1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

32

που Κερκιδᾶς ὁ φίλτατος, Τέλος τρυφώντων, αὐτὸς ἐσθίων ἅλας, Αὐτῆς τρυφῆς ἔθ' ἁλμυρὸν καταπτύων. Τίς δ' οὐκ ἐπαινεῖ τὸν τρυφῶντι τῷ νέῳ 724 Φήσαντα· «Παῦσαι προστιθείς σου ταῖς πέδαις, Ἐξαγριῶν τε τὸ σπαράσσον θηρίον.» Κἀκεῖνο δ' οἷον Στωικῶν τῶν φιλτάτων; Ὡς ἄλλος ἄλλῳ σαρκίῳ τις προσλαλῶν· «Τί σοι χρεωστῶ, φησὶν, ἄθλιον δέρος; Φαγεῖν; μέγιστον, ἄρτος ἐνδεῶς δοθείς. Πιεῖν; ὕδωρ σοι δώσομεν, καὶ ὀξίνην. Οὐ ταῦτά μ' αἰτεῖς· τὰ τρυφῆς δὲ καὶ κόρου, Κρυσταλλίνων τε ἁβρότητ' ἐκπωμάτων. Λίαν ἑτοίμως δώσομέν γ', ἀλλ' ἀγχόνη.» Ταῦτ' οὐκ ἀμείνω τῶν πάλαι βλακευμάτων Σαρδαναπάλου τοῦ Νίνου, ὃς ὤν ποτε Πλούτῳ τε λαμπρὸς καὶ τρυφῇ διεφθορὼς, Ἐβούλεθ' αὑτῷ καὶ γεράνου μηκίστερον 725 Λαιμὸν γενέσθαι, ἡδονῆς μακρᾶς χάριν; Ὦ θεῖε ∆αβὶδ, σοὶ δὲ διψῶντι φρέαρ Γῆς ἀλλοφύλων καὶ ποτὸν κρατούμενον, Ἐπεὶ δι' αἱμάτων τε καὶ μάχης τινὲς Ὑπηρετοῦντο τῷ πόθῳ, χερσὶν λαβὼν Ἔσπεισας ὕδωρ· οὐ γὰρ ἐξ ἀλλοτρίων Κακῶν ἐδέξω τὸν σὸν ἐκπλῆσαι πόθον. Εἰ δ' ἀγγέλων τις ἄρτος, ἡ Λόγου τροφὴ (Ἀσώματον φύσιν γὰρ οὐ σῶμα τρέφει), Ὅσοι παρ' ἡμῖν ἀγγέλων ζῶσιν βίον, Σπινθῆρσι μικροῖς τοῦ βίου κρατούμενοι! Καὶ τοῦτ' ἄκοντες, δόγματος θείου χάριν· ∆εῖ γὰρ δεδέσθαι, μέχρις ἐκλύσῃ Θεός. Ἐῶ τὰ βίβλων καὶ τὰ τῶν πάλαι λέγειν. Ὅσοι καθάρσει σωμάτων θεούμενοι, 726 Τροφῆς ἄγευστοι ἡμέρας καὶ πλείονας ∆ιῆλθον, ὥσπερ σωμάτων ἐλεύθεροι, Πυρὸς δ' ἀπειλὴν, καὶ λεόντων χάσματα Ἤνεγκαν, ὥστε μὴ βέβηλον ἐν ξένῃ Τροφὴν προσέσθαι βαρβάρων προστάγματι. Ἀφ' οὗ δὲ Χριστῷ συμπλακεὶς ὁ δυσμενὴς Ἀπῆλθε, σαρκὸς εὐγενοῦς ἡττημένος, Ἐκ τετταράκοντ' ἀσιτίας νυχθημέρων, Ὡς μᾶλλον αἰσχύνοιτο τῆς πείρας σφαλεὶς, Νόμος προῆλθε τῆς φίλης κακώσεως Ἐν τοῖς ἀγῶσιν, ὢ σοφοῦ παλαίσματος! Καὶ τῶν ἀναίμων ἐνθέων τε θυμάτων, Ἃ πᾶς ὁ κόσμος καλλιερεῖ τῷ ∆εσπότῃ, Θύοντες, οὐ μόσχους τε τῷ πάλαι νόμῳ, Οὐδ' ἄρνας, οὐδ' ἔξωθεν εἰσφοράν τινα 727 Τῶν οὐ τελείων (πᾶν γὰρ ἄλογον ἐνδεὲς), Αὐτοὶ δ' ἑαυτῶν τῆξιν ἐμμέτρῳ τροφῇ, Τὸ μὴ τρυφᾷν τρυφῶντες, ὢ ξένης τρυφῆς! Ναοὺς καθαίρειν τῷ Θεῷ πειρώμενοι, Ἀγρυπνίαις τε παννύχοις θ' ὑμνῳδίαις, Ἐκδημίαις τε τοῦ νοὸς πρὸς νοῦν μέγαν, Ζῶντες τοσοῦτον ἐν σκιαῖς καὶ φάσμασιν Ὅσον τὰ κρυπτὰ τοῖς ὁρωμένοις λαβεῖν. Ἐντεῦθεν οἱ μὲν δέσμιον σαρκὸς πάχος Θέντες σιδήρῳ, τὸν κόρον κατέσβεσαν· Οἱ δὲ ζόφῳ τε καὶ στενοῖς οἰκήμασιν Ἢ ῥήγμασι κλεισθέντες ἀγρίων πετρῶν, Βλάβην ἐπέσχον τῶν πλάνων αἰσθήσεων. Ἄλλοι δ' ἐρημίαις τε καὶ θηρῶν νάπαις, 728 Τὴν θηριώδη τοῦ φυγεῖν ἁμαρτίαν, Αὐτοὺς ἔδωκαν, ἔκφυλον ζῶντες βίον, Τοῦθ' ὃ βλέπουσι κόσμον εἰδότες μόνον. Σάκκῳ τις ἄλλος, καὶ σποδῷ, καὶ δακρύοις Εἵλκυσεν οἶκτον, καὶ χαμευνίας πόνῳ, Στάσει τε νυκτῶν ἡμερῶν τε πλειόνων, Μηνῶν τε, τούτου μεῖζον· εἰ δ' εἴποιμ' ἐτῶν, Ἄπιστον οἶμαι, πλὴν ἐμοὶ πιστὸν λίαν, Ὅσοι τ' ἐπόπται τῶν φίλων τοῦ θαύματος. Πίστις γὰρ ἐστήλωσε καὶ φόβος Θεοῦ, Τὸν νοῦν πρόωρον ἁρπάσας τῶν σωμάτων. Ξένων δ' ἀκούσῃ καὶ ποτοῦ καὶ σιτίων Ὄψον, σποδόν τε καὶ δάκρυον μεμιγμένον, Ἄναρτον, ὡς ἄνυδρον οἱ δ' ἄλλοι βίον. 729 Ἅ μοι δοκοῦσι καὶ φύσεως νικᾷν νόμους, Ζήλου φέροντος ἄχρις ἐκτόπων ὁδῶν. Τί ταῦτα; Τοῦ Λεὼ δὲ σὺ θαυμάζεις κόρας, Τὰς τῶν Ἀθηνῶν προσφαγείσας ἀσμένως, Μενοικέως τε τὴν πρόθυμον εἰσφορὰν, Θηβῶν ὑπερθανόντος ὡς σώσῃ πόλιν· Κλεομβρότου τε τοῦ σοφοῦ τὸ τίμιον Πήδημ' ἀφ' ὕψους, ὡς ἀπέλθοι σώματος, Ἐπεὶ Πλάτωνος τῷ περὶ ψυχῆς λόγῳ Πεισθεὶς, ἔρωτι λύσεως κατεσχέθη. Λέγεις Ἐπικτήτου τε τὸ κλασθὲν σκέλος, Πρὶν ἤ τι ῥῆξαι ῥῆμα δοῦλον τῆς βίας· Εἶναι γὰρ, εἶναι τ' ἀνδρὸς, ὡς ἀκούομεν, Τὸ σῶμα δοῦλον, τὸν τρόπον δ' ἐλεύθερον· 730 Πτισμόν τ' ἐν ὅλμῳ τῶν Ἀναξάρχου χερῶν, Ὡς οὐ παρόντος, καὶ κελεύοντος σφοδρῶς Πτίσσειν τὸν αὑτοῦ θύλακον, αὐτὸν γὰρ μένειν Ἄπτιστον, ὅστις ἐστὶν, οὐχ ὁρώμενον· Καὶ Σωκράτους τὸ κώνειον, φιλοτησίαν Ξένην τοσοῦτον ἡδέως ἑσπωμένην. Σὺ ταῦτ' ἐπαινεῖς; καί τι κἀγὼ, πλὴν ὅσον Ἐν τοῖς