31
τοῦτο δ' εἰπεῖν εὖ ἔχει πρὸς οἷς ἔφην· Μωσῆς ὅτ' εἴσω τοῦ γνόφου μόνος μόνῳ Θεῷ προσωμίλησε, καὶ πλαξὶν νόμον ∆ιπλοῦν ἐδέξαθ', ᾧ λεὼν ἦγε μέγαν· Τότ' οὖν μερίζων ἣν κατέσχον ἐκ Θεοῦ, Ἄλλοις μὲν ἄλλην γῆν ἐμέτρησε ξένην· Υἱοῖς δὲ Λευῒ κλῆρον οὐ νέμει μόνοις. Κλῆρος γὰρ αὐτοῖς ὁ κράτιστος, ἦν Θεός. 717 Ἰωναδὰβ δὲ παισὶν εἰσάγων ποτὲ Ἀκτησίαν τε καὶ τὸν ὑψηλὸν βίον (Ἤδει γὰρ, ᾔδει φιλοσοφεῖν, καίπερ τότε Οὐδὲ πενίας πω κειμένης ἐν θαύματι)· Τάδ' εἶπε, πατρὸς λίαν ὡς χρηστοῦ λόγον· «Ὦ παῖδες, οἶον ὑμῖν, ὡς ἄγαν πολὺν Κλῆρον πορίζω, οἷον οὔπω τις πατὴρ Παισὶν δέδωκεν, οὐδ' ὃς εὐπορώτατος· Φεύγοιτε πάντα κλῆρον, εὔλυτον βίον Ἔχοιτε, δεσμῷ μηδένι κρατούμενοι. Σκηνὰς μὲν οἰκεῖτ', οἰκίας κινουμένας· Τέμνοι δὲ γῆν ἄλλος τις· ἄμπελος δέ γε Τούτῳ φυτεύοιθ', ὅντιν' οἶνος εὐφρανεῖ· Ὑμῖν δ' ἄοινος, ἐγκρατὴς ἔστω βίος. 718 Ὧδ' ἂν βιοῦντες, ἀσφαλῶς ζώοιτέ μοι.» Οὗτος μὲν οὖν τοιοῦτος. Ἠλίαν δέ που Θήσοιμεν, ὃν Κάρμηλος ἔτρεφεν μέγας Κόραξι χειμάῤῥῳ τε, γῆς ἐκ διψάδος; Ὃς ὢν πένης τε καὶ πενήτων ἔσχατος, Ἵστη τυράννοις ὑετοὺς, ῥείθρων βάθη· Πῦρ εἷλκεν ἐχθροῖς καὶ θυσίαις ἐξ οὐρανοῦ. Χήραις ἐπήγαζε ῥανίδας στενῆς τροφῆς, Τρέφων τρεφούσας πλουσίως ὁ ἐνδέης· Νεκροὺς δ' ἀνέστη, μισθὸν εὐσεβοῦς σκέπης, Πυρός τ' ἀνήγεθ' ἅρματι πρὸς οὐρανόν. Ἑλισσαίου τε κλῆρος, ὃς παρ' Ἠλίου, Χάρις τε καὶ τὸ κλεινὸν ἐξ ὕψους δέρος. Ὅδε πρὸ γαστρὸς ἱερός. Ὢ τοῦ θαύματος! 719 Πάντως ἀκούεις τὸν Σαμουὴλ τὸν μέγαν, Ὃν μητρὸς εὐχὴ τῷ Θεῷ προσήγαγεν· Εἰ μὴ λίαν τολμηρὸν εἰπεῖν τοῦτό γε· Οὐδ' αὐτὸν εἶχεν· ἐκ βρέφους Θεῷ δοθείς. Τίς ἦν παλαιᾶς καὶ νέας μεταίχμιον Θεοῦ διαθηκῶν, ὡς σκιᾶς καὶ σώματος, Τὴν μὲν κατείργων, τῆς δ' ἀνοίγων εἰσόδους; Τίς φωτὸς ἄκρου προτρέχων λύχνος μέγας; Τίς ἐν γεννητοῖς πρῶτος, ᾧ μάρτυς Θεός; Ἔρημον ᾤκει, καὶ ξένην εἶχε τροφήν· Καμήλιον δ' ἔσθημα δέρματος στροφῇ Ἐσφίγγετ'· ἔγραψε τὸν Ἰωάννην Λόγος, Ὃς οὐδὲ διπλοῦν εἴασε κεκτῆσθαι ῥάκος. 