1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

37

Ἀντωνῖνος ἄλλος ἔτη ˉδ Ἀλέξανδρος, οὐχ ὁ Μακεδών, ἔτη ˉˉιˉˉγ Μαξιμῖνος ἔτη ˉγ Γορδιανὸς ἔτη ˉϛ Φίλιππος ἔτη ˉϛ ∆έκιος ἔτος ˉα Γάλλος ὁ * καὶ Οὐολουσιανὸς ἔτη ˉγ Γαλλιηνὸς ἔτη ˉιˉε Κλαύδιος ἄλλος ἔτος ἕν Αὐρηλιανὸς ἔτη ˉˉιˉˉδ Τάκιτος μῆνας ˉϛ Πρόβος ἔτη ˉϛ οἱ περὶ Κᾶρον καὶ Καρῖνον καὶ Νουμεριανὸν ἔτη ˉβ ∆ιοκλητιανὸς ἔτη 60.5 ˉκ μετὰ ∆ιοκλητιανὸν Μαξιμιανὸς Λικίννιος Κωνστάντιος Κωνσταντῖνος Κώνστας Κωνστάντιος καὶ Κωνσταντῖνος Ἰουλιανὸς Ἰοβιανὸς Οὐαλεντινιανὸς Οὐάλης Γρατιανὸς ἕως τοῦ ἐνιαυτοῦ τούτου μετὰ τὸ τελευτῆσαι ∆ιοκλητιανὸν ἔτη ˉο. τὸ ἔτος γὰρ τοῦτό ἐστιν ἐνενηκοστὸν ∆ιοκλητιανοῦ, Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος ˉι, Γρατιανοῦ δὲ ἔτος ˉϛ, ὑπατείᾳ Γρατιανοῦ Αὐγούστου τὸ τρίτον καὶ Ἐκουιτίου λαμπροτάτου, Ἰνδικτιῶνος ˉβ. 61.1 Ἡμεῖς τοίνυν ἀπὸ τοῦ προειρημένου Ἀδὰμ πάντες κατὰ ἀκολουθίαν· καὶ οὐκ ἀπώλετο ἡ τάξις οὐδὲ τὰ ὑπὸ θεοῦ γινόμενα 61.2 ἀλληγοροῦνται. ἔστι τοίνυν Ἀδὰμ καὶ ἔστι φύλλα συκῆς καὶ συκῆ καὶ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ καὶ ξύλον ζωῆς ἐν μέσῳ τοῦ παραδείσου καὶ ὄφις καὶ παρακοὴ καὶ ὑπακοὴ καὶ εἰσὶ 61.3 ποταμοὶ καὶ ἔστιν Εὔα καὶ τὸ πλάσμα· «πάντα γὰρ δυνατὰ τῷ θεῷ» καὶ τὰ φθαρτὰ μεταβαλεῖν εἰς ἀφθαρσίαν καὶ τὰ ἐπὶ τῆς γῆς ποιῆσαι 61.4 ἐν ἀφθαρσίᾳ διατελεῖν. καὶ μὴ θαυμαζέτω τις· τοῦτο γὰρ ἦλθε καὶ ἔδειξε λαβὼν σάρκα φθαρτὴν καὶ ἐνδυσάμενος ἐν τῇ θεότητι καὶ ἀποδείξας ἄφθαρτον. «τίς γὰρ ἐγκαλέσει» θεῷ; 61.5 ἴδωμεν δὲ καὶ ἄλλην θεωρίαν. ἐξέβαλεν αὐτούς, φησίν, ἔξω τοῦ παραδείσου καὶ ἔθετο τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τηρεῖν τὴν εἴσοδον τοῦ ξύλου τῆς ζωῆς. καὶ ἐξελθόντες οἱ περὶ τὸν Ἀδὰμ 61.6 ᾤκησαν ἀπέναντι τοῦ παραδείσου. μηδεὶς μύθοις ἀπατάσθω