1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

48

ἄξιον μνήμης λόγον Τίς δ' ἦν; ἐκεῖνον τῶν τις ἐν τέλει ποτὲ, Παρώξυν' ἡμῖν, οὐ φέρων τιμωμένους Τιμαῖς τοσαύταις (καὶ γὰρ εὐσεβέστατος, Εἴ πέρ τις ἄλλος βασιλέων, ὧν ἴσμεν, ἦν)· Πολλοῖς δ' ἐπειπὼν καί τινα τοιοῦτον λόγον· «Τί τῆς μελίσσης ἐστὶν ἡμερώτερον; Ἀλλ' οὐδ' ἐκείνη τῶν τρυγώντων φείδεται·» Ἤκουσε· «Πῶς οὐκ οἶδας, ὦ βέλτιστε σὺ, Ὡς οὐδ' ἐκείνῃ κέντρον ἐστὶν ἀσφαλές; Παίει μὲν, αὐτὴ δ' εὐθέως ἀπόλλυται.» Τοσαῦτ' ἔχεις σὺ τοῦ πάθους τὰ φάρμακα, Πάντων δὲ μεῖζον, ὧν ἔφην, τὴν ἐντολὴν, Ἣ μηδὲ τὸν πλήσσοντα ὑβρίζειν ἐᾷ. «Οὐ γὰρ φονεύσεις,» τοῖς πάλαι τεταγμένον· 835 Σοὶ μηδὲ χολοῦσθαί ἐστιν ἐντεταγμένον, Μή τοί γε παίειν, μήτε δὴ τολμᾷν φόνον. Τὸ πρῶτον εἴργων, οὐκ ἐᾷ τὸ δεύτερον Τὸ σπέρμ' ἀναιρῶν, τὸν στάχυν κεκώλυκε. Τὸ μηδ' ὁρᾷν κάκιστα, μοιχείας τομή. Τὸ μηδ' ὀμνύειν, φάρμακον ψευδορκίας. Τὸ μηδὲ θυμοῦσθ', ἀσφάλεια πρὸς φόνον. Σκόπει γὰρ οὕτω· θυμὸς ἐκπέμπει λόγον, Λόγος δὲ πληγὴν, ἡ δὲ πληγὴ τραύματα· Ἐκ τραυμάτων δὲ τὸν φόνον γινώσκομεν. Θυμὸς πατὴρ πέφηνε τοῦ πικροῦ φόνου. Τοῦ μὴ φονεῦσαι τίς ποτ' ἤνεγκε γέρας; Τὸ μηδὲ θυμοῦσθ' ἐστὶ τῶν αἰνουμένων· Τοῦ μέν γ' ὁ μισθὸς, ἡ φυγὴ τοῦ κινδύνου· Τούτου δ' ἀμοιβὴ, γῆς μέρος τῆς τιμίας. Ἄκουε Χριστοῦ, τοῖς πράοις ἃ βούλεται 836 Ἐν τοῖς μακαρισμοῖς, οἷς ἀπηριθμήσατο, Τὰ μέτρ' ὁρίζων τῶν ἐκεῖθεν ἐλπίδων. Τούτου χάριν σοι καὶ νόμους τοίους γράφει. Παίῃ παρειάν; πῶς δὲ τὴν ἄλλην ἐᾷς Ἄκαρπον; εἰ μὲν οὐχ ἑκοῦσ', οὔπω μέγα Πέπονθε, μεῖζον δ', ἢν θέλῃς, τὶ λείπεται Καὶ τὴν ἑκοῦσαν πρόσθες, ὡς ἔμμισθος ᾖ. Χιτῶνα γυμνοῖ; προστίθει καὶ δεύτερον, Ἔσθημ' ἂν ᾖ σοι καὶ τρίτον, γυμνωσάτω Τούτων ἔχεις τὸ κέρδος, ἂν πρόῃ Θεῷ. Ἂν λοιδορώμεθ', εὐλογῶμεν τοὺς κακούς· Ἂν ἐκπτυώμεθ', ἐκ Θεοῦ τιμὴν ἔχειν Σπεύδωμεν. Ἐκδιωκόμεθ'; οὔτι καὶ Θεοῦ; Τοῦτ' οὐκ ἀφαιρετόν γε τῶν πάντων μόνον. Ἄν τις καταρᾶται, σὺ προσεύχου τοῦδ' ὕπερ. ∆ράσειν ἀπειλεῖ; ἀνταπείλει καρτερεῖν. 