1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

47

Ῥήξαντος αὐτῷ τὴν διπλοΐδα τοῦ Σαοὺλ, Εἶτ' ἀξιωθεὶς, ὥς γε συγγνώμην ἔχειν, Ἀφῆκεν εὐθὺς τῷ λόγῳ τὴν αἰτίαν. Τούτου τί δ' ἂν γένοιτο ἡμερώτερον; ∆αυὶδ ὑπομνήσθητι, καὶ τῶν κρουμάτων, Ἐξ ὧν πονηροῦ πνεύματος Σαούλ ποτε 828 Ἠλευθέρωσεν· εἶτ' ἀγνώμονος τυχὼν, Φεύγων, ἀλύων τὸν περὶ ψυχῆς δρόμον, ∆οθέντος αὐτῷ τοῦ Σαοὺλ ἐφείσατο (Καὶ τοῦτο δ' ἴστε), καὶ μόγις σεσωσμένος. Ἡ διπλοῒς γνώρισμα τῆς ἐξουσίας Κεκαρμένη, φακός τε τοῦ κράνους κλαπείς. Τί δεῖ λέγειν τὸν υἱὸν ὡς ἠνέσχετο, Τὸν πατροφόντην, καὶ τύραννον ἀπρεπῆ; Ὅπου γ' ἐκεῖνον καὶ κλάει τεθνηκότα, Θρήνοις τε πολλοῖς ἀνακαλεῖ καὶ γόοις, Τὸν μηνυτήν τε τοῦ πάθους ἀμύνεται, Ὥσπερ λαβών τιν' ἐχθρὸν, οὐκ εὐάγγελον; 829 Ἡ γὰρ φύσις ἔμπροσθε τῶν ἐγκλημάτων Ἔστη, λαβοῦσα τὸν τρόπον συνήγορον· Ὡς καὶ προσάντης τῷ στρατῷ κατασταθεὶς, Μικροῦ γενέσθαι τοῦ κράτους ἀλλότριος. Τί δ'; οὐ τὸν ὑβριστὴν Σεμεεὶ ἐκαρτέρει. ∆ύσφημον ὄντα τῷ κλέει τῆς εἰσόδου; Πέτρου δὲ δῆτα τοῦ σοφοῦ τεθαύμακα, Ὡς μακροθύμως καὶ λίαν νεανικῶς Ἤνεγκε Παύλου τὴν καλὴν παῤῥησίαν (Καὶ ταῦτ' ἐν ἄστει τηλικούτῳ καὶ τόσοις Ἐπαινέταις τε καὶ μαθηταῖς τοῦ λόγου), Ὡς συντράπεζος οὐ καλῶς ἦν ἔθνεσιν, Εἰ καὶ τόδ' ᾤετ' ὠφελήσειν τὸν λόγον. Ἦν γὰρ τὸ κινοῦν καὶ μόνον Θεοῦ φόβος, 830 Ἢ τοῦ λόγου τ' ἔλλαμψις ἐκ κηρύγματος. Οὐκ ἂν παρέλθοιμ' οὐδὲ τὸ Στεφάνου καλὸν, Ὃν οἶδ' ἀπαρχὴν μαρτύρων καὶ θυμάτων. Λίθοις ἐχώννυτ'· ἀλλ' ὅμως, τοῦ θαύματος! Μέσος λιθασμοῦ, φθόγγος ἐξηκούετο, Αὐτός τε συγχώρησιν, ὡς εὐεργέταις, ∆ιδοὺς λιθασταῖς, τὸν Θεόν τ' αἰτούμενος. Ταῦτ' οὐ προδήλως τῆς Θεοῦ τυπώσεως, Καὶ τῶν ἐκείνου καὶ παθῶν καὶ δογμάτων, Ὃς ὢν Θεός τε καὶ κεραυνῶν δεσπότης, Ὡς ἀμνὸς ἤγετ' εἰς σφαγὴν ἀφωνίᾳ; Ἐμπτυσμάτων τε καὶ ῥαπισμάτων ὅσων Ἠνέσχετ'! ἄχρις ὠτίου πεπληγότος Τὸ χρηστὸν οἶδε Μάλχος. Οὐκ ἐκραύγασεν 831 Ἐνδεικτικόν τι καὶ γέμον παῤῥησίας Οὐδ' εἴριξέν τι. Τὸν κακίᾳ τεθλασμένον, Ἄκλαστον ἔσχε. Τὴν φρενὸς κουφὴν φλόγα Σβέσειν λέγει μὲν, ὡς δὲ χρηστὸς φείδεται, Ὡς ἂν κρατήσῃ τῷ πράῳ τὸ συγγενές. Τοιαῦτα καὶ τοσαῦτα τοῦ σοῦ ∆εσπότου. Οἷς, ἄν τι πάσχοις, ἀντισηκώσεις τὰ σὰ, Κἂν πάνθ' ὑποστῇς, τὸ πλέον λελείψεται· Εἴπερ τὸ πάσχειν κρίνεται πρὸς ἀξίαν. Ἀρκεῖ τάδ' ἡμῖν εὐγενῆ παιδεύματα, Πλακῶν νόμοι τε καὶ τρόποι τῶν ἐξ ὄρους, Εἰ δεῖ τι τούτοις προστεθῆναι καὶ νόθον; Καὶ χεῖρον οὐδέν· ὥς τι κἂν τοῖς χείροσι Τῶν κρεισσόνων τε καὶ φίλων δρεψώμεθα. Ὧν γὰρ κρατεῖν καὶ σφόδρα, οὐ σφόδρ' αἰνετὸν, Τούτων κρατεῖσθαι καὶ λίαν, πόσον κακόν! 832 Μεμνήσομαι δὲ καί τινων, καὶ συντόμως. Παίειν ἔμελλεν ὁ Σταγειρίτης τινὰ, Λαβὼν ἐπ' αἰσχροῖς καὶ κακοῖς ἐγκλήμασι· Θυμοῦ δ' ἐπεισελθόντος ἡνίκ' ᾔσθετο, Ἔστη παλαίων τῷ πάθει, ὡς δυσμενεῖ. Μικρὸν δ' ἐπισχὼν, εἶπεν (ὢ σοφοῦ λόγου!) «Καινὸν πέπονθας. Προστάτην ἔσχες χόλον· Εἰ μὴ γὰρ ὀργὴ, κἂν δαρεὶς ἀπηλλάγης. Νῦν δ' αἰσχρὸν ἦν μοι τῷ κακῷ πλήττειν κακὸν, Κρατεῖν τε δούλου τοῦ πάθους ἡσσώμενον.» Οὕτως ἐκεῖνος. Τὸν δ' Ἀλέξανδρον λόγος, Εἰπόντος αὐτῷ Παρμενίωνός ποτε, Πόλιν τίν' ἐξελόντι τῶν Ἑλληνίδων, Εἶθ' ὃ δρᾶσαι χρὴ πολλάκις σκοπουμένῳ, Ὡς, εἴπερ ἦν ἐκεῖνος, οὐκ ἐφείσατο· «Ἀλλ' οὐδ' ἔγωγ' ἂν, εἴπερ ἦν, φάναι, σύγε. 833 Σοὶ μὲν γάρ ἐστιν ὠμότης, τὸ δὲ πρᾶον Ἐμὸν, φυγεῖν τε τὴν πόλιν τοὺς κινδύνους.» Κἀκεῖνο δ' οἷον, ὡς ἐπαίνων ἄξιον; Ἐλοιδόρει τις τὸν μέγαν Περικλέα, Πολλοῖς ἐλαύνων καὶ κακοῖς ὀνείδεσι (Τῶν οὐδὲ τιμίων τις), ἄχρις ἑσπέρας. Ὁ δ' ἡσυχῆ τὴν ὕβριν, ὡς τιμὴν, φέρων, Τέλος καμόντα καὶ βαδίζοντ' οἴκαδε Προὔπεμψε λύχνῳ, τὸν χόλον τ' ἀπέσβεσεν. Ἄλλος δ' ὑβριστὴν, πλουσίαις ἐφ' ὕβρεσι Προσθέντ' ἀπειλήν· «Ὡς ὀλοίμην παγκάκως, Εἰ μὴ κακὸν κακῶς σε κτείναιμι σθένων.» Τούτοις ἀμείβεθ' ὡς φιλανθρώποις λόγοις· «Κἀγώ γ' ὀλοίμην, εἴ σε μὴ θείην φίλον.» Κωνστάντιον δὲ (καὶ γὰρ εἰπεῖν ἄξιον, Ὡς μὴ τὰ πρόσθεν τυγχάνῃ λόγου μόνα, 834 Περιφρονῆτέ θ' ὧνπερ αὐτοὶ μάρτυρες), Φασί ποτ' εἰπεῖν