34
ἔστιν ἀλληγορούμενα, ἀλλ' ὁρατά. καὶ στερέωμα, φησί, καὶ θάλασσαν, βλαστήματά τε καὶ ξύλα καὶ βοτάνας χόρτον ζῷα ἰχθύας ὄρνεα, πάντα τὰ ὁρώμενα ἐν 55.3 ἀληθείᾳ γεγονότα, ἄνθρωπόν τε ἐν ἀληθείᾳ ὄντα ἐποίησεν. ἔθηκε τοίνυν τοῦτον ὃν ἔπλασεν ἐν τῷ παραδείσῳ, κατ' εἰκόνα ποιήσας 55.4 τὸν αὐτὸν ἄνθρωπον, κατ' εἰκόνα θεοῦ δέ. μὴ περιεργάζου δὲ τὰ τοῦ θεοῦ δωρήματα τὰ κατὰ χάριν τῷ ἀνθρώπῳ δεδομένα. οὐκ 55.5 ἀρνούμεθα γὰρ πάντας ἀνθρώπους εἶναι κατ' εἰκόνα θεοῦ. τὸ δὲ πῶς οὐ περιεργαζόμεθα τοῦ κατ' εἰκόνα. οὔτε γὰρ τὸ πλάσμα νοοῦμεν κατ' εἰκόνα οὔτε τὴν ψυχὴν οὔτε τὸν νοῦν οὔτε τὴν ἀρετήν. πολλὰ 55.6 γάρ ἐστι τὰ κωλύοντά με οὕτως λέγειν. ἀλλ' οὔτε λέγομεν τὸ σῶμα μὴ εἶναι κατ' εἰκόνα οὔτε τὴν ψυχήν. πιστῶν γὰρ τὸ ὁμολογεῖν τὴν γραφὴν καὶ μὴ ἀρνεῖσθαι, ἀπίστων δὲ τὸ «ἀθετεῖν τὴν χάριν». ἔστιν οὖν ἐν τῷ ἀνθρώπῳ τὸ κατ' εἰκόνα, αὐτὸς δὲ οἶδεν ὁ θεὸς πῶς 55.7 ἐστιν. ἐὰν γὰρ εἴπῃς τὸν ἄνθρωπον ἐποίησε κατ' εἰκόνα καὶ νομίσῃς εἶναι τὸ σῶμα, ὁ δὲ θεὸς ἀόρατος ἀκατάληπτος ἀπερινόητος, πῶς τὸ ὁρατὸν καὶ καταληπτὸν καὶ ὑπὸ ἁφὴν ἐμπῖπτον εἰκὼν ἔσται τοῦ 55.8 ἀοράτου καὶ ἀκαταλήπτου; καὶ ἐὰν εἴπῃς, οὐκ ἔστι τὸ σῶμα κατ' εἰκόνα, «ἔλαβε» φησί «χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον». καὶ ἄνθρωπον καλεῖ τὸ χοϊκόν, καὶ ἄνθρωπον καλεῖ τὸ ψυχικόν· «ἐνεφύσησε» γάρ φησιν «εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς καὶ 55.9 ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν». κτιστὴν δὲ τὴν ψυχὴν καὶ τὸ σῶμα νοοῦμεν. πῶς κτιστήν; «ἐνεφύσησε» γάρ φησιν· καὶ οὔτε μέρος θεοῦ λέγομεν εἶναι τὴν ψυχὴν οὔτε ἀλλοτρίαν τοῦ ἐμφυσήματος. πῶς δὲ κατὰ λεπτὸν τοῦτο νοεῖται, θεῷ μόνῳ ἔγνωσται. 