1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

36

Ἐνώχ, Ἐνὼχ τὸν Μαθουσάλα, Μαθουσάλα τὸν Λάμεχ, Λάμεχ τὸν Νῶε, καὶ γέγονε κατακλυσμός, οὐκ ἀλληγορίᾳ ἀλλ' ἀληθείᾳ, 59.2 καὶ ἀπώλετο πᾶσα ψυχή, ἔμειναν δὲ «ὀκτὼ ψυχαὶ» ἀνθρώπων. ψυχὰς πάλιν ἐὰν ἀκούσῃς, μὴ νομίσῃς πλάσματα μὴ ἔχειν. ἀπὸ γὰρ τοῦ ἑνὸς εἴδους ὁ ἄνθρωπος ὅλος καλεῖται. «κατέβη», γάρ φησιν ἡ γραφή, «Ἰακὼβ εἰς Αἴγυπτον ἐν ψυχαῖς ἑβδομήκοντα πέντε», οὐχ ὅτι αἱ ψυχαὶ εἵποντο ἄνευ σωμάτων, ἀλλὰ σὺν σώμασι· ὅλον οὖν τὸν ἄνθρωπον ψυχὰς κέκληκεν. καί «ἦμεν ἐν τῷ πλοίῳ ὡς ὀγδοήκοντα ψυχαί», φησὶν 59.3 ὁ Λουκᾶς, ὁ συγγραψάμενος τὰς πράξεις τῶν ἀποστόλων. καὶ ἡ συνήθεια τοὺς δούλους σώματα εἴωθε καλεῖν. δεσπότης ἐστί, φησίν, ἑκατὸν σωμάτων· ἀλλὰ καὶ ψυχὰς ἐχόντων. ἐπειδὴ δὲ ἡ δεσποτεία τῶν ἀνθρώπων σωμάτων κυριεύει ἀλλ' οὐ ψυχῶν, διὰ τοῦτο τοὺς δούλους εὐλόγως σώματα ἐκάλεσαν σὺν ψυχαῖς, ἵνα δείξῃ τὴν χρῆσιν 59.4 τῶν σωμάτων. ἐξῆλθε δὲ Νῶε ἐκ τῆς κιβωτοῦ γεννήσας τὸν Σὴμ τὸν Χὰμ τὸν Ἰάφεθ. Σὴμ δὲ γεννᾷ τὸν Ἀρφαξάδ, Ἀρφαξὰδ γεννᾷ τὸν Καϊνάν, Καϊνὰν τὸν Σάλα, Σάλα τὸν Ἔβερ, Ἔβερ τὸν Φαλέκ, Φαλὲκ τὸν Ῥαγαῦ, Ῥαγαῦ τὸν Σερούχ, Σεροὺχ τὸν Ναχώρ, Ναχὼρτὸν Θάρρα, Θάρρα τὸν Ἀβραάμ, Ἀβραὰμ τὸν Ἰσαάκ, Ἰσαὰκ τὸν ἸακώἸακὼβ τὸν Ἰούδαν, Ἰούδας τὸν Φαρές, Φαρὲς τὸν Ἐσρώμ, Ἐσρωτὸν Ἀράμ, Ἀρὰμ τὸν Ἀμιναδάμ, Ἀμιναδὰμ τὸν Ναασώμ, Ναασὼτὸν Σαλμών, Σαλμὼν τὸν Βοόζ, Βοὸζ τὸν Ἰωβὴδ ἐκ τῆς Ῥούθ, Ἰωβὴδ τὸν Ἰεσσαί, Ἰεσσαὶ τὸν ∆αυὶδ τὸν βασιλέα, ∆αυὶδ τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, Σολομῶν τὸν Ῥοβοάμ, Ῥοβοὰμ τὸν Ἀβιά,Ἀβιὰ τὸν Ἀσάφ, Ἀσὰφ τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ τὸν Ἰωράμ, Ἰωτὸν Ὀχοζίαν, Ὀχοζίας τὸν Ἰωάς, Ἰωὰς τὸν Ἀμεσίαν, Ἀμεσίας τὈζίαν, τὸν κληθέντα Ἀζαρίαν, Ὀζίας τὸν Ἰωάθαμ, Ἰωάθαμ τὸν ἌχἌχαζ τὸν Ἐζεκίαν, Ἐζεκίας τὸν Μανασσῆ, Μανασσῆς τὸν Ἀμώς, Ἀμωτὸν Ἰωσίαν, Ἰωσίας