38
Μωυσέως, ξηρὰν οὖσαν καὶ ξυλίνην, ὄφιν ἔμψυχον ἐποίησε Μωυσέα καταδιώκοντα, ἀφ' οὗ Μωυσῆς εἰς φυγὴν ἐτρέπετο, ἵνα δείξῃ ὅτι οὐκ ἦν φάντασμα, ἀλλ' ἀληθὲς τὸ γενόμενον. πῶς δὲ τεσσαράκοντα ἔτη τοῦ λαοῦ τὰ ἱμάτια οὐκ ἐρρικνώθη καὶ τρίχες οὐκ ἐκόμων καὶ τὰ ὑποδήματα 62.6 οὐκ ἐπαλαιοῦντο; εἰπάτωσαν δέ μοι οἱ ἠλίθιοι οἱ τῇ φρενοβλαβείᾳ Ὠριγένους κατὰ τοῦτο τὸ μέρος ἀκολουθήσαντες· ἀναστάντος τοῦ σωτῆρος ἐκ τῶν νεκρῶν καὶ καταλείψαντος τὰς ὀθόνας ἐν τῷ μνήματι, ὡς γέγραπται, γυμνὸς ἆρα ἐφαίνετο τοῖς μαθηταῖς ἀνα62.7 στὰς ἐκ τῶν νεκρῶν σὺν σώματι καὶ ψυχῇ; ὁπηνίκα δὲ ἐδείκνυε τοῖς περὶ τὸν Θωμᾶν τὰ ὀστᾶ αὐτοῦ καὶ τὰς σάρκας χεῖράς τε καὶ τὴν πλευράν, δηλονότι οὐκ ἦν γυμνός. τοίνυν τὰ ἱμάτια τίς αὐτῷ ὕφανε 62.8 τὰ μετὰ τὴν ἀνάστασιν; ἀλλ' ἐρεῖς μοι πάντως, ἐνδύματα ἦν πνευματικά, ἃ ἦν θελήματι ἰδίῳ ἑαυτῷ ποιήσας. καὶ εἰ τοιαῦτα ἐνδύματα ἠδύνατο ἑαυτῷ ποιεῖν, ἐκείνους τοὺς δερματίνους χιτῶνας οὐκ ἠδύνατο ποιῆσαι τοῖς περὶ τὸν Ἀδὰμ οἰκείῳ θελήματι; ὄντως δὲ 62.9 ἐκπίπτει τοῦ Ὠριγένους ἡ ἀλληγορία. εἰ γὰρ μετὰ τὸ βεβρωκέναι τοῦ ξύλου ἐκτίσθη τῷ Ἀδὰμ ἡ σάρξ, πόθεν ἄρα ἔλαβεν ὁ θεὸς τὴν πλευρὰν πρὸ τοῦ αὐτὸν βεβρωκέναι; ὡς διεγερθεὶς ἀπὸ τῆς ἐκστάσεώς φησιν «ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου τοῦτο». 63.1 «Τοῦ λοιποῦ τοίνυν μηδεὶς ἡμῖν κόπους παρεχέτω.» οὕτω γὰρ δοξάζει ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία ἀπὸ τῶν ἀνέκαθεν· οὐ παρα63.2 στήσεται γὰρ ἡμῖν Ὠριγένης ἐν ἡμέρᾳ κρίσεως. θαυμάζω γὰρ ὡς ἀληθῶς, πῶς τινες ἀνέχονται τοῦ βλασφημήσαντος τὸν ἑαυτοῦ δεσπότην. ἀναγνώτωσαν Ὠριγένους τὰ περὶ ἀρχῶν οἱ τοιοῦτοι καὶ μαθέτωσαν οἱ δοκοῦντες εἶναι υἱοὶ τῆς ἐκκλησίας τῆς καθολικῆς * καὶ μὴ τὸν υἱὸν ἀπὸ τῆς τοῦ πατρὸς θεότητος χωρίζειν τολμάτωσαν· 63.3 * πῶς οὐ κατηξίωσεν Ὠριγένης εἰπεῖν κἂν ὅτι ὁρᾷ τὸν πατέρα ὁ υἱός, ἀλλά φησιν· «ὡς οὐ δύναται ἰδεῖν τὸν πατέρα ὁ υἱός, καὶ τὸ ἅγιον πνεῦμα οὐ δύναται ἰδεῖν τὸν υἱόν» καὶ πάλιν «οἱ ἄγγελοι οὐ δύνανται ἰδεῖν τὸ ἅγιον πνεῦμα καὶ οἱ ἄνθρωποι οὐ δύνανται ἰδεῖν 63.4 τοὺς ἀγγέλους.» καὶ ἐφαντασίασεν ἑαυτὸν μᾶλλον καὶ οὓς ἠπάτησεν, ἀλλ' οὐ τὸν συνετὸν καὶ πιστὸν καὶ πιστεύοντα τῇ ἀληθείᾳ καὶ τῇ 63.5 πνευματικῇ διδασκαλίᾳ. παῦσαι τοίνυν, Ὠρίγενες, καὶ παύσασθε οἱ τοῦ Ὠριγένους μαθηταί· ἀληθεύουσι γὰρ οἱ ἀπόστολοι καὶ οἱ προ63.6 φῆται ἤπερ ὑμεῖς καὶ ὁ ὑμῶν διδάσκαλος· παυσάσθωσαν οἱ Γνωστικοί, κατάγνωστοι δὲ ὄντες τὸν τρόπον, καὶ παυσάσθωσαν Οὐαλεντινιανοὶ καὶ Μανιχαῖοι καὶ Μαρκιωνισταὶ οἱ κατὰ πάντα πεπλανημένοι καὶ παυσάσθωσαν Ἀρειανοὶ καὶ Ἀνόμοιοι καὶ Σαβέλλιοι καὶ Πνευματῖται, οἱ καὶ Πνευματομάχοι, καὶ ∆ιμοιρῖται οἱ ἀνοήτως τὸν νοῦν παρεκ63.7 βάλλοντες. πάντα γὰρ ἀληθεύει ἡ θεία γραφή· συνέσεως δὲ χρεία ἐστὶ τοῦ εἰδέναι ἀληθεύειν τὸν θεὸν πιστεύειν τε αὐτῷ καὶ τοῖς αὐτοῦ λόγοις καὶ γνῶναι τὰ ὑπὸ τοῦ θεοῦ κεχαρισμένα καὶ δεδομένα καὶ ἐσόμενα καὶ εἰδέναι κατὰ τὴν ὑπόσχεσιν τὴν τῶν νεκρῶν ἀνάστασιν ἐν τελειότητι. πᾶσα γὰρ αἵρεσις ψεύδεται μὴ λαβοῦσα πνεῦμα ἅγιον κατὰ τὴν παράδοσιν τῶν πατέρων ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ καθολικῇ ἐκκλησίᾳ. 64.1 Καὶ περὶ τούτων πάντων αὖθις πάλιν ἐροῦμεν κατὰ τὸ ἡμέτερον ἀσθενές· ἀλλ' ἐκ θεοῦ καταξιωθέντες τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς ἐκκλησίας οἱ ἐλάχιστοι καὶ ταπεινοὶ ἔχειν καὶ ταύτης τὸ ἑδραίωμα κατὰ τὸ δυνατὸν τῆς ἡμῶν βραχύτητος παρατιθέμεθα ἀπὸ μέρους περὶ πάντων τοῖς βουλομένοις τῆς ἑαυτῶν ζωῆς ἐπιμε64.2 λεῖσθαι. καὶ ἤρκει μὲν ἱκανῶς τὰ περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εἰρημένα· ἵνα δὲ περισσότερον εἰς εὐφρασίαν καὶ περιποίησιν καὶ πληροφορίαν τῶν πιστῶν