36
ἀλήθειαν τρίβος, Τῆς ἐν λόγῳ τε καὶ στροφαῖς τιμωμένης. Ὃ δ' οὖν ἐφικτὸν, τοῦτο καὶ δηλώσομεν. Ἄναρχον, Ἀρχὴ, Πνεῦμα, Τριὰς τιμία, Ἀναίτιον, γεννητὸν, ἐκπορεύσιμον· Πατὴρ τὸ μέν· τὸ δ' Υἱὸς, αὐτὸς καὶ Λόγος· 752 Τὸ δ' οὐ μὲν Υἱὸς, Πνεῦμα δ' οὐσίας μιᾶς. Εἷς ἐκ τριῶν Θεός τε καὶ κοινὸν σέβας· Οἷς καὶ τὸ θνητὸν τῆς πλοκῆς ἐκλύομαι. Ταῦτ' ἢν σέβῃς μοι καὶ κρατῇς, σεμνῷ βίῳ Ῥίψας ἅπασαν τὴν κάτω βίου ζάλην, Λόγῳ τ' ἀληθεῖ καὶ μίσει τῶν πλασμάτων Ἄνω τε τάξῃ, καὶ γένοιό μου πλέον, Ὡς ἂν τύχοιο πλείονος παῤῥησίας.
ΙΑʹ. Πρὸς κόσμον διαλογισμός. Ἐρώτ. ∆ικάζομαί σοι, κόσμε. Τίς, πόθεν πάρει,
Πρῶτον δίδαξον, καὶ ὅποι καταστρέφεις. Ῥοιζεῖς δὲ πῶς με κύκλος ὡς μύρμηκ' ἄγων; Ἀπόκρ. Οὐκ οἶδ' ὅθεν προῆλθον, ἐκ Θεοῦ δέ γε. 753 Καταστρέφω δ' εἰς κρεῖσσον. Οὐ ῥοιζῶ δέ σε, Ἀλλ' αὐτὸς ὢν ἄκοσμος, ὑβρίζεις ἐμέ. Ἐρ. Πῶς οὖν σὺ μὲν πέπηγας, ἄστατος δ' ἐγώ; Ἀπ. Ἐγὼ μὲν ἐκτός εἰμι, καὶ τίς ἡ χάρις; Σὺ δ' ὢν θελητὴς, εἰ θέλεις, ἔχεις πλέον. Ἐρ. Καλῶς· τὰ δ' ἐκτὸς τίς φέρει; Ἀπ. Τί γὰρ κακόν; Ὕλη τάδ' ἐστὶ τοῖς καλοῖς σωτηρίας. Ἐρ. Ἢ κρεῖσσον αὑτὸν αἰτιᾶσθ'; Ἀπ. Οὕτως ἔχει.
ΙΒʹ. Περὶ τοῦ ἐπικήρου τῆς ἀνθρωπίνης φύσεως. Κόσμε φίλ', οὐ φίλε πάντα, τί
μ' ὡς τροχὸς ἀμφιέλικτος Ῥοιζηδὸν φορέεις ἀντιπορευόμενον, 754 Μύρμηχ' ὡς ὀλίγον, πικρὴν φορὰν ἀσχαλόωντα; Ἔμπα γε μὴν φορέεις τόσσον ἐόντα, τόσος. Οἶδα μὲν ὡς θεόθεν σὺ Θεοῦ κλέος. Ἀλλὰ καὶ αὐτὸς Χριστοῦ χειρὶ πάγην, πλεκτὸς ἀπ' ἀμφοτέρων, Οὐρανίων χθονίων τε. Τὸ μὲν δέμας ἔνθεν ἐτύχθη· Ψυχὴ δ' αὖ μεγάλου ἐστὶν ἄημα νόου. Ἀλλὰ καὶ ὡς πολλοῖσιν ἐλαύνομαι ἔνθα καὶ ἔνθα Πήμασιν ἐξ ἐμέθεν, πήμασι δυσμενέος. ∆ελφὶς δ' ὡς ἐπὶ χέρσον ἁλίδρομος, ἠέρι θνήσκω. Κόσμε, παρῆλθον ἐγὼ, λαὸν ἄτρωτον ἄγοις.
