1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

35

ψευδορκίᾳ· Ὧν γὰρ κακόν τι χωρὶς οὐ γενήσεται, Ταῦτ' οὐκ ἐῶντες, καὶ τὰ δεινὰ φεύγομεν. Οὕτως ἐμοὶ τὸ σῶφρόν ἐστιν ἀσφαλές· Ἐξ οὗ πολύς μοι καὶ χορὸς τῶν παρθένων, Ζωὴν ἄσαρκον ἀγγέλων μιμούμενος, Θεοῦ τε τοῦ συνόντος αὐτῷ καὶ μόνου. Ὅθεν τί γίνετ'; Ἐς βίον τὸν δεύτερον 745 Ἅπαντα συῤῥεῖν, καὶ ποθεῖν μετάστασιν ∆εσμῶν λυθέντα καὶ νόμων γαμηλίων, Ἐξ οὗ με Χριστὸς, παρθένου μητρὸς τόκος Φανεὶς, νόμοις καινοῖσι ποιεῖ παρθένον. Ἐπεὶ γὰρ ἦλθον εἰς βίον καὶ δέσμιος, Ῥύσει τὰ ῥευστὰ καὶ φθορᾷ τὰ τῆς φθορᾶς Γνῶναι βιασθεὶς, ὡς μάθω τὰ κρείσσονα Ἐκ τῶν ὁρωμένων τε καὶ πλανωμένων· Χαίρων ἐπανάγων πρὸς Θεὸν τὴν εἰκόνα, Ἐλευθέρῳ τε καὶ ἀσυνδέτῳ βίῳ, Μηδὲν λελοιπὼς τῆς ἐμῆς ἴχνος δορᾶς, Ἀσκόν τιν' ἄλλον ἐν βίῳ φυσώμενον. Ὅλος θ' ὅλῳ τε τῷ Θεῷ κινούμενος, Πολλῶν μετ' ἄλλων γνησίων συνεμπόρων 746 Οἳ πρὸς μόνην βλέποντες ἣν ἐλπίζομεν Ζωὴν, ἀνῆκαν οὐ κόμας οὐδ' οὐσίας Θεῷ, παρ' οὗ τὰ πάντα, ὧν ἔχουσι δὲ Τὸ πρῶτον, ἁγνείαν τε καὶ ἀσαρκίαν. Τὰ Ναζιραίων τῶν νέων συστήματα, Πλήθοντα καὶ στίλβοντα τοῖς ἔνδον καλοῖς, Ἃ παρθένοι τιμῶσι μέχρις αἵματος. Τί σοι λέγοιμ' ἂν Θέκλαν; ἢ τὴν, ἢ τινὰς, Ὅσαι Θεῷ τὸ κάλλος ἐσφραγισμένον Τηρεῖν θέλουσαι, κινδύνοις προσέδραμον; Τὸ δ' οὖν ἀεὶ πᾶσίν τε γνωριμώτατον, Ὁρᾷς ἀγρύπνους παρθένων ψαλμῳδίας Ἀνδρῶν, γυναικῶν, φύσεως λελησμένων· Οἵων θ' ὅσων τε, καὶ ὅσον θεουμένων! 747 Σύμφωνον, ἀντίφωνον ἀγγέλων στάσιν ∆ισσὴν, ἄνω τε καὶ κάτω τεταγμένην, Θείας ὑμνῳδὸν ἀξίας καὶ φύσεως; Οὕτω μὲν οὖν ἁγνεία σοι τιμητέα, Λόγοις τοσούτοις καὶ τύποις, πρὸς οὓς βλέπων, Ἅγνιζε σαυτὸν, ὡς Θεοῦ δέξῃ νόμους Φρονήσεως δὲ πάντα μὲν τὰ τοῦ λόγου. Τί γὰρ φρονήσεως δίχα τῶν αἰνουμένων; Πρῶτον δὲ καὶ μέγιστον, εἰδέναι Θεὸν, Ἔργῳ λόγῳ τε γνησίως τιμώμενον· Πηγὴ γὰρ αὕτη πᾶσι καὶ σωτηρία. Θεὸς νοεῖται μέν τισιν, εἰ καὶ μετρίως· Ὑπ' οὐδενὸς δὲ φράζετ', οὐδ' ἀκούεται, 748 Ὅσον πέρ ἐστι, κἄν τις οἴηται