1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

44

ἔστιν ὅστις ἀντερεῖ. Β. Τί δ' ἡ Παλαιά; Α. Οὐ τὸν ὅρκον κωλύει, Ζητεῖ δ' ἀληθῆ. Καὶ γὰρ φονεύειν τηνικαῦτ' ἦν ἔννομον, Νῦν δ' οὐδὲ παίειν. Β. Τοῦ χάριν; Α. Τόθ' ἡ τελευτὴ τῶν κακῶν ἐκρίνετο, Νῦν καὶ τὸ κινοῦν. Β. Οὕτω δοκεῖ μοι. Καὶ γὰρ ἦλθ' ἐπὶ πλέον. Α. Ὥστ' οὐδ' ὀμεῖται σωφρονῶν Β. Τί οὖν; δέδωκας ἔστιν οἷς, ὡς νηπίοις, Τροφῆς τὰ πρῶτα, Ὡς ἂν λάβωσι καὶ τροφὴν τὴν ὕστερον; Α. Ὀρθῶς γε καὶ σοφώτατα. 806 Β. Καὶ Παῦλος ὤμνυ, φασί. Α. Τίς τόδ' εἶπέ σοι· Ὡς λῆρος ἦν τις! Β. «Μάρτυς Θεός μοι,» καὶ, «Θεὸς τόδ' ἱστορεῖ,» Ταῦτ' οὐκ ἦν ὅρκου; Α. Καὶ τίνος; Πίστωσις ἐστι τοῖς τοσούτοις ἀῤῥαγής, Β. Ἐμοὶ δὲ δώσεις; Α. Καὶ πάντα μοι γένοιο Παῦλος εἰς σθένος. Στάθμη δικαία τοῦτό γε. Β. Θυμός τι λήψετ'; Α. Εὖγε, τηνικαῦτα δὴ, Ἐπάν τι συμβῇ. Ἁπλοῦν κακόν τι χεῖρον, ἢ δισσὸν δοκεῖ; Οἷον τόδ' ἐστί· Τὸ δ' οὐ προκληθέντ' ἀθρόως ὅρκῳ πεσεῖν. Τί φαίνεταί σοι; Β. Ναὶ φθόνος. 807 Α. Τί δ', ἂν προκληθεὶς, ἄλλο χεῖρον εἰργάσω; Β. Τοῦτ' αὐτὸ δή που. Εἰ δ' ἐξ ἀγνοίας; Α. Μεῖον. Ἀλλ' ὑπεύθυνος, Ὧν ἦν τὸ κίνημ' ἐξ ἐμοῦ. Β. Εἰ δ' οὐκ ἄκων μὲν, κινδύνων δ' ἐλευθερῶν; Α. Ἄλλος δότω τις. Β. Εἰ δ' ἐγγράφοι τις, ὅρκον οὐκ ὀμωμοκώς; Α. Τί οὖν τὸ γράμμα βούλεται; Χειρόγραφον δὲ τῶν δεσμῶν δεσμεῖ πλέον. Β. Εἰ δ' ἐξ ἀνάγκης; Α. Πῶς οὐ τέθνηκ'; ἐχρῆν δὲ πρόσθεν καὶ θανεῖν. Β. Εἰ δ' οὐ Γραφῶν προκειμένων; Α. Σελὶς τὸ σεπτὸν, ἢ Θεὸς χαρίζεται; Β. ∆ῆλον τόδ' ἐστί. Α. Φοβῇ τὸ δέρμα, τὸν Θεὸν δ' ἐγὼ πλέον. 808 Β. Πολλοῖς συνήθης ἡ νόσος. Α. Πολλοῖς τόδ' ἐστίν· οἷον εἴ τις δεσπότην Παίων, ἀτιμῶν, Τὸν δοῦλον ἢ ἀφεῖτο, ἢ τιμᾷν θέλοι. Β. Πολλῆς γε τῆς ἀτιμίας! Α. Ἢ καὶ βασιλέως εἰκόνα σώζοιτό τις, Αὐτὸν καθαιρῶν. Β. Ἔχει μὲν οὕτω. Τοῦτο προστίθει δ' ἔτι, Εἴπερ τι λείπει τῷ λόγῳ. Α. Ἡ γλῶσσ' ὀμώμοχ', ἡ δὲ φρὴν ἀνώμοτος, Πολλοὶ λέγουσιν. Ἅπαντα πρόσθεν, ἢ ὅρκος, σοφίζεται. Μηδεὶς πλανάσθω μηδόλως. Ὅρκος μέν ἐστιν, ἡ δὲ διπλόη πόσον Κακὸν πρόσεστι! 