ΙΓʹ. Περὶ τοῦ αὐτοῦ. Ἀλλήλους μὲν ἐγώ τε καὶ ὁ χρόνος, ὡς πετεηνὰ Ἢ νέες
ἐν πελάγει ἀντιπαρερχόμεθα, 755 Ἑσταὸς οὐδὲν ἔχοντες· ὃ δ' ἤμπλακον, οὐ παραθρέξει, Ἀλλὰ μένει· ζωῆς τοῦτο μογηρότατον. Οὐδ' ὅ τι εὔξομ' ἔχω, ζῆσαι πλέον, ἠὲ λυθῆναι· Τάρβος ἐπ' ἀμφοτέροις· ὧδε δὲ φράζεό μοι. Ζωή μοι πολύμοχθος ἁμαρτάσιν. Εἰ δὲ θάνοιμι, Αἲ αἲ, τῶν προτέρων οὐδὲν ἄκος παθέων. Εἰ ζωὴ τόδε σοι τεκμαίρεται, ἧς τόσον ἄχθος, Οὐδὲ τὸ λυθῆναι λῦσιν ἔχει καμάτων, Κρημνὸς δ' ἀμφοτέρωθε. Τί ῥέξομεν; ἦ τόδ' ἄριστον, Λεύσσειν πρὸς σὲ μόνον, σήν τ' ἀγανοφροσύνην.
Ι∆ʹ. Περὶ τῆς ἀνθρωπίνης φύσεως. Χθιζὸς ἐμοῖς ἀχέεσσι τετρυμένος, οἶος ἀπ'
ἄλλων Ἥμην ἐν σκιερῷ ἄλσεϊ, θυμὸν ἔδων. 756 Καὶ γάρ πως φιλέω τόδε φάρμακον ἐν παθέεσσιν, Αὐτὸς ἐμῷ θυμῷ προσλαλέειν ἀκέων. Αὖραι δ' ἐψιθύριζον ἅμ' ὀρνιθέεσσιν ἀοιδοῖς, Καλὸν ἀπ' ἀκρεμόνων κῶμα χαριζόμεναι, Καὶ μάλα περ θυμῷ κεκαφηότι. Οἱ δ' ἀπὸ δένδρων Στηθομελεῖς, λιγυροὶ, ἠελίοιο φίλοι, Τέττιγες λαλαγεῦντες ὅλον κατεφώνεον ἄλσος. Πὰρ δ' ὕδωρ ψυχρὸν ἐγγὺς ἔκλυζε πόδας, Ἦκα ῥέον δροσεροῖο δι' ἄλσεος. Αὐτὰρ ἔγωγε Τὼς ἐχόμην κρατερῶς ἄλγεος, ὡς ἐχόμην. Τῶν μὲν ἄρ' οὐκ ἀλέγιζον, ἐπεὶ νόος, εὖτε πυκασθῇ Ἄλγεσιν, οὐκ ἐθέλει τέρψιος ἀντιάειν. Αὐτὸς δὲ, στροφάλιγξιν ἑλισσομένοιο νόοιο, Τοίην ἀντιπάλων δῆριν ἔχων ἐπέων· 757 Τίς γενόμην, τίς δ' εἰμὶ, τί δ' ἔσσομαι; Οὐ σάφα οἶδα. Οὐδὲ μὲν ὅστις ἐμοῦ πλειότερος σοφίην. Ἀλλ' αὐτὸς νεφέλῃ κεκαλυμμένος ἔνθα καὶ ἔνθα, Πλάζομαι οὐδὲν ἔχων, οὐδ' ὄναρ, ὧν ποθέω. Πάντες γὰρ χθαμαλοὶ καὶ ἀλήμονες, οἷσι παχείης Σαρκὸς ἐπικρέμαται κυανέη νεφέλη. Κεῖνος δ' ἐστὶν ἐμεῖο σοφώτερος, ὃς πλέον ἄλλων Ἤπαφεν ἧς κραδίης ψεῦδος ἑτοιμολόγον. Εἰμί. Φράζε τί τοῦτο; Τὸ