1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

33

γὰρ οὕτω πολλάκις τοῦτο πληροῦται· ὁρῶμεν τὴν θάλασσαν ἐκ μέρους τινὸς ἐξ ὄρους ἢ πεδιάδος καὶ ἀληθεύομεν ἐν τῷ λέγειν ἑωρακέναι. κἂν δέ τις εἴπῃ ὅτι οὐχ ἑώρακεν, οὐ ψεύδεται, ἀλλ' ἀληθεύει. οὐκ οἶδε γὰρ ποῦ τὸ βάθος ποῦ τὸ μῆκος, οὐκ οἶδε τὸν ὄγκον οὐκ οἶδε 53.6 τὸ κύτος. καὶ ἀπὸ ὀπῆς τινος θεωροῦμεν οὐρανόν, τὴν δὲ ἐπέκτασιν οὐκ ἐπιστάμεθα. κἂν εἴπῃ τις εἶδον, εἶδεν· κἂν ἄλλος εἴπῃ οὐκ εἶδον, οὐκ εἶδεν. εἴδομεν γὰρ ἀληθῶς ὡς χωροῦμεν, οὐκ εἴδομεν 53.7 δὲ καθό ἐστιν. οὕτω καὶ οἱ προφῆται ὡς δι' ὀπῆς διὰ τοῦ στενωποῦ τοῦ ἰδίου σώματος κατηξιώθησαν ἰδεῖν καὶ ἐν ἀληθείᾳ 53.8 εἶδον, ἀλλ' οὐχ ὡς ἔχει τὸ ἄπειρον τῆς θεωρίας. καὶ οὕτω πεπλήρωνται συνᾴδουσαι πρὸς ἀλλήλας αἱ θεῖαι γραφαί, τό τε τοὺς προφήτας λέγειν ἑωρακέναι εἶδον γὰρ ἐν ἀληθείᾳ καὶ τὸ τὸν σωτῆρα λέγειν «θεὸν οὐδεὶς πώποτε τεθέαται»· οὐκ εἶδον δὲ καθό ἐστιν. ἀλλὰ καὶ αὐτὸς εἶδεν ἀοράτως τὴν φύσιν, δέδωκε δὲ τῷ μὴ δυναμένῳ ὁρᾶν δύναμιν χαρίσματος εἰς τὸ ἰδεῖν τὴν δύναμιν τῆς θεωρίας. 54.1 Ἀλλὰ μὴ πάλιν δραματουργῶν λέγῃς· εἶδον μὲν οἱ προφῆται οὐκ ὀφθαλμοῖς, ἀλλὰ διανοίᾳ, συνιέντες μονονουχὶ καὶ μὴ ὁρῶντες. διὰ τοῦτο γὰρ ἀκριβῶς λέγει Ἠσαΐας «τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων ἐν λαῷ ἀκάθαρτα χείλη ἔχοντι ἐγὼ οἰκῶ καὶ κύριον σαβαὼθ εἶδον»· καὶ οὐκ εἶπεν, εἶδον τῇ διανοίᾳ, ἀλλὰ «τοῖς ὀφθαλμοῖς μου». εἶδον οὖν καὶ οὐκ εἶδον, ἀλλ' ὡς ἠδύνατο, ἐν ἀληθείᾳ δὲ εἶδον, οὐκ εἶδον δὲ ὡς ἔχει τὸ ἄπειρον 54.2 τῆς ἀκαταληψίας. οὕτως καὶ περὶ παραδείσου πολλοὶ ἀλληγοροῦσιν, ὡς ὁ θεήλατος Ὠριγένης ἠθέλησε φαντασίαν μᾶλλον ἤπερ ἀλήθειαν τῷ βίῳ συνεισενέγκασθαι. καί φησιν· οὐκ ἔστι παράδεισος ἐπὶ τῆς 54.3 γῆς· δῆθεν ἀπὸ τοῦ ῥητοῦ τοῦ παρὰ τοῦ ἁγίου ἀποστόλου εἰρημένου ὅτι «οἶδα ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν, ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ». ἀλλὰ μὴ παραναγίνωσκε καὶ λέγε ὅτι τὸ τρίτον τοῦ ἀέρος σημαίνει· οὐ γὰρ εἰπὼν «ἕως τρίτου 54.4 οὐρανοῦ» περὶ μέρους τρίτου λέγει, ἀλλὰ περὶ τριῶν ἀριθμῶν. καί φησιν «οἶδα τὸν τοιοῦτον ἄνθρωπον ἁρπαγέντα εἰς τὸν παράδεισον 54.5 καὶ ἀκούσαντα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ εἰπεῖν». δόξα τῷ παντοκράτορι θεῷ, τῷ κατὰ πάντα τρόπον διατρανοῦντι καὶ λεπτολογοῦντι, ἵνα οἱ ἀληθινοὶ * μὴ σφάλλωνται. οὐ γὰρ ἐν μιᾷ συντομίᾳ τὸν οὐρανὸν καὶ τὸν παράδεισον συνῆψεν, ἀλλὰ «οἶδα ἄνθρωπον» φησίν «ἁρπαγέντα ἕως τρίτου οὐρανοῦ» καὶ πάλιν «ἁρπαγέντα εἰς τὸν παράδεισον». τὸ δὲ μετὰ τοῦ ἄρθρου ἑτέρου προσώπου ἐστὶ δια54.6 ληπτικὸν καὶ ἑτέρου τόπου μεταστατικόν. ὡς εἴ τις ἔχοι ὄρος καὶ πεδιάδα, τὴν δὲ πεδιάδα ἐγκυκλεύουσαν τὸ ὄρος, βουληθείη δὲ εἰς τὸ πέραν τοῦ ὄρους ἐν τῇ αὐτῇ πεδιάδι παραγενέσθαι, καὶ ὅτε μὲν θελήσει διὰ τῆς πεδιάδος τὴν ὁδοιπορίαν ποιήσασθαι εἰς τὸν τόπον, ὅπου δἂν ἐθέλοι ἐπέκεινα τοῦ ὄρους ἀπελθεῖν, δυνατὸν ἔσται αὐτῷ τοῦτο· εἰ δὲ θελήσει πρῶτον μὲν ἐμβῆναι εἰς τὸ ὄρος καὶ ἀπὸ τοῦ ὄρους πάλιν εἰς τὸν τόπον τῆς πεδιάδος τῆς ἐπέκεινα τοῦ ὄρους 54.7 γενέσθαι, καὶ οὕτως αὐτῷ δυνατόν. οὕτω μοι νόει καὶ τὸ παρὰ τοῦ ἀποστόλου εἰρημένον· πρῶτον μὲν εἰς τὸν οὐρανὸν ἀναβεβηκέναι, ἔπειτα δὲ εἰς τὸν παράδεισον καταβεβηκέναι, κατὰ τὸ εἰρημένον «κατέβη ὁ ἀδελφιδοῦς μου εἰς κῆπον αὐτοῦ». * καὶ ὁ σωτήρ φησι «σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ». 55.1 Εἰ δὲ οὐκ ἔστιν ἐπὶ γῆς ὁ παράδεισος καὶ οὐκ ἀληθινὰ τὰ ἐν Γενέσει γεγραμμένα, ἀλλὰ ἀλληγορεῖται, οὐδὲν ἀληθεύει τῆς ἀκο55.2 λουθίας, ἀλλὰ πάντα ἀλληγοροῦνται. «ἐν ἀρχῇ, γάρ φησι, ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν»· καὶ οὐκ