1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

42

ΚΒʹ. Περὶ φίλων τῶν μὴ καλῶν. ∆εινὸν τὸ πάσχειν. Ἂν δὲ καὶ φίλων ὕπο, Ὡς χεῖρον. Ἂν δὲ καὶ λαθραίοις δήγμασι, Τοῦτ' οὐ φορητόν. Ἂν δὲ καὶ πιστῶν ὕπο, Ἐπίσχες. Ἂν δὲ καὶ Θεοῦ παραστατῶν, Ποῖ τις τράπηται; πῶς φύγῃ κακῶν φοράν; 790

ΚΓʹ. Εἰς τὸ αὐτό. ∆εινὸν τὸ λυποῦν. Ἂν δὲ καὶ λυπῇ φίλος, Ἀνδραποδῶδες. Ἂν δὲ καὶ δάκῃ λάθρα, Ὡς θηριῶδες. Ἂν δὲ καὶ γυνὴ λάλος, ∆αίμων σύνοικος. Ἂν δὲ καὶ δικασπόλος, Χρεία κεραυνῶν. Ἂν δὲ καὶ θυηπόλος, Ἄκουε, Χριστὲ, καὶ δίκαζε τὴν δίκην.

Κ∆ʹ. Πρὸς πολυόρκους διάλογος. Α. Ὅρκου τί χεῖρον; Οὐδὲν, ὡς ὁ ἐμὸς λόγος.

