1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

40

εἰμί· τὸ μὲν δέμας ἔνθεν ἐτύχθη· Τοὔνεκα καὶ νεύει πρὸς χθόνα τὴν ἰδίην. Ψυχὴ δ' ἔστιν ἄημα Θεοῦ, καὶ κρείσσονα μοίρην Αἰὲν ἄγαν ποθέει τῶν ὑπερουρανίων. Ὣς πηγῆς ῥόος ἐστὶν ἐπίδρομος, αἰθόμενον δὲ Πῦρ ὁδὸν οἶδε μίην ἄτροπον· ἅλλετ' ἄνω. Ὣς μέγας ἐστὶ βροτὸς, καὶ ἄγγελος· ἢν ἀπαΐξας, Ὥσπερ ὄφις, στικτοῦ γήραος, ἔνθεν ἴοι. Ὦ πάλλεσθ', ἱερῆες· ἐγὼ θάνον. Ὦ καὶ ἀλιτροὶ Γείτονες, οὐκέτι με φρίξετε, ὡς τὸ πάρος. 778 Αὐτοῖς μὲν μέγαν οἶκον ἀεὶ ζώοντος Ἄνακτος Φράσσετε· αὐτὰρ ἐγὼ πάντα λιπὼν, ἓν ἔχω, Σταυρὸν ἐμῆς ζωῆς φανὸν στύλον. Ἢν δ' ἄρ' ἀερθῶ Ἔνθεν, καὶ θυέων ἅψομ' ἐπουρανίων, Τοῖς φθόνος οὐ πελάει, τυκτὸν κακὸν, εἰ θέμις εἰπεῖν, Πηνίκα καὶ φθονερῶν ἄφθονος εὔξομ' ὕπερ.

Ιʹ. Περὶ τῶν τοῦ βίου ὁδῶν. Τίς, πόθεν ἐς βίον ἦλθον; ἐπεὶ δέ με γαῖα καθέξει,

Τίς πάλιν ἐκ κόνιος ἔσσομ' ἀνιστάμενος; Πῆ δὲ φέρων στήσει με Θεὸς μέγας; ἦ ῥα σαώσει Ἔνθεν ἀναστήσας εὔδιον ἐς λιμένα; 779 Πολλαὶ μὲν βιότοιο πολυτλήτοιο κέλευθοι, Ἄλλη δ' ἀλλοίοις πήμασι συμφέρεται. Κοὐδὲν ἐν ἀνθρώποισι καλὸν, κακότητος ἄμικτον. Αἴθε δὲ μὴ τὰ λυγρὰ πλείονα μοῖραν ἔχεν! Ὁ πλοῦτος μὲν ἄπιστος ὁ δὲ θρόνος, ὀφρὺς ὀνείρων· Ἄρχεσθαι δὲ μόγος, ἡ πενίη δὲ πέδη. Κάλλος δ' ἀστεροπῆς, τυτθὴ χάρις, ἡ νεότης δὲ, Βράσμα χρόνου πολιὴ, λυπρὰ λύσις βιότου. Οἱ δὲ λόγοι πτερόεντες· ἀὴρ, κλέος· αἷμα παλαιὸν Εὐγενέται, ῥώμη καὶ συὸς ἀγροτέρου. Ὑβριστὴς δὲ κόρος· δεσμὸς, γάμος· εὐτεκνίη δὲ, Φροντὶς ἀναγκαίη· δυστεκνίη δὲ, νόσος. Αἱ δ' ἀγοραὶ, κακίης μελετήματα· ἠρεμίη δὲ, Ἀδρανίη· τέχναι, τῶν χαμαὶ ἐρχομένων. Στεινὴ δ' ἀλλοτρίη μάζα. Τὸ δὲ γαῖαν ἀρόσσειν, 780 Μόχθος. Ποντοπόρων τὸ πλέον εἰν ἀΐδῃ. Ἡ πάτρη δὲ, βέρεθρον ἑόν· ξενίη δέ τ' ὄνειδος. Πάντα μόγος θνητοῖς τἀνθάδε· πάντα γέλως, Χνοῦς, σκιὰ, φάσμα, δρόσος, πνοιὴ, πτερὸν, ἀτμὶς, ὄνειρος, Οἶδμα, ῥόος, νηὸς ἴχνιον αὖρα, κόνις, Κύκλος ἀειδίνητος, ὁμοίϊα πάντα κυλίνδων, Ἑστηὼς, τροχάων, λυόμενος, πάγιος, Ὥραις, ἤμασι, νυξὶ, πόνοις, θανάτοισιν, ἀνίαις, Τερπωλῇσι, νόσοις, πτώμασιν, εὐδρομίαις. Καὶ τόδε σῆς, γενέτορ, σοφίης, Λόγε, ἀστατέοντα Πάντα πέλειν, στασίμων ὥς κεν ἔχωμεν ἔρον. Πάντα νόου πτερύγεσσιν ἐπέδραμον, ὅσσα παλαιὰ, Ὅσσα νέα· θνητῶν δ' οὐδὲν ἀκιδνότερον. 781 Ἓν μόνον ἀνθρώποισι καλὸν καὶ ἔμπεδόν ἐστιν, Ἔνθεν ἀφορμᾶσθαι, σταυρὸν ἀειρομένους· ∆άκρυά τε, στοναχαί τε, νόος θείοισι μεμηλὼς, Ἐλπὶς, καὶ Τριάδος λάμψις ἐπουρανίης Μιγνυμένης καθαροῖσι, χοὸς λύσις ἀφραδέοντος, Εἰκόνος ἀφθορίη, τὴν λάχομεν θεόθεν· Ζώειν τ' ἀλλότριον ζωῆς βίον, ἀντὶ δὲ κόσμου Κόσμον ἀμειβομένους, ἄχθεα πάντα φέρειν.

