1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

33

ἀφύκτοις ἦσαν ἀνδρεῖοι κακοῖς· Τοῖς γὰρ θέλουσιν οὐχ ὁρῶ σωτηρίαν. Ἐντεῦθεν ἐλθὲ πρὸς πάλην τὴν ἔνθεον Ἐμῶν ἀθλητῶν, καί σε δινείτω φόβος, Τούτων ἀκούοντά τε καὶ μεμνημένον· Οἵοις ὅσοις τε κινδύνοις ηὐξήσαμεν Χριστοῦ τὸ σεπτὸν καὶ νέον μυστήριον, 731 Οἱ τοῦ καλεῖσθ' ἐκεῖθεν ἠξιωμένοι. Πολλοὺς γὰρ ἡμῖν πολλάκις τε τοῦ φθόνου Ζέσαντος ἐχθροὺς καὶ διώκτας τοῦ λόγου, Θυμὸν πνέοντας, θῆρας ἠγριωμένους, Οὐ πώποθ' ἡμεῖς εἴξαμεν καιροῦ ῥοπαῖς. Ἀλλ' εἴ τι καὶ ῥᾴθυμον εἰρήνῃ προσῆν, Εἴ τις κακὸς καὶ τἄλλα ὢν ἐτύγχανεν, Ἐνταῦθα πάντες ἐστομώθημεν Θεῷ· Ζήλῳ δὲ πυκνωθέντες ἐμπύρῳ, θράσος Ἐχθρῶν δεδέγμεθ', εὐκλεῶς ἡττώμενοι. Οὐδεὶς γὰρ οὕτως ἡδέως σωτηρίαν Κομίζεθ', ὡς ἡμεῖς γε κινδύνους καλούς. Τίς πῦρ, ξίφη, βάραθρα, λιμὸν, ἀγχόνην, Θῆρας φονῶντας, ὡς τρυφὴν ἐδέξατο; 732 Στρεβλώματ', ἐξαρθρώματ', ὀμμάτων σβέσεις, Ζέσεις, σπαραγμοὺς, καὶ μελῶν λακίσματα, Κρυμοὺς, βυθοὺς, ζόφους τε καὶ κρημνίσματα, Χρόνου τε μακροῦ ποικίλην τραγῳδίαν; Ὃ καὶ κακῶν χείριστον, εἰδόσι φράσω· Ἡ μὲν γὰρ ἀκμὴ τοῦ κακοῦ, λύσις φόβου. Τὸ προσδοκᾷν δ' ἀεί τι, πάσχειν ἔστ' ἀεὶ, Θνήσκειν τε πολλοὺς ἀνθ' ἑνὸς πικροὺς μόρους. Ἐῶ λέγειν φυγάς τε καὶ τὰς χρημάτων Ἀλλοτριώσεις, καὶ τὸ ταῦτ' ἐν ὄψεσιν Ἀνδρῶν, γυναικῶν, ἡλίκων, τέκνων, φίλων, Πάσχειν, ἃ κάμπτει καὶ τὸν ἀλκιμώτατον. Καὶ ταῦθ' ὑπὲρ τοῦ; συλλαβῆς ἴσως μιᾶς· Τί τοῦτό φημι συλλαβῆς; καὶ νεύματος 733 Ἑνὸς, κακῶς σώζοντος ἐξ ἀρνήσεως. Θεὸς γάρ ἐστιν ἐν βραχεῖ τὸ κείμενον· Ὅν περ προδοῦσιν, ἄλλον οὐκ ἔστιν λαβεῖν. Τί δεῖ λόγων μοι πλειόνων; ἆρον κύκλῳ Τὴν ὄψιν, ἄθρει τὴν ὅλην οἰκουμένην Ὅσην κατέσχε νῦν λόγος σωτήριος, ∆ήσας Θεῷ τε καὶ πάθει μεμιγμένος, Μίξιν ξένην τε καὶ Θεοῦ πόῤῥω νόμων· Ταύτην καταστράπτουσιν ὥσπερ ἀστέρες Σχεδόν τι πᾶσαν αἰθρίοις αὐγάσμασιν, Ὑψωρόφοις θρόνοις τε καὶ διδάγμασιν, Ἀθροίσμασίν τε καὶ δρόμοις πανεστίοις, Ὑμνῳδίαις τε τῶν πόνων ἐπαξίαις, 