837 Ἔργων ἔχεται· σὴ πρᾶξις ἡ εὐπραξία. ∆ύω γὰρ οὕτω τὰ κράτιστα κερδανεῖς· Αὐτός τ' ἄριστος τοῦ νόμου φύλαξ ἔσῃ, Κἀκεῖνον ἕξεις τῷ πράῳ τῷ σῷ πρᾶον, Ἐχθρὸν μαθητὴν, οἷς κρατεῖ νικώμενον. Ὁρᾷς; μάλιστα μέν σε μὴ χολᾷν θέλει· Τοῦτο γάρ ἐστι καὶ τὸ ἀσφαλέστατον· Εἰ δ' οὖν, προλύειν ἑσπέρας τὴν ἔκστασιν ∆ύεσθ' ἐπ' ὀργῇ μὴ δέχου τὸν ἥλιον· Εἴτ' οὖν, ὃς ἐκτὸς ὀμμάτων πέμπει βολάς, Εἴτ' οὖν, ὃς ἔνδον τοῖς σοφοῖς αὐγάζεται. ∆ύει γὰρ οὗτος τοῖς πεπληγόσι φρένας, Ὡς τοῖς ἀρίστοις καὶ καλοῖς ἐκλάμπεται, Πλεῖον τὸ λάμπειν τοῖς βλέπουσιν ἐνδιδούς. Τί δ'; οὐ φύσις δέδωκε, φησὶ, τὸν χόλον; Καὶ τὸ κρατεῖν γε τοῦ χόλου. Λόγον δὲ τίς; 838 Τίς δ' ὄψιν, ἢ τίς χεῖρας, ἢ ποδῶν βάσιν; Θεὸς τὰ πάντα καὶ φύσις, πλὴν εἰς καλόν. Σὲ δ' οὐκ ἐπαινῶ μὴ καλῶς κεχρημένον. Οὕτως ἔχει καί τ' ἄλλα τῆς ψυχῆς πάθη. ∆ωρήματ' ἐστὶν ἐκ Θεοῦ, κινούμενα Λόγου ποδηγίᾳ τε καὶ στρατηγίᾳ. Ζήλου μὲν ὅπλον θυμὸς ἐμμέτρως πνέων· Πόθου δὲ χωρὶς οὐχ ἁλώσιμος Θεός. Λογισμὸν οἶδα τῶν καλῶν διδάσκαλον. Εἰ δ' εἰς τὰ χείρω ταῦτα τὴν ῥοπὴν ἔχοι. Ὁ μὲν χέων ὕβριν τε καὶ μοχθηρίαν, Ὁ δ' εἰς κακίστας ἡδονὰς οἰστρηλατῶν, Ὁ δ' οὐ κατάγχων ταῦτα, καὶ πλοκὰς στρέφων, Οὕτω τὰ καλὰ γίγνεται τοῦ φθορέως. Θεοῦ δὲ δῶρον οὐ καλὸν κακῷ φύρειν. Θεὸν δ' ἀκούων ἐν Γραφαῖς χολούμενον, 839 Ἣ πάρδαλίν τιν', ἣ παροιστρῶσαν πόθῳ Ἄρκτον, ζέοντα ἐκ μέθης καὶ κραιπάλης, Ἣ καὶ μάχαιραν τοῖς κακοῖς στιλβουμένην. Μὴ τοῦτο ποιοῦ τοῦ πάθους παρήγορον Ὧ προσπλακείς· ζητεῖς γὰρ οὐ λύσιν κακοῦ Καλῶς ἄκουε, μὴ κακῶς, τοῦ πράγματος. Πάσχει γὰρ οὐδὲν ὧν ἐγὼ πάσχω Θεός. Μή τις τοῦτ' εἴπῃ· καὶ γὰρ οὐδ' ἐξίσταται Αὐτός ποθ' αὑτοῦ. Ταῦτα γὰρ τοῦ συνθέτου, Καὶ τῶν μάχεσθαι ἠργμένων ἐκ πλείονος. Ὁ δ' ἔστι, τοῦτ' εὔδηλον, ἄτρεπτος φύσις. Πῶς οὖν τυποῦται ταῦτα; τῆς τροπῆς νόμοις. Πῶς; δειματῶσαι τῶν ἁπλουστέρων φρένας, Ὥσπερ τὰ πολλὰ τῶν λόγῳ δηλουμένων. 840 Ἀντιστροφὴν νόει γὰρ, καὶ τὸ πᾶν ἔχεις. Ἐπεὶ γὰρ αὐτοὶ πλήσσομεν χολούμενοι, Χολᾷν τὸ πλῆσσον τοὺς κακοὺς ἐγράψαμεν, Ὡς ὄψιν,