809 Β. Σκοπῶ. Τί δ' ὅρκος; Α. Τῶν δεδογμένων ὁ νοῦς. Β. Ἔφριξ' ἀκούων οἷς λέγεις. Α. Λέγεις μέν. Οὔπω δ' οἶδα πρὶν πείρᾳ μάθω. Πίστις γὰρ ἔργον. Φρίσσουσι μέν τοι καὶ σύες παραυτίκα, Συὸς βοῶντος. Β. Ὧδ' ἔχει. Α. Ἀλλ' οὐ μέγ' οὐδέν. Εἰ δὲ καρδίας λόγος Ἅψαιτ', ἐπαινῶ. Β. Τί δ'; οὐ τὸ λοῦτρόν ἐστί μοι καθάρσιον; Α. Ἔστι. Σκόπει δέ. Β. Τί σκοπῶ; Α. Οὐ τοῦ τρόπου πάντως γε, τῶν δ' ἐπταισμένων Β. Τρόπου δὲ, πῶς ἄν; Α. Οὕτω μόνως ἂν, ἤν τι καὶ προεκπλύνῃ. Β. Νοῶ. Α. Φόβος γὰρ τοῦ πρόσω· Πολλῶν δὲ συγχώρησις οὐ τιμητέα. 810 Β. Πῶς ἂν τόδ' εἴποι; Α. Μή που δέησις δευτέρου καθαρσίου; Β. Τί δ' ἔστι τοῦτο; γνώρισον. Α. Ἔστι δὲ μακρῶν δακρύων καὶ τήξεως. Β. Μή μοι γένοιτο. Α. ∆εινὸν προέσθαι δῶρον εὐκολώτερον. Β. Πλάκες τάδ' εἰσὶ τοῦ Θεοῦ Α. Θεοῦ γάρ εἰσιν· ἐγγράφοις δὲ καρδίας Πλαξί γε τῆς σῆς. Βούλει μαθεῖν ὡς τοῦτο τοῦ φθόνου πάλη, Τοῖς σοῖς φθονοῦντος δεξιοῖς; Β. Εἰπὼν ὀνήσεις· πολλὰ γὰρ παλαίομαι. Α. Ἄκουε. Β. Φάσκε. Α. Ἤκουσά σου λέγοντος οὐκ ἀδακρυτί. Β. Τί τοῦτο; οὐκ ἀρνήσομαι. 811 Α. Ὡς ἤν ποτ' εἰπὼν ὀντινοῦν λόγον τύχω, Ὅρκον δὲ μὴ θῶ, Ὡς οὐ τελείοις τοῖς λόγοις αἰσχύνομαι. Β. Τοῦτ' ἔστ' ἐκεῖνο ἐμφανῶς. Α. Τὸ λεῖπον αὐτὸς προστιθῇς σὺ τῷ λόγῳ Τόδ' ἐστὶν ὅρκος, Κακὸν πλήρωμα τῆς δεινῆς φλογός. Πλάτων δὲ ποιεῖ καὶ τόδε Ὡς μὴ θεόν τιν' ὀμνύειν τηρῶν σέβας. Β. Εὖ οἶδ' ὃ φήσεις. Α. Ἦν τις πλάτανος, καθ' ἧς ὤμνυ καὶ μόνης, Ἀλλ' οὐδὲ ταύτης εὐστόχως. Ἀλλ' οἶδεν ᾗ τὸν, τίνα δ', οὐ προσῆν ἔτι. 812 Τί τοῦτο δ' ἔστιν Ὅρκου σκιά τις, ἔμφασίς τ' ἀνώνυμος. Β. Ἄνορκος ὅρκος. Ὡς ξένον! Α. Μὰ τὸ δαιμόνιον οἱ σοφοί. Β. Πανορκία Τοῦτ' ἔστιν ἤδη. Α. Πέρας τόδ' ἔστω τοῦ λόγου. Β. ∆ιψῶντά με Λείψειν ἀπειλεῖς ὡς τάχος. Α. Εἰ μέν τοι μικρὸν ὅρκος εἶναί σοι δοκεῖ, Τοῦτ' οὐκ ἐπαινῶ. Εἰ δ' ἔστιν, ὥσπερ ἐστὶ, τῶν φρικτῶν λίαν, Κἀγώ τι τολμῶ τῶν καλῶν· Αὐτόν γέ σοι τὸν ὅρκον, ὅρκους ἐκτρέπου. Β. Ἔχεις τὸ νῖκος. 813 Α. Εἰ τοῦτ' ἔχοιμι, Χριστέ μου, σὲ δοξάζω Τὸν θαυματουργὸν, ὡς παρός. Πάντες δ' ὁμοῤῥοθοῦντες εἴπωμεν τάδε, Ἀμὴν, γένοιτο. ΚΕʹ. Κατὰ θυμοῦ. Θυμῷ χολοῦμαι τῷ συνοίκῳ δαίμονι, Οὗτος δίκαιος τῶν