ΙΖʹ. ∆ιαφόρων βίων μακαρισμοί. Ὄλβιος, ὅστις ἔρημον ἔχει βίον, οὐδ'

ἐπίμικτον Τοῖς χαμαὶ ἐρχομένοις, ἀλλ' ἐθέωσε νόον. Ὄλβιος, ὃς πολλοῖσι μεμιγμένος, οὐκ ἐπὶ πολλοῖς 782 Στρωφᾶτ', ἀλλὰ Θεῷ πέμψεν ὅλην κραδίην. Ὄλβιος, ὃς πάντων κτεάνων ὠνήσατο Χριστὸν, Καὶ κτέαρ οἶον ἔχει σταυρὸν, ὃν ὕψι φέρει. Ὄλβιος, ὃς καθαροῖσιν ἑοῖς κτεάτεσσιν ἀνάσσων, Χεῖρα Θεοῖο φέροι τοῖς ἐπιδευομένοις. Ὄλβιος ἀζυγέων μακάρων βίος, οἳ Θεότητος Εἰσὶ πέλας καθαρῆς, σάρκ' ἀποσεισάμενοι. Ὄλβιος, ὃς θεσμοῖσι γάμου τυτθὸν ὑποείξας. Πλειοτέρην Χριστῷ μοῖραν ἔρωτος ἄγει. Ὄλβιος, ὃς λαοῖο φέρων κράτος, εὐαγέεσσι Καὶ μεγάλαις θυσίαις Χριστὸν ἄγει χθονίοις. Ὄλβιος, ὅστις ἐὼν ποίμνης τέκος, οὐρανίοιο Χώραν ἄγει Χριστοῦ, θρέμμα τελειότατον. 783 Ὄλβιος, ὃς καθαροῖο νόου μεγάλῃσιν ἐρωαῖς, Οὐρανίων φαέων δέρκεται ἀγλαΐην. Ὄλβιος, ὃς χείρεσσι πολυκμήτοισιν Ἄνακτα Τίει, καὶ πολλοῖς ἐστι νόμος βιότου. Πάντα τάδ' οὐρανίων πληρώματα ἔπλετο ληνῶν, Αἳ καρποῦ ψυχῶν δέκτριαι ἡμετέρων, Ἄλλην ἀλλοίης ἀρετῆς ἐπὶ χώραν ἀγούσης. Πολλαὶ γὰρ πολλῶν εἰσι μοναὶ βιότων. Ὄλβιος, ὃν