30
μαρμαρυγῆς ἀπὸ τῆς ὑέλου καταυγαζούσης εἰς τὴν ὑποκειμένην ὕλην καὶ εὐθὺς ἀπὸ τοῦ πυρὸς τοῦ ἡλίου λαμβάνεται καὶ ἐξάπτει τὸ πῦρ. ἆρα τέτμηται ὁ ἥλιος διὰ τῆς μετοχῆς τῆς 47.3 οὐσίας; ἆρα ἐνέλειψεν; ἆρα μεμείωται; οὐχί, φασίν. εἰ τοίνυν κτίσμα ὢν οὐκ ἐμειώθη, πόσῳ γε μᾶλλον ὁ ἄπειρος καὶ ἀκατάληπτος καὶ ἄχραντος ὢν θεός, ἐξ ἑαυτοῦ γεννήσας πνεῦμα ὢν θεὸν Λόγον ἄφραστον καὶ ἀκατάληπτον καὶ ἄφθαρτον ἐν ἀφθαρσίᾳ ἐγέννησεν, οὐ διὰ πάθους οὐ διὰ τομῆς οὐ δι' ἐλλείψεως, ἀλλὰ τέλειος τέλειον 47.4 ἐν τελειότητι. καὶ ἡ μὲν τοῦ πυρὸς φύσις πολλοὺς λύχνους ἅπτει ἀπὸ ἑνὸς καὶ ὁ πρῶτος ὑπάρχων οὐκ ἐμειώθη· πάλιν δὲ δύναται ἡ αὐτὴ οὐσία ἐκ πολλῶν μερικῶν εἶναι, φημὶ δὲ λύχνων ἢ λαμπάδων. 47.5 ἀλλ' οὐχ οὕτω τὸ θεῖον, μὴ γένοιτο· οὐ πάλιν γὰρ εἰσῆλθεν ὁ Λόγος καὶ συναλοιφὴν τῷ πατρὶ εἰργάσατο, ἀλλ' ὁ πατὴρ πατήρ ἐστι καὶ ὁ υἱὸς υἱὸς καὶ τὸ ἅγιον πνεῦμα πνεῦμα ἅγιον. 48.1 Μωρὸν γὰρ τὸ παρὰ τοῖς Μανιχαίοις εἰρημένον ὅτι ἐν † τῷ νοῒ τοῦ Μάνη αἱ ψυχαὶ ἀπὸ τοῦ στύλου τοῦ φωτὸς γενόμεναι ἓν σῶμά εἰσι καὶ λυόμεναι ἀπὸ τῶν σωμάτων αὖθις ἀναπλάττονται τῇ μιᾷ οὐσίᾳ, ὡς εἰς τὸν ἕνα στῦλον συναγόμεναι κατὰ τὸ μυθῶδες 48.2 αὐτῶν τοῦ πλάσματος. ἀλλ' οὐχ οὕτως ἔδειξε τὸ εὐαγγέλιον, ἀλλ' ἔκλασεν ἀπὸ πέντε ἄρτων καὶ ἐχόρτασε πεντακισχιλίους καὶ οὐκ ἀφῆκεν αὐτῶν τὰ περισσεύματα, ἀλλά «συναγάγετε» φησί «καὶ μηδὲν 48.3 ἀπολίπητε τῶν κλασμάτων», καὶ συνήγαγον δώδεκα κοφίνους· καὶ εἰς τὰς μὲν θήκας ὁμοῦ συνήγαγον, τὰ δὲ κλάσματα αὖθις οὐκ εἰς συνάφειαν ἄρτων ὡς ἦσαν ἐποίησε. συνήγαγον μὲν τὸ πλῆθος, ἀλλ' εἰς 48.4 πολλὰ κλάσματα, εἰς μίαν δὲ συναγωγὴν ἔδειξε κοφίνων. καὶ οὐ καθ' ὑπόθεσιν θεωρίας ἡμεῖς τοῦτο ἠλληγορήσαμεν καὶ τὸ προειρημένον τοῦ ἡλίου ὑπόδειγμα. οὐ γὰρ τοὺς ἄρτους ψυχὰς λέγομεν