κενοῖς. «δύναται γὰρ ὁ θεὸς ἐκ τῶν λίθων ἐγεῖραι τέκνα» καὶ δύναται ὁ θεὸς καὶ τὰ φθαρτὰ μεταβαλεῖν εἰς ἀφθαρσίαν καὶ δύναται ἐπὶ γῆς ποιῆσαι 61.7 ἀνάπαυσιν παραδείσου, ὅτε ἠθέλησεν. οὐ γὰρ ἡ γῆ ἄλλου θεοῦ καὶ ὁ οὐρανὸς ἄλλου, ἀλλὰ πάντα τοῦ αὐτοῦ ἐστι καὶ ὡς θέλει χαρίζεται 61.8 ἑκάστῳ τὴν ἀφθαρσίαν. καὶ γὰρ καὶ τὸ σῶμα τοῦ Ἀδὰμ οἴδαμεν ἐκ 61.8 τῆς γῆς πεπλασμένον, ἐξ ἧσπερ καὶ ἡμῶν τὰ σώματα, καὶ ἐλπίδα ἔχομεν ζωῆς αἰωνίου καὶ ἀφθάρτου κληρονομίας. καὶ γὰρ τοῦ σωτῆρος τὸ σῶμα ἀπὸ Μαρίας ἦν καὶ συνήνωται πνευματικῶς τῇ τοῦ Λόγου 61.9 ἐν οὐρανῷ ἀφθαρσίᾳ. ταῦτα δὲ πάντα συνηγάγομεν καὶ ἐνταῦθα παρεθέμεθα μηδὲν παραρρῖψαι τῶν γεγραμμένων θέλοντες, ἀλλὰ μᾶλλον ἁπλότητι φέρεσθαι πιστοί τε εὑρίσκεσθαι πρὸς τὸν θεόν, ἐν οἷς ἐν ἀληθείᾳ ἔγραψεν ἡμῖν καὶ ἐδωρήσατο τὴν τῆς ἀληθείας ὁδὸν εἰς ἡμῶν σωτηρίαν· συγχωρεῖν δὲ αὐτῷ μόνῳ πρέπον ἐστὶν εἰδέναι τὰ ἀκατάληπτα. 62.1 Ἄλλην δὲ πάλιν μυθώδη θεωρίαν οὗτος ὁ Ὠριγένης, ᾧ ὁ θεὸς συγχωρήσειε φαντασίας τοῖς ἀνθρώποις ἀλληγοροῦντι, παρεισήγαγε φάσκων οὓς εἶπεν ἡ θεία γραφὴ χιτῶνας δερματίνους πεποιηκέναι τὸν θεὸν τοῖς περὶ τὸν Ἀδὰμ μὴ εἶναι χιτῶνας δερματίνους· 62.2 ἀλλὰ τοῦτό φησι χιτῶνα δερμάτινον τὸ σαρκῶδες τοῦ σώματος ἢ αὐτὸ τὸ σῶμα· μετὰ γὰρ τὴν παρακοήν, φησίν, καὶ μετὰ τὸ βεβρωκέναι τοῦ ξύλου ἐνέδυσε τὰς ψυχὰς ταῦτα τὰ σώματα τουτέστιν 62.3 ταύτην τὴν σάρκα. καὶ ἔστιν εὔηθες τὸ ὅλον εἰπεῖν. σοφίζεται γὰρ αὐτὸς ὁ Ὠριγένης δῆθεν καὶ φησί· μὴ γὰρ ὁ θεὸς βυρσοδέψης ἦν, ἵνα βυρσεύσας δέρματα χιτῶνας ἐργάσηται τῷ Ἀδὰμ καὶ τῇ Εὔᾳ; πολὺ 62.4 δὲ κτηνωδέστερον τὸ τοιοῦτον. τί εὐχερέστερον ἦν, οὐρανὸν καὶ γῆν ἐξ οὐκ ὄντων ποιῆσαι τὸν θεὸν ἢ χιτῶνας δερματίνους; πότε γὰρ τὰ θαυμάσια αὐτοῦ θέλων οὐκ εἰργάσατο καὶ ἄψυχα εἰς ἔμψυχα 62.5 μεταβαλεῖν πότε οὐ δεδύνηται; τὴν μὲν ῥάβδον