1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

42

εἴσελθε εἰς τὴν 68.4 πόλιν κἀκεῖ λαληθήσεταί σοι τί σε δεῖ ποιεῖν»· «αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος κατῆλθον εἰς Σελεύκειαν» ὡς ἂν εἴποι Χριστός «ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων»· 68.5 «ἔδοξε γὰρ τῷ πνεύματι τῷ ἁγίῳ μηδὲν ἄλλο ἐπιτίθεσθαι βάρος πλὴν τῶν ἐπάναγκες» ὡς ἂν εἴποι «λέγω δὲ οὐκ ἐγώ, ἀλλ' ὁ κύριος, 68.6 γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι»· «διῆλθον δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ· ἐλθόντες δὲ εἰς τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιθυνίαν πορεύεσθαι καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα» ὡς ἂν εἴποι Χριστός «πορευθέντες βαπτίσατε πάντα τὰ ἔθνη» ἤ «μὴ 68.7 βαστάζετε πήραν μὴ ῥάβδον μηδὲ ὑποδήματα». «οἵτινες, φησίν, ἔλεγον τῷ Παύλῳ διὰ τοῦ πνεύματος μὴ ἀναβαίνειν εἰς Ἱερουσαλήμ» ἢ Ἄγαβος «τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον, τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη» ὅμοιον ὡς εἶπε Παῦλος «εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;» ἤ «μνημονεύετε τῶν λόγων κυρίου, ὅτι 68.8 αὐτὸς εἶπεν, ἀγαθὸν διδόναι μᾶλλον ἢ λαμβάνειν»· «καὶ νῦν ἰδοὺ ἐγὼ δεδεμένος τῷ πνεύματι πορεύομαι» ὡς ἂν εἴποι «Παῦλος δέσμιος 68.9 Ἰησοῦ Χριστοῦ»· «πλὴν τὸ πνεῦμά μοι διαμαρτύρεται κατὰ πόλιν λέγον» ὅμοιον τῷ εἰπεῖν «ὁ κύριος μαρτυρεῖ τῇ ἐμῇ ψυχῇ ὅτι οὐ 68.10 ψεύδομαι»· «ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης» ὅμοιον τῷ εἰπεῖν 68.11 «ἅγιος ὁ ἐν ἁγίοις ἀναπαυόμενος»· καί «περιτομὴ καρδίας ἐν πνεύματι» ὅμοιον τῷ εἰπεῖν «καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν, ἐν τῇ περιτομῇ τοῦ 68.12 Χριστοῦ»· «εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν» ὅμοιον τῷ εἰπεῖν «καθὼς ἐλάβετε Χριστόν, ἐν αὐτῷ περιπατεῖτε» καί «πνεῦμα κυρίου 68.13 ἐλάλησεν ἐν ἐμοὶ καὶ λόγος αὐτοῦ ἐν τῷ στόματί μου»· καί «τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες» ὅμοιον τῷ εἰπεῖν «ἀπαρχὴ Χρι68.14 στός»· «ἀλλ' αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν» ὅμοιον τῷ εἰπεῖν «ὅς ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ 68.15 ἡμῶν»· «ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἁγιασθεῖσα ἐν πνεύματι ἁγίῳ» ὅμοιον τῷ εἰπεῖν «ὁ δὲ κύριος ἁγιάσαι 68.16 ὑμᾶς, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ»· «ἡμῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ» ὅμοιον τῷ εἰπεῖν «ὅτε εὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου διὰ τῆς χάριτος 68.17 αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί»· «ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ θεοῦ» ὅμοιον τῷ εἰπεῖν 68.18 «ἑαυτοὺς δοκιμάζετε εἰ ὁ Χριστὸς ἐν ὑμῖν»· «ναὸς τοῦ θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν» ὅμοιον τῷ εἰπεῖν «ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί μοι λαός». 69.1 Ἀλλὰ καὶ τὴν δικαίωσιν ἐξ ἀμφοῖν λέγει καὶ τὴν χάριν· «δικαιωθέντες δὲ ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν» ὅμοιον τῷ εἰπεῖν «δικαιωθέντες δὲ ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν 69.2 Ἰησοῦ Χριστοῦ»· «οὐδεὶς δύναται εἰπεῖν κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ» καὶ οὐδεὶς δύναται πνεῦμα ἅγιον λαβεῖν ἢ παρὰ κυρίου «διαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα, καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος, καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι» καί 69.3 «ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος»· καί «μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως» ὅμοιον τῷ εἰπεῖν «ἢ παραζηλοῦμεν τὸν κύριον, μὴ 69.4 ἰσχυρότεροι αὐτοῦ ἐσμεν»· «τὸ δὲ πνεῦμα ῥητῶς λέγει» ὅμοιον τῷ 69.5 εἰπεῖν «τάδε λέγει κύριος παντοκράτωρ»· καί «τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν» ὅμοιον τῷ εἰπεῖν «ἐάν τις ἐμοὶ ἀνοίξῃ, εἰσέλθω ἐγὼ καὶ ὁ