οὔτε τὰ κλάσματα, μὴ γένοιτο, οὔτε τὸν θεὸν ἐξισοῦμεν τῷ ἡλίῳ τῷ ὑπ' αὐτοῦ ἐκτισμένῳ οὔτε τὸν μονογενῆ αἴγλῃ τῇ ὑπὸ τοῦ ἡλίου εἰς τὸ 48.5 στυπεῖον πεμπομένῃ. κατὰ δὲ τὸ ὅμοιον καὶ αἱ ψυχαὶ αἱ γεννηθεῖσαι οὐ συνάπτονται εἰς μίαν συναλοιφήν, μὴ γένοιτο, ἀλλ' εἰς τὰς τοῦ θεοῦ μονὰς τὰς γεγραμμένας ὅτι «πολλαὶ μοναὶ παρὰ τῷ πατρί»· οὐκ εἰς ἕνα δὲ βουνὸν γινόμεναι, ἀλλ' ἑκάστου ἰδιαζόντως ἀριθμου48.6 μένου. οὐδὲ ἐν τῷ λέγειν γεγεννηκέναι τὸν θεὸν τὸν μονογενῆ αὐτοῦ υἱὸν πάθος αὐτῷ προσάπτομεν κατὰ τὴν ἐκείνων κακὴν βλασφημίαν. πᾶς γὰρ γεννῶν ἐμπαθῶς κάμνει καὶ οὐ χρὴ οὔτε κτίσμα λέγειν οὔτε γέννημα κατὰ τὸν ἐκείνων λόγον, ἵνα μὴ δῶμεν θεὸν κάμνοντα ἢ πάσχοντα. πόθεν οὖν εὕρομεν τὸν υἱὸν ἢ διὰ τί ὄνομα 48.7 υἱοῦ ἔχει; οὗτοι δὲ συλλογισμοὶ ἀνθρώπων καὶ ἀπὸ γηΐνων φρονημάτων ὁρμώμενοι. τὰ γὰρ ἡμῶν πάθη τῶν ἀνθρώπων εἰς θεὸν ἀθέμιτόν ἐστι λογίζεσθαι, σαφῶς τοῦ θεοῦ λέγοντος «οὐχ ὡς αἱ διάνοιαι ὑμῶν ἡ διάνοιά μου» καὶ πάλιν «οὐχ ὡς ἄνθρωπος, οὕτω καὶ θεός». 49.1 Τοίνυν παυσάσθωσαν ἀπὸ τῆς βλασφημίας καὶ μαθέτωσαν παρὰ τοῦ πατρὸς τοῦ λέγοντος «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα»· πάλιν δὲ ὡς ἐπὶ μελλόντων λέγει «σὺ γὰρ ὁ υἱός μου ὁ ἀγαπητός, ὃν ἐξελεξάμην», καὶ τότε ἐν τοῖς ᾄσμασιν 49.2 «ἐκλελοχισμένος ἀπὸ μυριάδων». πόθεν οὖν ἐκλογὴ γίνεται λεγέτωσαν. νομίζουσι γὰρ οἱ ληρώδεις ἐν τῷ εἰπεῖν «ἐξελεξάμην» κατὰ χάριν αὐτὸν υἱὸν καλεῖσθαι καὶ οὐ κατὰ φύσιν. δειξάτωσαν τίς 49.3 αὐτῷ ὅμοιος, ἵνα τοὺς πάντας δοκιμάσας ἐκεῖνον ἐκλέξηται. εἰ γὰρ υἱός ἐστι μονογενής, οὐκ ἔστι τις ἴσος αὐτοῦ οὔτε ἀντιπαράθετος, «ὅμοιος ὢν τῷ υἱῷ ἐν υἱοῖς θεοῦ». τούτους γὰρ οἶδε κατὰ χάριν, ἐκείνῳ δὲ μὴ δυνάμενόν τινα ἐξισοῦσθαι τῷ εἶναι αὐτὸν φυσικῶς 49.4 υἱόν. φανερὸν γὰρ πόθεν