τὸν Ἰεχονίαν, Ἰεχονίας πάλιν τὸν Σαλαθιήλ Σαλαθιὴλ τὸν Ζοροβάβελ, Ζοροβάβελ τὸν Ἀβιούδ, Ἀβιοὺδ τὸν Ἐλικείμ, Ἐλιακεὶμ τὸν Ἀσώρ, Ἀσὼρ τὸν Σαδώκ, Σαδὼκ τὸν ἈχείμἈχεὶμ τὸν Ἐλιούδ, Ἐλιοὺδ τὸν Ἐλεάζαρ, Ἐλεάζαρ τὸν Ματθία Ματθίας τὸν Ἰακώβ, Ἰακὼβ τὸν Ἰωσήφ 60.1 Ἰωσὴφ γέρων ὢν καὶ χῆρος μετὰ τὸ λαβεῖν πρώτην γυναῖκα καὶ ποιῆσαι ἐξ αὐτῆς παῖδας ἄρρενας μὲν τέσσαρας, Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου καλούμενον διὰ τὸ συνανατραφῆναι αὐτῷ καὶ Σίμωνα καὶ Ἰούδαν καὶ Ἰωσῆν, δύο δὲ θυγατέρας, † Ἄνναν καὶ60.2 Σαλώμην, οὗτος ὁ Ἰωσὴφ γέρων ὢν καὶ χῆρος κατὰ ἀνάγκην τῶν κλήρων βαλλομένων ἐπὶ χήρους καὶ ἀγάμους καθ' ἑκάστην φυλὴν εἰς τὰς ἀπὸ ναοῦ παρθένους διὰ τὸ ἀφιεροῦσθαι ἐν τῷ ναῷ τοὺς πρωτοτόκους παῖδας, ἄρρενάς τε καὶ θηλείας ἔλαβε κατὰ κλῆρον τὴν ἁγίαν παρθένον Μαρίαν, «ἐξ ἧς» κατὰ σάρκα «ἐγεννήθη» ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διὰ πνεύματος ἁγίου, οὐκ ἀπὸ σπέρματος 60.3 ἀνδρὸς οὔτε συναφείᾳ σώματος. γεννᾶται τοίνυν ὁ κύριος ἐκ φυλῆς Ἰούδα, ἐκ σπέρματος ∆αυὶδ καὶ Ἀβραὰμ κατὰ σάρκα, θεὸς ὤν, ἐν τῷ τεσσαρακοστῷ δευτέρῳ ἔτει τῆς βασιλείας Αὐγούστου. 60.4 Αὔγουστος δὲ ἐβασίλευσεν πεντήκοντα ἓξ ἔτη καὶ μῆνας ἓξ μετ' αὐτὸν δὲ παῖς αὐτοῦ Τιβέριος διαδέχεται τὴν ἀρχὴν ἔτη ˉκˉγ μετὰ Τιβέριον Γάϊος ἔτη τρία καὶ μῆνας ˉθ καὶ ἡμέρας ˉκˉβ μετὰ Γάϊον Κλαύδιος ἔτη ˉιˉγ μετὰ Κλαύδιον Νέρων ἔτη ˉιˉγ μετὰ Νέρωνα Οὐεσπασιανὸς ἔτη ˉθ μετὰ Οὐεσπασιανὸν Τίτος ὁ υἱὸς αὐτοῦ ἔτη ˉβ μετὰ Τίτον ∆ομετιανὸς ὁ ἀδελφὸς αὐτοῦ ἔτη ˉˉιˉˉε καὶ μῆνας ˉε μετὰ ∆ομετιανὸν Νερούας ἔτος ˉα μῆνας ˉδ μετὰ Νερούαν Τραϊανὸς ἔτη ˉιˉθ μετὰ Τραϊανὸν Ἀδριανὸς ἔτη ˉκˉα μετὰ Ἀδριανὸν Ἀντωνῖνος εὐσεβὴς ἔτη ˉκˉβ μετὰ Ἀντωνῖνον Μάρκος Αὐρήλιος Ἀντωνῖνος, ὁ καὶ Οὐῆρος, ἔτη ˉιˉθ Κόμοδος ἔτη ˉιˉγ Περτίναξ μῆνας ˉϛ Σευῆρος ἔτη ˉιˉη Ἀντωνῖνος ὁ υἱὸς αὐτοῦ ἔτη ˉζ Μακρῖνος ἔτος ἕν