1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

43

ἀρέσκει. Α. Φέρ' οὖν, ἐμοὶ πείσθητι. Β. Καὶ μάλιστα μέν. Α. Τοῖς τοῦ λογισμοῦ φαρμάκοις Πᾶσαν κάτασχε τὴν νόσον. Πολλοὶ δὲ δὴ Ὧν ἴσμεν ἡμεῖς Καὶ μειζόνων ἐκράτησαν ἢ βούλομαι. Β. Τίνων λέγεις δὴ μειζόνων; Α. Θυμοῦ, φθόνου τε, πλησμονῆς, τῶν πλησμονῆς. Β. Πῶς ταῦτα μείζω; Α. Πλείων ὄρεξις. Ὧν δ' ὄρεξις ἔντονος, Μείζων κάθεξις. Β. Πᾶς λόγος. Εἰ δ' οὐ καθεκτὴν τὴν νόσον τέως ἔχεις, Τί δεῖ γενέσθαι; 798 Α. Τὸ γοῦν ἀεὶ, καὶ μείζω, καὶ παντὸς πέρι, Ὅρκους πληθύνειν, φεῦγέ μοι. Β. Πότ' οὖν, τίνας τε, καὶ τίνων δίδως χάριν; Α. Οὔσης ἀνάγκης. Β. Ἔστω. Τίνος δὲ δὴ, προστίθει; Α. Κινδύνων Ἐλευθερώσων δή τινας. Β. Χρηστόν γε. Α. Ἢ σεαυτὸν αἰσχρᾶς αἰτίας Ἐλευθερῶν γε. Ὅρκος δὲ μή σοι χρημάτων κέρδος φέροι. Λίαν γὰρ αἰσχρὸν φαίνεται. Β. Λίαν. Α. Πρόχειρον ἐγκαλεῖν ψευδορκίαν Τούτων τί μᾶλλον; Πλείους κακοὶ γάρ εἰσιν εἰς τὰ χρήματα. Β. Πλείους· τίς οὐ συνθήσεται; Α. Καὶ τοῖς σοφισταῖς τοῦτ' ἐδογματίζετο. Β. Τί οὖν μέγ' ἡμῖν; 799 Α. Οὐδὲν τὸ μιμεῖσθαι, εἰ δὲ καὶ φαινοίμεθα Χείρους, τόδ' αἰσχρὸν καὶ μάλα. Β. Ὅρκους δὲ δὴ μάλιστα φευκτέον τίνας; Α. Εὔδηλόν ἐστι. Β. Πλὴν σοῦ γ' ἀκούειν ἀσφαλές. Α. Τούτους λέγω Ὅσοι γε φρικωδέστεροι. Β. ∆έδοικας εἰπεῖν; Α. Ὅσσοι ἂν μνήμην Θεοῦ Ἔχουσιν ἁπλῶς. Β. Γραφῶν δὲ δὴ τί, καὶ πάθους, καὶ προσφορᾶς; Α. Καὶ ταῦτ' ὁμοίως μυστικά. Β. Ἡμῖν δὲ δὴ μάλιστα τῶν ἐγχωρίων· Α. Καὶ δακρύω γε. Τὸ γὰρ σύνηθες καὶ νόμος καθίσταται. Πλὴν πάνθ' ἁλωτὰ τῷ λόγῳ. 800 Β. Τίν' οὖν λέλοιπας ὅρκον; Α. Εἴθε μηδένα, Μὴ δ' ἦν τις ἄλλος. Β. Εἰ μὴ γυναῖκα, τέκνα, τὴν σωτηρίαν, Ζωὴν, ἀπένθητον βίον. Α. Ἀραὶ τάδ' ἐστὶν, ἀλλ' ὅμως ὅρκος δοκεῖ. Β. Καὶ γὰρ δοκείτω Ταῦθ', οἷ τε καὶ πληγέντες οὐκ ὀλώλαμεν· Ψυχῆς γὰρ οὔπω κίνδυνος· Ἣν ἐξολέσθαι, παντελής ἐστι μόρος. Α. Ὀρθῶς ἔχει σοι. Σοὶ δ' εἰς ἅπαντα, τῇ ζέσει τῆς καρδίας, Θεὸς, τράπεζα, φίλτατα, Σταυρὸς, γυνὴ, τὸ θεῖον αἷμα, αἷμα σὸν, Γῆ καὶ θάλασσα, Ὃ πρῶτον ἤνεγχ' ἡ κακὴ προθυμία, Τῷ σῷ φθορεῖ κινούμενον· 