720 Τί δ' ἄν τις εἴποι πρὸς τὸν ἐκ τέχνης τροφὴν Παῦλον πορίζοντ'; ἢ τὸν ἐκ θέρμων μόνων Τρυφῶντα Πέτρον, τοὺς μεγάλους ἀποστόλους Οἳ πάντα κόσμον δικτύων εἴσω Θεοῦ Ἔθηκαν· ὧν αἱ χεῖρες ἔῤῥεον πολὺν Πλοῦτον πένησι πλουσίως δωρουμένων; Ἄλλοι παρῆκαν συγγενέσιν ἁλειάδας, Καλούμενοι Θεῷ πρὸς ἁλείαν κρείττονα. Λόγοις γὰρ ἦσαν τοῖς ἀρίστοις ἠγμένοι Χριστοῦ, ὃς ἐπτώχευσε καὶ σαρκὸς πάχος, Νοῦς ὢν μέγιστος, καὶ νοὸς πρώτη φύσις· Πτωχοὺς δὲ τάξας τοῦ λόγου διαγγέλους, Συνέμπορον δίδωσι τὴν πίστιν μόνην, 721 Γυμνοῖς, ἀχάλκοις, πῆραν οὐκ ἐξημμένοις, Ἀσανδάλοις τε καὶ ἀπόροις, μυστήριον Ὅλης ἐπιτρέψας τῆς νέας οἰκουμένης, Καὶ μηδὲ ῥάβδον ἐν χειροῖν ἐῶν ἔχειν, Ὡς πίστις εἴη τοῦ λόγου τὸ εὐσθενές. Ὅρα τὸ μεῖζον· οὐδὲ τῷ νέῳ μαθεῖν Χρῄζοντι, πῶς ἂν τοῦ τελείου τις τύχοι, Ἄλλῳ τὸ ἄκρον, ἢ μόνῳ περιγράφει, Τῷ δεῖν ἅπαντα τοῖς πένησι σκορπίσαι, Σταυρὸν ἐπ' ὤμων τὸν μέγαν φέρειν ἀεὶ, Αὐτῷ θ' ἕπεσθαι τοῖς κάτω νεκρούμενον, Εἴπερ ποθοίη καὶ συνυψοῦσθαι Θεῷ. Οὕτω τελειοῖ καὶ τελώνας εἰσόδῳ 722 Πάντα προθύμως τῷ Θεῷ δωρουμένους· Καὶ πειθέτω Ζακχαῖος, ὃς πλουτῶν κακῶς Οἴκτῳ πενήτων τῶν τε ἠδικημένων Πλουτεῖ τὸ πένεσθαι, καὶ ῥύπου καθαίρεται. Εἶεν· τὰ μὲν δὴ χρημάτων οὕτως ἔχει. Τῆς δ' ἐγκρατείας μικρὰ μὲν τὰ τῶν πάλαι Σοφῶν παρ' Ἕλλησί τε καὶ τῶν βαρβάρων. Καὶ βαρβάροις γὰρ τῆς ἀρετῆς ἦν τις λόγος. Τί χρὴ δ' ἀφ' ἡμῶν οἷα καὶ ὅσα γράφειν; Πᾶσιν γάρ ἐστι περιφανῆ καὶ γνώριμα. Ἤκουσα τοῦτο τῆς σοφῆς τραγῳδίας· «Γαστρὸς δὲ πειρῶ πᾶσαν ἡνίαν κρατεῖν.» Μόνη γὰρ ὧν πέπονθεν οὐκ ἔχει χάριν. 723 Ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶσι δ' οὔ. Παχεῖα γαστὴρ λεπτὸν οὐ τίκτει νόον. Πληρῶσαι δέῤῥιν κηρίων ἤ τ' ἀλφίτων, Οὐδὲν διοίσει ταῦτα γαστρὸς ἐν μυχοῖς. Πίθῳ δ' ἐπαντλεῖν ἐκρέοντι, τίς χάρις; Γαστὴρ δ' ἄναλτος εὗρε καὶ νεῶν δρόμους· Ἄλλους δ' ἐπ' ἄλλοις ἐμμανεῖς ἐξώπλισεν. Ἅπαντα δ' ἕρπειν εἰς βυθὸν τὰ τίμια Τῶν γαστριμάργων σῖτα, μὴ δὲ σῖτ' ἔτι Τῶν εὐτελεστάτων, λέβητος ἐξ ἑνὸς, Ὀρθῶς λέγει