1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

43

πατὴρ καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα»· 69.6 Ἠσαΐας δέ «καὶ ἐπ' αὐτὸν πνεῦμα θεοῦ», ὁ δὲ Χριστός «πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με» καί «Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὃν ἔχρισεν ὁ θεὸς πνεύματι ἁγίῳ» ἤ «κύριος ἀπέσταλκέ με καὶ τὸ 69.7 πνεῦμα αὐτοῦ». φανερὰ δὲ καὶ ἡ φωνὴ τῶν Σεραφίμ, κράζουσα 69.8 «ἅγιος ἅγιος ἅγιος κύριος Σαβαώθ». ἐὰν δὲ ἀκούσῃς ὅτι «τῇ δεξιᾷ τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ πνεύματος λαβὼν παρὰ τοῦ πατρός» ἤ «περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατε» ἢ ὅτι «τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον» ἢ ὅτι αὐτὸς λέγει «μὴ μεριμνήσητε τί εἴπητε, ὅτι τὸ πνεῦμα τοῦ πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν» ἤ «εἰ δὲ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια» ἤ «ὁ δὲ βλασφημῶν εἰς τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἀφεθήσεται αὐτῷ» καὶ τὰ ἑξῆς, ἤ «πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου» καὶ τὰ ἑξῆς ἤ «τὸ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο τῷ πνεύματι» ἤ «Ἰησοῦς δὲ πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου» ἤ «ὑπέστρεψεν Ἰησοῦς τῇ δυνάμει τοῦ πνεύματος» ἤ «τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν» ὅμοιον τῷ εἰπεῖν «ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν» ἤ «κἀγὼ παρακαλέσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, τὸ πνεῦμα τῆς ἀληθείας» ἤ «διὰ τί ἐπλήρωσε τὴν καρδίαν σου ὁ Σατανᾶς τῷ Ἀνανίᾳ Πέτρος ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον;» καὶ μετὰ ταῦτα «οὐκ ἀνθρώποις ἐψεύσω, ἀλλὰ τῷ θεῷ», ἄρα θεὸς ἐκ θεοῦ καὶ θεὸς τὸ πνεῦμα τὸ ἅγιον, ᾧ ἐψεύσαντο οἱ τοῦ τιμήματος τοῦ χωρίου νοσφισάμενοι ἤ «ὃς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι»-τούτου μεῖζον οὐκ 69.9 ἔχω λέγειν. θεὸς δὲ καὶ ὁ υἱός· «ἐξ ὧν» φησίν «ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεός», «πίστευσον», φησίν, «εἰς τὸν κύριον Ἰησοῦν καὶ σωθήσῃ» καί «ἐλάλησε», φησίν, «αὐτοῖς τὸν λόγον τοῦ κυρίου», «ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον παρέθηκεν αὐτοῖς τράπεζαν καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ θεῷ» ἢ ὅτι «ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος» ἤ «ἵνα τὴν διδασκαλίαν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμήσωσιν» ἤ «ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ καὶ σωτῆρος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς» ἤ «προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ 69.10 Χριστοῦ». ἡ αὐτὴ δὲ ἡ διακονία τοῦ πνεύματος καὶ τοῦ Λόγου· «προσέχετε», φησίν, «ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς ἔθετο τὸ πνεῦμα τὸ ἅγιον ἐπισκόπους ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ θεοῦ» ὅμοιον τῷ εἰπεῖν «χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν». 70.1 Συνεργεῖ τοίνυν, ὡς ἀποδέδεικται, τῷ πατρὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον· «τῷ λόγῳ γὰρ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν». προσκυνητὸν δὲ τὸ πνεῦμα τὸ ἅγιον· «τοὺς γὰρ προσκυνοῦντας 70.2 θεῷ ἐν πνεύματι δεῖ προσκυνεῖν καὶ ἀληθείᾳ.» εἰ δὲ συνεργεῖ ταῦτα, κτίσις κτίσιν οὐκ ἐργάζεται οὐδὲ κτιστὴ ἡ θεότης γίνεται οὐδὲ ἐν μέτρῳ ἢ περιοχῇ θεὸς γινώσκεται. ἔστι γὰρ ἀπερίγραφος ἀχώρητος 70.3 ἀπερινόητος, πάντα περιέχων τὰ ποιήματα τοῦ θεοῦ. οὐδὲ λατρευτὴ ἡ κτίσις· «ἐλάτρευσαν, γάρ φησιν, τῇ κτίσει παρὰ τὸν κτίσαντα καὶ ἐμωράνθησαν». πῶς γὰρ οὐ μωρὸν κτίσιν θεολογεῖν ἀθετεῖν τε τὴν πρώτην ἐντολὴν τὴν λέγουσαν «ἄκουε Ἰσραήλ, κύριος ὁ 70.4 θεός σου κύριος εἷς ἐστιν»· «οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος». ἐν γραφαῖς δὲ ἁγίαις διάφορα ὀνόματα καλεῖται πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, πατρὸς μὲν πατὴρ παντοκράτωρ πατὴρ ἁπάντων πατὴρ Χριστοῦ· υἱοῦ δὲ Λόγος Χριστὸς φῶς ἀληθινόν· τοῦ δὲ ἁγίου πνεύματος παράκλητος πνεῦμα ἀληθείας πνεῦμα θεοῦ πνεῦμα 70.5 Χριστοῦ. ἔτι τοίνυν ὁ θεὸς νοεῖται καὶ πατὴρ φῶς,