λίαν. Παρεμπίπτει γὰρ, ὡς ἀχλὺς, τῷ σκέμματι Ἀεί τι τῶν ἐμῶν τε καὶ ὁρωμένων· Ὅπερ ὑπερβὰς συγγένωμαι τῷ Θεῷ, Ὡς καὶ κρατῆσαι καὶ πεπεῖσθαι τοῦτ' ἔχειν Ὅπερ λαβεῖν ἔσπευδον, οὐ κάμνων ἔτι. Θεὸν τὸ μὴ σέβειν μέν ἐστ' ὀλοώτατον, Μηδ' αἰτίαν τιν' εἰδέναι πρώτην ὅλων, Ἐξ ἧς τὰ πάντα καὶ προῆλθε καὶ μένει, Τάξει τ' ἀφράστῳ καὶ λόγῳ τηρούμενα. Ὁ δ' ἐστὶν οἴεσθ' εἰδέναι, βλάβη φρενῶν, Πλὴν εἰ καθ' ὑδάτων τις ἡλίου σκιὰν Βλέπων, νομίζοι προσβλέπειν τὸν ἥλιον· 749 Ἢ καὶ πυλῶνος κάλλος ἐκπεπληγμένος, Τὸν δεσπότην οἴοιτο τῶν ἔνδον βλέπειν. Ἄλλος μὲν ἄλλου καὶ ποσῶς σοφώτερος, Ὃς πλεῖον αὐγῆς ἔσπασε, πλείω βλέπων· Κάτω δ' ὅμως ἅπαντες ἀξίας Θεοῦ, Ὃν φῶς καλύπτει, οὗ σκότος προΐσταται. Ἣν καὶ ζόφον τέμνῃ τις, ἀνταστράπτεται Τοῦ φωτὸς ἄκρου δευτέρῳ προβλήματι. ∆ιπλοῦν δ' ὑπερέχειν οὐ μάλ' εὐπετὲς σκέπας Ὃς πάντα πληροῖ καὶ ἄνω παντὸς μένει, Ὃς νοῦν σοφίζει, καὶ νοὸς φεύγει βολὰς, Ἕλκων ἀεί με πρὸς ὕψος ὑπεκδρομεί. Θεὸν μάλιστα καὶ νοεῖν μὲν καὶ σέβειν, ∆εικνὺς τὸ φίλτρον ἐν ζέσει τῶν ἐντολῶν. 750 Ζητεῖν δ' ὅ ἐστι, μηδὲ πάντη, μηδ' ἀεὶ, Μήτε προχείρως πᾶσι γυμνοῦν τὸν λόγον. Τὸ μὲν λεγέσθω τοῦ Θεοῦ καὶ σὺν φόβῳ· Τὸ δ' ἔνδον ἔστω κείμενον, καὶ νῷ μόνῳ Σέβοιτο κρυπτὸν, ἀψόφως τιμώμενον. Τῷ δ' οὖς ἀνοίγοιτ', ἢν διδάσκῃ τις λόγος, Ἧττον γὰρ οὖς, ἢ γλῶττα κίνδυνον φέρει. Τὸ δ' ὕστερον δεοίμεθ' ἐκμαθεῖν σαφῶς, Λυθέντος ἡμῖν τοῦ πάχους· νῦν δ', ὡς σθένος, Σαυτὸν καθαίρειν καὶ νεοῦν λαμπρῷ βίῳ· ∆έξῃ γὰρ οὕτω καὶ Θεὸν νοούμενον. Ναῷ Θεὸν δὲ προστρέχειν ἅπας λόγος· Ἁγνοῦ γὰρ ἁγνός ἐστιν οἰκητήριον. Οἱ μὲν λογισμοὶ μικρὸν εἰς γνῶσιν Θεοῦ. 751 Λόγῳ γάρ ἐστι πᾶς λόγος ἀντίστατος. Στρεπτὴν δὲ πίστιν οὑμὸς οὐκ ἔχει λόγος· Τὸ δ' ἐξέχεσθαι τοῦ λαλουμένου μέγα. Ὃς μὲν γὰρ ἠγάπησε, καὶ στερχθήσεται· Ὃς δ' ἠγάπηται, καὶ ἔνοικον λαμβάνει. Οὗ δ' ἐστὶν, οὐκ ἔνεστι μὴ φῶς τυγχάνειν· Φωτὸς δὲ πρῶτον αὐτὸ γιγνώσκειν τὸ φῶς. Οὕτω τὸ φίλτρον πρόξενον καὶ γνώσεως· Ἥδ' ἔστ' ἀμείνων εἰς