801 Ὃς καὶ γλυκεῖαν τὴν νόσον ποιεῖ δοκεῖν, Ὢ τῆς ἀνοίας! Ὥσπερ χέοι τε χρυσὸν ἐκ γλωσσαλγίας. Β. Ἔχει γὰρ οὕτως, ὡς λέγεις. Α. Ἄλλα δ' ἐπ' ἄλλοις κύματ' ἐξεγείρεται, Θυμοῦ πνέοντος Ἴσως, ἴσως δὲ χρημάτων ἴσως πόθου· Πλεῖσται γάρ εἰσιν αἱ πάγαι. Οὐ τὸν χεθέντα δεινὸν ὅρκον οἴεται. Β. Οὐκ οἴεται γάρ. Α. Τῷ δ' ἐμμένοντι, φεῦ τάλας! συμπνίγεται. Β. Ὥσπερ γραφεὺς εἶ τοῦ πάθους. Α. Πείθειν νομίζει τῷ ἀπειθεῖσθαι πλέον, Ἂν μὴ νοηθῇ. 802 Τί δεῖ λόγων σοι πλειόνων, ἂν εἷς κρατῇ; Β. Μόχθος περισσὸς δηλαδή. Α. Ὅρκων δὲ τί δεῖ πλειόνων, ἂν εἷς κρατῇ; Β. Οὐκ οἴομαί γε. Α. Τὸ πλῆθος οὖν γνώρισμα τῆς οὐ πίστεως. Β. Οὐκ ἔστιν ἄλλως, εὖ λέγεις. Α. Ἢ μηδόλως οὖν ὀμνύειν, ἢ εἴπου τινά. Β. Τοῦτ' ἦν ἄριστον. Α. Εἷς ἂν τρέπηται, καὶ τὸ πᾶν τραπήσεται. Β. Καλοῦ γε τοῦ σοφίσματος! Α. Εἴποι τίς ἂν, τὸ πλῆθος ὡς πιστεύεται; Β. Νομίζεθ' οὕτως. Α. Ἢ καὶ κόνιν συνθεὶς σὺ ποιεῖς χρυσίον; Β. Τίς δ' ἄλλος, ἢ τίς ἡ φύσις; Α. Ἐκ πλειόνων δὲ, τίς λόγος, ἀπιστουμένων Πίστιν γενέσθαι; 803 Β. Οὐδεὶς, ἔμοι γε φαίνεται. Α. Παύσεις ποτὲ Πλούτου κακίστου βέλτιον; Οὔκουν ὀμῇ τὰ πάντα, οὐδὲ πάντοτε, Ἔσθων, κυβεύων, Πλέων, ὁδεύων, δυστυχῶν, εὐημερῶν, Ἀπεμπολῶν, τὶ κτώμενος, Χαίρων, στενάζων, ἐν φίλοις, ἐν συμπόταις, Ἐμῶν τὸν ὅρκον, Ὡς οἱ τροφῆς τε καὶ ποτοῦ πεπλησμένοι. Β. Πολλῆς τὸ πρᾶγμα συμφορᾶς. Α. Ἀλλ' οὐδὲ πάντων εἴνεχ', ὡς ἁλώσιμος, Ἐπὰν κρατηθῇς Ἔργου, λόγου, σκιᾶς τε καὶ τυραννίδος. Β. Ὡς γοῦν τὰ πολλὰ φαίνεται. 804 Α. Τὰ πάνθ' ὑβρίζεις, καὶ Θεὸν καὶ πράγματα. Β. Πῶς δὴ τὰ πάντα; Α. Εἰς ἓν τὰ πάντα συντιθεὶς, οὐκ ὄντ' ἴσα. Σπάρτος τόδ' ἐστὶν ἡνίας. Τί δ'; οὐχὶ, φήσεις, καὶ Θεός ποτ' ὀμνύων Εὑρίσκεθ' ἡμῖν, Ὡς αἱ Γραφαὶ γοῦν; Ἢ τί καὶ κρεῖσσον Θεοῦ; Β. Τὶ κρεῖσσον οὐχ εὑρίσκεται. Α. Εἰ δ' οὔτι κρεῖσσον, οὐδ' ἂν ὀμνύοι ποτέ. Β. Πῶς οὖν λέγουσι; Α. Λέγει τι, τοῦτο δ' ὅρκος ἐστὶ τοῦ Θεοῦ. Β. Πῶς οὖν καθ' ἑαυτοῦ λέγεται; Α. Πῶς; οὐδ' ἂν εἴη παντελῶς, εἰ ψεύδεται; Β. Φρικτὸν λέγεις τι. 805 Α. Φύσις γάρ ἐστι καὶ τὸ ἀψευδεῖν Θεοῦ· Οὐκ