734 Οἱ τοῦ σφαγέντος εὐκλεεῖς νικηφόροι. Τοσοῦτον δ' ἐστὶν τῆς ἀθλήσεως σέβας, Ὡς καὶ κόνιν βραχεῖαν, ἤ τι λείψανον Ὀστῶν παλαιῶν, ἢ τριχῶν μικρὸν μέρος, Ἢ καὶ ῥακώματ', ἤ τι καὶ ῥαντισμάτων Σημεῖον, ἀρκεῖν εἰς ὅλου τιμήν ποτε. Καὶ κλῆσιν ἔγνων, ἔστιν ὧν ἀλείψανον, Τόποις δοθεῖσαν ἀνθ' ὅλου τοῦ μάρτυρος, Ἰσχύν τ' ἴσην λαβοῦσαν, ὢ τοῦ θαύματος! Σώζειν γὰρ οἶμαι καὶ τὸ μεμνῆσθαι μόνον. Τί δ' εἰ λέγοιμι καὶ νόσων καὶ δαιμόνων Κάθαρσιν ἔνθεν ἄπιστον, ἄχρι σημάτων, Ἃ σωμάτων ποτ' ἠξιώθη τιμίων, 735 Ἀντιστατούντων πνευμάτων ἐπιδρομαῖς; Τοιαῦτα ἀθλητῶν τῶν ἐμῶν τὰ θαύματα. Πίσαν δέ μοι σὺ καὶ κόνιν τὴν ∆ελφικὴν Αὔχεις, Νεμέαν τε καὶ πίτυν τὴν Ἰσθμίαν· ∆ι' ὧν ἔφηβοι δυστυχεῖς ἔσχον κλέος, Ἄθλων τιθέντες μικρὰ καὶ μικρῶν γέρα, Πυγμῆς, πάλης τε καὶ δρόμου, καὶ ἁλμάτων, Ἃ μήτε νικᾷν, μήτε νικᾶσθαι μέγα. Οὐ γὰρ Θεὸς τὸ ἆθλον, ἢ σωτηρία, Ὡς τοῖς ἐμοῖς νόμοις τε καὶ παλαίσμασι, Τυχεῖν τε δόξης τῆς ἄνω καὶ στεμμάτων. Ἐπεὶ δὲ τὴν ἀνδρείαν ἐν τούτοις ἴδες, (Ἣν καὶ μιμεῖσθαι ταῖς καθ' ἡμέραν πάλαις Πρὸς τὸν διώκτην τοῦ βάθους καὶ λάθριον, Κλέπτοντα δεινῶς ταῖς πλάνοις αἰσθήσεσι, Κράτιστόν ἐστι καὶ λίαν σωτήριον), 736 ∆εῦρο σκόπει μοι καὶ τὰ τῆς αἰνουμένης Ἡμῖν μάλιστα σωφροσύνης. Ἔχει δέ πως. Εἰσὶν μὲν, εἰσὶ καὶ παρ' Ἕλλησίν τινες Ταύτης ἐρασταὶ καὶ πάλαι καὶ νῦν ἔτι. Οὐ γὰρ ἀπιστήσω γε τοῖς θρυλλουμένοις· Φθόνος γὰρ οὐδεὶς σωφρονεῖν καὶ τοὺς ξένους. Ξενοκράτην λέγουσιν, ὡς πόρνης τινὸς Οἷ προσριφείσης ἔκ τινων πειρωμένων, (Καὶ γὰρ καθεύδων νυκτὸς), ἡνίκ' ᾔσθετο, Οὔτ' ἐπτοήθη τῷ ξένῳ τῆς ὕβρεως, Οὔτ' ἐξανέστη, ἢ φυγεῖν ἠνέσχετο· Ἄμφω γὰρ εἶναι δεύτερα Ξενοκράτους· Οὕτω δ' ἀκίνητός τε καὶ ἄτρωτος ἦν, Ὥστ' ἐκφυγοῦσαν ἀσμένως βοᾷν· «Τί με Νεκρῷ παρευνάσαντες ἠπατήσατε;» Ἐπίκουρος ἡδονὴν μὲν ἠγωνίζετο 737 Εἶναι τὸν ἆθλον τῶν ἐμοὶ πονουμένων, Εἰς ἢν τελευτᾷ πάντα τ' ἀνθρώπων καλά. Ὡς ἂν δὲ μὴ δόξειεν ἡδονῆ τινι Ταύτην ἐπαινεῖν, κοσμίως καὶ σωφρόνως Ἔζη, βοηθῶν ἐκ