32
βασιλέα ἐν τῷ ναῷ αὐτοῦ ὄντα λέγει τῷ βασιλεῖ· ἔξελθε 51.4 ἐκ τοῦ ναοῦ σου, ἵνα σε προσκυνήσω. οὕτω γοῦν οὐδεὶς εἴπῃ τῷ μονογενεῖ· ἄφες τὸ σῶμα, ἵνα σε προσκυνήσω, ἀλλὰ προσκυνεῖ σὺν τῷ σώματι τὸν μονογενῆ, τὸν ἄκτιστον σὺν ναῷ τῷ ἁγίῳ, ὃν 51.5 ἔλαβεν ἐλθών. καὶ οὐδεὶς λέγει τῷ βασιλεῖ· ἀνάστα ἐκ τοῦ θρόνου σου, ἵνα σε προσκυνήσω δίχα τοῦ θρόνου, ἀλλὰ προσκυνεῖ τὸν βασιλέα σὺν τῷ θρόνῳ. καὶ γοῦν καὶ ὁ Χριστὸς προσκυνεῖται σὺν τῷ σώματι τῷ ταφέντι καὶ ἐγηγερμένῳ. 52.1 Ἀλλά, φασί, τί οὖν λέγεις; θέλων ἐγέννησεν ὁ πατὴρ τὸν υἱὸν ἢ μὴ θέλων; ἐπειδὴ λέγεις, ἦν ἀεὶ ὁ Λόγος καὶ οὐκ ἔνι χρόνος πρὸ τοῦ Λόγου; καίτοι γε καὶ αὐτῶν τῶν Ἀρειανῶν πρὸς ἀπάτην τινῶν ἀχρόνως τὸν υἱὸν τοῦ θεοῦ φασκόντων γεγεννῆσθαι, μὴ βουλομένων δὲ αὐτὸν ἀίδιον λέγειν, ἀλλὰ λεγόντων, ἦν ποτε ὅτε 52.2 οὐκ ἦν· νομίζουσι δὲ τὸ ποτὲ μὴ εἶναι χρόνον. ἀνεταζομένης δὲ τῆς λέξεως ἐλέγχεις τοὺς ἀμαθεῖς. τὸ ποτὲ γὰρ λεξικῶς λεγόμενον χρόνου ἐστὶ σημαντικόν. καὶ λέγοντες αὐτὸ μὴ λέγειν χρόνον εἰς ἀτοπίαν ἐμπίπτουσι τοῦ αὐτῶν φρονήματος ἐν κακοπιστίᾳ. εἰρωνείᾳ γὰρ ταῖς λέξεσι κέχρηνται, τῷ φρονήματι δεινῶς κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ ἐστρατευμένοι, ἀλλότριον παντάπασι τῆς τοῦ πατρὸς θεότητος 52.3 ἀπηρυθριασμένως δοξάζοντες. θέλων οὖν ἐγέννησεν ἢ μὴ θέλων; ἐὰν εἴπωμεν μὴ θέλων, ἀνάγκῃ περιβάλλομεν τὸ θεῖον, καὶ ἐὰν εἴπωμεν ὅτι θέλων, διδόαμεν ὅτι ἦν τὸ θέλημα πρὸ τοῦ Λόγου· κἄν τε ἄτομον καὶ ῥιπὴ ὀφθαλμοῦ ἢ πολλοστημόριον ὥρας εἴη, τὸ πολλοστημόριον χρόνου ἐστὶ σημαντικὸν πρὸ Λόγου καὶ πάλιν παρεμπίπτομεν τῷ λόγῳ αὐτῶν. καὶ ἐὰν εἴπωμεν ὅτι οὐ θέλων ἐγέννησεν, ἄρα ἀνάγκῃ φύσεως ἦκται τὸ θεῖον καὶ οὐκ ἐλευθεριότητι θελήματος. 