Β. Πῶς τοῦτ' ἐλέγχεις; εἰπέ μοι. Α. Λίαν προδήλοις καὶ σαφεστάτοις λόγοις. Β. Τίσι; δίδαξον. 791 Α. Τούτοις. Ἀπόκριναι δὴ, καὶ σκεψώμεθα. Β. Λέγ', εἰ λέγεις τι, φίλτατε. Α. Πάντων τι μεῖζον οἶδας ὧν ἐπίστασαι; Β. Τίνων ἐρωτᾶς; Α. Πάντων, ὁρωμένων τε καὶ νοουμένων. Β. Θεοῦ τι μεῖζον οὐ νοῶ. Α. Ὀρθῶς λέγεις μὲν, οὐχὶ δ' ὀρθῶς ἠρόμην. Β. Ἐχρῆν δὲ δὴ πῶς; Α. Οὐκ ἔστι μεῖζον· οὐδὲ γὰρ συγκρίνεται. Οὐ γὰρ σαφές σοι; Β. Καὶ πάνυ. Α. Τί οὖν μέγιστον πυνθάνεσθ' ἐχρῆν ἴσως; Β. Οὕτω νομίζω. Α. Καὶ τοῦτο δ' ἂν λέγοιτο ἐκ συγκρίσεως. Β. Οὐκ οἶμαι· πῶς λέγεις; 792 Α. Οὐδὲν μέγιστόν ἐστι μὴ τῶν συμφυῶν· Θεοῦ δὲ τί συμφυές; Β. Οὐδέν. Α. Λεγέσθω τοιγαροῦν ἄλλως Θεός. Β Ὅπως λέγοις ἂν ἕλωμαι. Α. Τί τῶν ἁπάντων τ' οὐδὲ συγκριτός; Β. Θεός. Ἐροῦμεν οὕτως, ὡς δοκεῖ. Α. Τί δ' οὐ σεβαστὸν, καὶ μόνον, πάσῃ φύσει; Β. Μόνον σεβαστὸν, εὖ λέγεις. Α. Ἢ καὶ σεβαστὸν καί τι καὶ ὑβριστέον; Β. Καὶ πῶς ἄμικτα μίξομεν; Α. Καὶ γὰρ σκοπῶμεν ὅρκος εἰ τιμὴν φέρει, Ἀλλ' οὐδέ γ' ὕβριν· Εἰ μή γ' ὑπῆρχε κίνδυνος ψευδορκίας, Οὕτως ἂν εἶχε καὶ σέβας· Ὥς τις μεσίτης ἀσφαλὴς καλούμενος, Καὶ γὰρ μεσίτης. 793 Νῦν δὲ σκόπει μοι τὸ πρᾶγμα καὶ ποῖ φέρει. Β. Σχεδὸν μὲν οἶδα, πλὴν λέγε. Α. Ζητῶ τιν' εἰκὼ τοῦ λόγου σαφεστάτην. Β. Τίς δ' ἂν γένοιτο; Α. Πέτραν τιν' εἶδες ἐκ λόφου κινουμένην; Β. Καὶ πολλάκις γε· πῶς γὰρ οὔ; Α. Ῥοίζῳ τε πολλῷ σφενδονημένην κάτω; Β. Πολλῷ φόβῳ τε. Α. Ἢ καὶ τόδ' εἶδες ῥᾳδίως ἱσταμένην; Β. Εἰ μή τις ἄλλος, οὐκ ἐγώ. Αὑτὴν γὰρ ὠθοῦσ' ἡ πέτρα, κρείττων χερός. Α. Λέγεις ἀληθῆ· Τὸ δ' αὐτὸ πάσχω, κἂν ἐγὼ κατατρέχω. Ῥοῖζος φέρει με πρὸς βίαν· 794 Μένειν δ' ἀπαρχῆς κἀμὲ ῥᾷστον καὶ λίθον. Β. Ῥᾷστον τί δ' οὐκ ἔχει; Α. Τούτῳ κακὸν μέν ἐστι καὶ πᾶν προσφερὲς, Μάλιστα δ' ὅρκος, οἵομαι. Τὸ πῶς δ', ἄκουσον. Ἡδονὴ τῷ πράγματι Πολλὴ πρόσεστιν. Εἶτ' ἂν τύχῃ τις εἰς συμπάθειαν πεσὼν, Τί γίνετ'; οὐκ ἀνείργεται, Ἕως ἂν ἔλθῃ πρὸς κατάκρημνον βάθος. Β. Λέγεις τί κρημνόν; Α. Κρημνῶν μέγιστός ἐστιν ἡ ψευδορκία. Β. Τὸ πῶς, μάθοιμ' ἂν ἡδέως. Πολλοὶ γὰρ οὐδ' ἴσασι πῶς ἐστι κακόν. Ἔστι δὲ δὴ πῶς; 795 Α. Οὐ τὴν ἑαυτοῦ πολλάκις σωτηρίαν Ὀμώμοκέ τις; Β. Καὶ μάλα. Α. Τί οὖν; ∆έδοικε μή τι τῶν κακῶν δράσας, Τὶ καὶ κακωθῇ· Μέσην τέως τέθεικε τὴν σωτηρίαν, Τὴν αὐτὸς αὑτοῦ δηλαδὴ, Ὥστ' ἐξολέσθαι, εἰ τύχοι ψευδῆ λέγων. Β. Οὕτω δοκεῖ μοι. Α. Τοῦτ' οὖν λογίζου, κἂν Θεόν ποτ' ὀμνύσῃς. Β. Τὸ ποῖον, ὡς ἂν εἰδῶ; Α. Μέσον τέθεικας τὸν Θεὸν τῆς πίστεως. Β. Μέσον· τί δ' ἄλλο; Α. Φυλάσσετ' εὐορκοῦντι, λύεται δὲ μὴ, Ὅσον ἐφ' ἡμῖν. Β. Εὖ λέγεις. 796 Α. Τὸ μὴ φυλάσσειν δ', εἰπέ μοι, τί σοι δοκεῖ; Β. Ἄρνησις, οἶμαι. Α. Ἄρνησις οὖν πέφυκεν ἡ ψευδορκία. Β. Οὐκ ἔστιν ἄλλως οὐδαμῆ. Α. Ἀρνήσεως δὲ τί χεῖρον ἄρ' εἰπεῖν ἔχεις; Β. Οὐκ ἔστιν εὑρεῖν. Α. Πάντων ἄρ' ἐστὶ χεῖρον ἡ ψευδορκία, Ὡς γοῦν δέδεικται καὶ μακρῷ. Β. Πῶς οὖν φύγωμεν; Α. Τὸν τρόπον κτησώμεθα Πιστόν. Β. Μέγ' εἶπας. Α. Ὅρκου γὰρ ἧττον χρεία τοῖς εὐγνώμοσιν. Β. Ἧττον γὰρ οἶμαι οὐδαμῶς. Α. Ἀλλ' ὁ τρόπος καθίστατ' ἀντὶ μάρτυρος. Β. Ἔχει γὰρ οὕτως. Α. Τί πλεῖόν ἐστι τοῖς πολυόρκοις, εἰπέ μοι; Β. Γέλως. Τί δ' ἄλλο προστίθεις; 797 Α Μηδ' ἂν λέγωσιν οὖν τι καὶ πιστὸν, δοκεῖν. Β. Κἀμοί γ'