1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

47

τοίνυν χρόνος πρὸ υἱοῦ, ἐπειδὴ οὐ διὰ χρόνων ὁ υἱὸς γέγονεν, ἀλλὰ διὰ υἱοῦ χρόνοι καὶ οἱ ἄγγελοι καὶ τὰ ἄλλα πάντα κτίσματα. οὐκ ἦν χρόνος ποτὲ ὅτε οὐκ ἦν ὁ υἱός, οὐδὲ ἦν ποτε ὅτε οὐκ ἦν πνεῦμα. 75.1 Νομίζουσι δὲ παραναγινώσκοντες καὶ μὴ νοοῦντες διαστέλλειν τὴν ἀνάγνωσίν τινες ἐν τῷ εἰπεῖν «πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν», ἕως ὧδε ἀποτιθέντες τὸ ῥητόν, ὑπόνοιαν βλασφημίας εἰς τὸ πνεῦμα τὸ ἅγιον λαμβάνειν· σφάλλονται δὲ περὶ τὴν ἀνάγνωσιν καὶ ἀπὸ τοῦ σφάλματος τῆς ἀναγνώσεως σκάζουσιν, 75.2 εἰς βλασφημίαν τρεπόμενοι. ἡ δὲ ἀνάγνωσις οὕτως ἔχει· «πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν, ὃ γέγονεν ἐν αὐτῷ», 75.3 τουτέστιν ὅτι εἴ τι γέγονε, δι' αὐτοῦ ἐγένετο. τοίνυν πατὴρ ἦν ἀεὶ καὶ υἱὸς ἦν ἀεὶ καὶ τὸ πνεῦμα ἐκ πατρὸς καὶ υἱοῦ πνέει, καὶ οὔτε ὁ υἱὸς κτιστὸς οὔτε τὸ πνεῦμα κτιστόν· τὰ δὲ μετὰ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα πάντα κτιστὰ καὶ γενητὰ ὄντα, οὐκ ὄντα ποτέ, ἐγένετο ἀπὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος διὰ τοῦ ἀεὶ ὄντος 75.4 Λόγου σὺν τῷ ἀεὶ ὄντι πνεύματι. δι' αὐτοῦ τοίνυν τοῦ Λόγου πάντα τὰ κτιστὰ γέγονε, τοῦ βασιλέως τοῦ ἐπουρανίου, τοῦ ἐνυποστάτου 75.5 Λόγου, τοῦ σωτῆρος ἡμῶν καὶ εὐεργέτου. αὐτὸς γὰρ ὁ σωτὴρ ὁ ἅγιος ὁ ἀπ' οὐρανῶν κατελθών, ὁ ἐν ἐργαστηρίῳ παρθενικῷ καταξιώσας τὴν ἡμετέραν ποιήσασθαι σωτηρίαν, ὁ ἐκ Μαρίας αὖθις γεγεννημένος διὰ πνεύματος ἁγίου συλληφθείς, ὁ τὴν σάρκα λαβών, ὁ Λόγος σὰρξ γενόμενος, ὁ μὴ τραπεὶς τὴν φύσιν, ὁ σὺν τῇ θεότητι λαβὼν τὴν ἀνθρωπότητα, ὁ τέλειος ὢν ἀπὸ πατρός, ὁ τὴν τελείαν οἰκονομίαν πληρώσας, ἦλθεν εἰς τὸν κόσμον δι' ἡμᾶς καὶ διὰ τὴν 75.6 ἡμετέραν σωτηρίαν· ὁ τὴν σάρκα καὶ ψυχὴν τὴν ἀνθρωπίνην λαβών, τέλειος ὢν παρὰ πατρός, ἐνανθρωπήσας ἐν ἡμῖν οὐ δοκήσει, ἀλλ' ἀληθείᾳ, τέλειον εἰς ἑαυτὸν ἀναπλάσας ἄνθρωπον ἀπὸ Μαρίας τῆς 75.7 θεοτόκου διὰ πνεύματος ἁγίου· οὐκ ἐν ἀνθρώπῳ οἰκήσας, ὡς εἴωθεν ἐν προφήταις λαλεῖν κατοικεῖν τε ἐν δυνάμει καὶ ἐνεργεῖν, ἀλλ' αὐτὸς ὁ Λόγος σὰρξ γενόμενος, οὐ τραπεὶς τοῦ εἶναι θεός, οὐ μεταβαλὼν τὴν θεότητα εἰς ἀνθρωπότητα, ἀλλὰ σὺν τῷ ἰδίῳ πληρώματι τῆς αὐτοῦ θεότητος καὶ τῇ ἰδίᾳ ὑποστάσει τοῦ θεοῦ Λόγου καὶ ἐνυποστάτου συμπεριλαβὼν τὸ εἶναι ἄνθρωπος καὶ εἴ τι ἐστιν ἄνθρωπος. 75.8 ἄνθρωπον δὲ λέγω τέλειον ἔχοντα ὅσα ἐν ἀνθρώπῳ καὶ οἷα ἄνθρωπος· τοῦτον ἦλθε καὶ ἔλαβεν ὁ μονογενής, ἵνα ἐν τῷ τελείῳ ἀνθρώπῳ τελείως τὸ πᾶν τῆς σωτηρίας θεὸς ὢν ἐργάσηται, μηδὲν ἀπολείψας τοῦ ἀνθρώπου, ἵνα μὴ τὸ ἀπολειφθὲν μέρος εἰς μέρος πάλιν γένηται βρώματος διαβόλου. 76.1 Καὶ ἐὰν εἴπωσί τινες ὅτι σάρκα μόνην εἴληφε, ψυχὴν δὲ οὔ, παραπλέκοντες μυθωδῶς καὶ τὴν γραφὴν εἰς μύθους ἐκτρέποντες, ἀπὸ τοῦ ῥητοῦ τοῦ «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν», ἀπ' αὐτοῦ τοῦ ῥητοῦ καταλάβωσιν ὅτι οἱ λέγοντες «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν» τὸν αὐτῶν νοῦν εἶχον καὶ τοῦτον οὐκ ἐξεπτύκασιν. εἰ δὲ τὸν ἴδιον ἔχοντες ἦσαν σὺν τῷ τοῦ Χριστοῦ νῷ, ἀμφοτέρων ἐνεφοροῦντο, τοῦ μὲν νοῦ Χριστοῦ βελτιοῦν δυναμένου, τοῦ δ' αὐτῶν ὀρθῶς 76.2 νοοῦντος. τὸ δ' αὐτὸ καὶ ἐπὶ τοῦ Χριστοῦ γινωσκέτωσαν, ὅτι ὢν θεὸς καὶ ἐν αὑτῷ ὢν νοῦς, εἶχε τὸν τοῦ ἀνθρώπου νοῦν * μετὰ τῆς 76.3 σαρκὸς καὶ ψυχὴν εἴληφεν. οὔκουν ὡς ἄνθρωπος αὐτὸν ἐξέτρεπεν, ἀλλ' αὐτὸς τοῦ νοῦ κοσμήτωρ καὶ ὀρθωτὴς καὶ βελτιωτὴς ἐγίνετο. ὡς γὰρ τὴν σάρκα ἔλαβε μὴ ὑπὸ σαρκὸς ἡττηθείς, οὕτω καὶ τὸν 76.4 νοῦν εἰληφὼς οὐχ ὑπὸ νοὸς ἥττηται. τοὐναντίον τοίνυν καὶ μεῖζον οἱ τοιοῦτοι χαλεπῶς εἰς ἐναντιότητα ἐμπίπτουσιν. ἄνω γὰρ καὶ κάτω αἱ θεῖαι γραφαὶ διαρρήδην βοῶσιν οὐ κατὰ τοῦ νοῦ τὰ χαλεπὰ 76.5 διαγορεύουσαι, ἀλλὰ