52.4 οὐκ ἔστι δὲ τούτων οὐδὲν εἰς θεόν, ὡς ὑπολαμβάνεις, ὦ κενόδοξε. παρὰ θεῷ γὰρ ταῦτα οὐκ ἔστιν. οὔτε θέλων τοίνυν ἐγέννησεν οὔτε μὴ θέλων, ἀλλ' ὑπερβολῇ φύσεως. ὑπερβαίνει γὰρ ἡ θεία φύσις 52.5 βουλὴν καὶ οὐχ ὑποπίπτει χρόνῳ οὔτε ἀνάγκῃ ἄγεται. ἐν ἡμῖν γὰρ οὐδέν ἐστιν ἕτοιμον, ὅτι οὐκ ἦμέν ποτε καὶ πρῶτόν τι βουλευόμεθα, ἔπειτα ποιοῦμεν ὃ πράττομεν, ἢ μὴ βουλευσαμένων ἡμῶν οὐκ ἔστιν ὃ μηδέπω παρ' ἡμῶν πέπρακται· παρὰ δὲ θεῷ πάντα τέλεια καὶ λεῖα καὶ πάντα ἐν αὐτῷ πεπλήρωται, καὶ οὔτε θέλων οὔτε μὴ θέλων ἐγέννησε τὸν ἀιδίως ὄντα, γεγεννημένον ἐξ αὐτοῦ ἅγιον Λόγον καὶ θεόν, ἀλλ' ἐν τῇ ὑπερβολικῇ καὶ ἀφράστῳ αὐτοῦ φύσει. 53.1 Θαῦμα δέ μοι μέγιστον ἐπέρχεται, ὦ υἱοὶ τῆς πίστεως καὶ ἐκκλησίας, πῶς τὰ ἀληθινὰ ἐξέστρεψαν οἱ φιλόνεικοι εἰς ἀλληγορίαν καὶ τὰ τροπικῶς εἰρημένα εἰς τὰ ἀληθινὰ λαμβάνουσι σφαλλόμενοι. τὸ μὲν γὰρ γεγεννῆσθαι, ὅπερ ἐστὶν ἐν αὐτῷ κατὰ φύσιν, ἀρνοῦνται, λέγοντες οὐχ ὡς ἕν τι τῶν γεννημάτων· τὸ δὲ ἐκτίσθαι, ὅπερ ἐστὶν ἀλλότριον τῆς αὐτοῦ θεότητος, εἴ γε καὶ ἐν ἀλληγορίᾳ ποτὲ εἴρηται, 53.2 ἐκεῖνο ἀληθινὸν λέγουσι, τὸ δὲ ἀληθινὸν ἀφανίζουσιν. ἐν τῷ γὰρ εἰπεῖν Ἠσαΐαν «εἶδον τὸν κύριον σαβαώθ» καί «ὤφθη κύριος τῷ Μωυσῇ» καί «ὤφθη κύριος Ἀβραάμ» καί «εἶδεν ὅρασιν ∆ανιήλ, παλαιὸν ἡμερῶν» καὶ τὰ τοιαῦτα, καὶ ὤφθη κύριος Ἰεζεκιὴλ καὶ εἶπεν «εἶδον εἶδος θεοῦ», φασὶ ταῦτα μὴ εἶναι, ὡς τῶν προφητῶν 53.3 καταψευδόμενοι· δῆθεν ἀπὸ τοῦ ῥητοῦ τοῦ εὐαγγελίου, οὗ εἶπεν ὁ σωτὴρ διδάσκων ὅτι «θεὸν οὐδεὶς πώποτε ἑώρακε». καί φασιν· εἰ τοίνυν ὁ μονογενὴς εἶπεν, ὅτι οὐδεὶς ἑώρακεν, προφῆται δὲ λέγουσιν 53.4 ἑωρακέναι, ἀνάγκη ψεύδεσθαι ἢ τὸν μονογενῆ ἢ τοὺς προφήτας. καὶ κατὰ τὸν λόγον τῶν οὕτω λεγόντων καὶ τῶν Μανιχαίων ἔσται τὰ ἐν προφήταις ψευδῆ. εἰ δὲ οὐ ψεύδονται οἱ προφῆται, ἀλλ' ἀληθεύουσι, κατὰ τὸν τοῦ σωτῆρος λόγον ὅτι «ὁ λαλῶν ἐν προφήταις, ἰδοὺ 53.5 πάρειμι», νοήσεώς ἐστι τὸ πρᾶγμα καὶ ἀλληγορίας χρεία. καὶ