56.1 Ἡμεῖς δὲ ἀπεριέργως καὶ ἀκακουργήτως πιστευόμεν θεῷ τῷ ἀληθεύοντι ἐν πᾶσι. καὶ ἐὰν εἴπῃς ὅτι ἡ ψυχή ἐστι τὸ κατ' εἰκόνα, ἄκουε λέγοντος τοῦ ἀποστόλου ὅτι «ζῶν ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διικνού56.2 μενος ἄχρι μερισμῶν ψυχῆς». εἰ τοίνυν μερισμοὺς ἔχει ἡ ψυχή, ὁ θεὸς δὲ ἀμέριστός ἐστι, πῶς δύναται ἡ ψυχὴ εἶναι τὸ κατ' εἰκόνα; οὐ γὰρ οἶδε τὸ μέλλον ἡ ψυχή, ὁ θεὸς δὲ πάντως οἶδε. καὶ βλέπομεν τὰ ἔμπροσθεν τοῦ σώματος, τὰ κατόπιν ἀγνοοῦντες. καὶ ἐὰν εἴπῃς ὅτι οὐκ ἔστιν ἡ ψυχή, πάντως ὅτι καὶ τὴν ψυχὴν ἄνθρωπον κέκληκεν, καὶ 56.3 ψυχὴ καὶ σῶμά ἐστιν ἄνθρωπος. ἀλλ' εἴποις τὸν νοῦν εἶναι τὸ κατ' εἰκόνα. λέγει δὲ ἡ γραφή «ὁρῶ νόμον ἕτερον ἀντιστρατευόμενον ἐν τοῖς μέλεσί μου καὶ αἰχμαλωτίζοντά με ἐν τῷ νοΐ μου τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου». πῶς οὖν αἰχμαλωτιζόμενος ὁ νοῦς ἔσται κατ' εἰκόνα; * ὅτι «ψαλῶ τῷ νοΐ, ψαλῶ τῷ πνεύματι». 56.4 καὶ ἐὰν εἴπῃς ἀρετὴν εἶναι τὸ κατ' εἰκόνα, ἐρῶ σοι· εἰπέ μοι περὶ τοῦ Ἀδάμ, ποίαν ἀρετὴν εἰργάσατο πρὸ τοῦ αὐτὸν πλασθῆναι; οὐ γὰρ ἦν ἀρετὴ ἐν ἀρχῇ, ἀπ' ἀρχῆς δὲ ἐπλάσθη κατ' εἰκόνα. καὶ ἐὰν εἴπῃς μὴ εἶναι τὴν ἀρετήν, οὐ καλῶς λέγεις. τίνι γὰρ πρέπει εἶναι κατ' εἰκόνα ἀλλ' ἢ τῇ ἀρετῇ; πρὶν δὲ ἀρετῆς κατ' εἰκόνα ἐπλάσθη ὁ ἄνθρωπος. οὔπω γὰρ ἦν ὁ Ἀδὰμ ἐν ἀρετῇ πολιτευσάμενος, δηλον56.5 ότι οὔτε ἐκτισμένος. καὶ ἐὰν εἴπῃς τὸ βάπτισμα εἶναι κατ' εἰκόνα, ἆρα οἱ μὴ λαβόντες βάπτισμα δίκαιοι οὐκ ἦσαν κατ' εἰκόνα; ἀπὸ γὰρ Μωυσέως καὶ θαλάσσης ἤρξατο ὁ τύπος, ἀπὸ Ἰωάννου ἠνοίγη ἡ χάρις, ἐν δὲ Χριστῷ ἐτελειώθη τὸ δῶρον. 57.1 Ἔχουσιν οὖν πάντες τὸ κατ' εἰκόνα, ἀλλ' οὐ κατὰ φύσιν. οὐ γὰρ κατὰ ἰσότητα θεοῦ ἔχουσιν οἱ ἄνθρωποι τὸ κατ' εἰκόνα. ὁ θεὸς γὰρ ἀκατάληπτος ἀπερινόητος, πνεῦμα ὢν καὶ πνεῦμα ὑπὲρ 57.2 πᾶν πνεῦμα καὶ φῶς ὑπὲρ πᾶν φῶς. ἃ δὲ αὐτὸς ἐδωρήσατο οὐκ ἀποστεροῦμεν τὸν ἄνθρωπον· ἀληθὴς γάρ ἐστιν ὁ μετὰ χάριτος τὸ