709 Ὅμηρε καὶ σὺ, πῶς τοσοῦτον ἀστάτῳ Πράγματι νέμεις, ὥστε φράσαι που τῶν ἐπῶν, Ὀπηδὸν εἶναι τὴν ἀρετὴν τῶν χρημάτων; Φησίν· Τόδ' εἶπον αὐτὸς, οὐχ οὕτως ἔχων, Γελῶν δὲ τοὺς ἔχοντας οὕτως ἀθλίως. Οὐ γὰρ δοκεῖ σοι τὴν θάλασσαν ἐκφυγὼν Ὀδυσσεὺς ἐκεῖνος, οὗ τὰ πόλλ' ἀθλήματα, Ὀφθεὶς ἀλήτης τῇ βασιλίδι γυμνὸς, Καταιδέσας δὲ τῷ λόγῳ τὴν