49
ὦτα, χεῖρας ἐξευρήκαμεν, Οἷς χρώμεθ' αὐτοὶ, τῷ Θεῷ δεδωκότες, Ἐπάν τι τούτων, ὡς δοκεῖ, ἐργάζεται. Ἔπειτ' ἀκούεις τοὺς κακοὺς, οὐ τοὺς καλοὺς, Ὀργῇ Θεοῦ πάσχειν τι καὶ δίκης νόμοις· Ὁ σὸς δὲ θυμὸς οὐ μέτροις ὁρίζεται. Πάντας δ' ἴσους τίθησι. Μὴ τοίνυν λέγε Ὡς ἐκ Θεοῦ σοι, καὶ Θεοῦ τὸ σὸν πάθος. Ἢ καὶ φρονεῖς σύ γ' ὡς Θεὸν μιμούμενος; Ζήλωσον, ἀλλὰ τὴν νόσον γ' αὔραις δίδου. Εἴ που δ' ἀνέγνως εὐσεβῶν ἀνδρῶν χόλους, 841 Πάντας δικαίους εὗρες. Οἶμαι δ' οὐ χόλους, Κακοῖς δὲ πληγὰς ἐνδίκως κινουμένας. Οὔπω γὰρ ἦν ἐκείνοις ἡ πληγὴ κακόν· Πληγαὶ δ' ἐκείνοις σφόδρα συμφορώτατον, Χρῄζουσι πολλῆς τοῦ βίου καθάρσεως, Ῥάμνου σίδηρον ὀξὺν ἐκκαλουμένης, Νόμου τε πρόσθεν, καὶ πρὶν ἰσχύσαι νόμον Οὔπω τελείως τοῖς τότ' ἐῤῥιζωμένον. Οὕτω μὲν οὖν σὺ τὴν νόσον κατασβέσεις, Τούτοις τε σαυτὸν ἐκμαλάσσων τοῖς λόγοις, Ὡς οἱ κατεπᾴδοντες ἀσπίδων γένους Οἴσεις δὲ δὴ πῶς; τοῦτο γάρ σοι δεύτερον. Μή που, πυρὸς πῦρ ἐκκαῇ χόλου χόλος· Ἴσον γάρ ἐστιν αὐτὸν ἄρξασθαι κακοῦ, 842 Ἄλλῳ τε κινηθέντι συμπαθεῖν κακῶς. Πρῶτον μὲν εὐθὺς πρὸς Θεὸν κατατρέχων, Αἰτῶν τε τὴν χάλαζαν ἐκτρίψαι κακῶς, Ἡμῶν δὲ φείδεσθ' οὐδὲν ἠδικηκότων· Σταυρῷ τε σημειούμενος παραυτίκα, Ὃν πάντα φρίσσει καὶ τρέμει, ᾧ πάντοτε Πρὸς πάντας οἶδα προστάτῃ κεχρημένος· Ἔπειτα σαυτὸν εὐτρεπίζων πρὸς πάλην Τοῦ τὸν χόλον κινοῦντος οὐ χολουμένου, Ὡς ἂν κρατήσῃς τοῦ πάθους ὡπλισμένος. Τὸ μὲν γὰρ οὐχ ἕτοιμον οὐδ' ἀνθίσταται· Ὃ δ' ηὐτρέπισται, τοῦτο καὶ νικᾷν σθένει. Τὸ δὲ κρατεῖν τί; τὸ κρατούμενον φέρειν Τρίτον σεαυτὸν μὴ μεγίστων ἀξιῶν, 843 Εἰδὼς ὅπως προῆλθες, ἢ καταστρέφεις· Ὡς μὴ ταράσσῃ τὸ παρ' ἀξίαν πνέειν. Τὸ γὰρ ταπεινὸν καὶ φέρει νικώμενον. Οὐ κάμπτεται δὲ τὸ σφόδρ' ἐξωγκωμένον. Σποδὸν δὲ, καὶ γῆν, καὶ σκιὰν καλουμένους Αὐτοὺς ὑφ' αὑτῶν οἶδα τοὺς Θεῷ φίλους, Ὡς ἄν τι συστέλλωσι τῆς ἐπάρσεως. Σὺ δ', ὡς ἄριστος, τὰς ὕβρεις ἀπαξιοῖς; Μὴ καὶ δίκας ὄφλῃς γε τοῦ φρονήματος. Πῶς δ' ἂν παθῶν ἔργῳ τι τῶν οὐχ ἡδέων Στέρξαις, ὃς οὐδὲ ῥήματ' εὐπετῶς φέρεις; Τέταρτον, εἰδὼς οὐδὲν ὄντα τὸν βίον, Ἀλλ' οὐδὲ κριτὰς ἀπλανεῖς τῶν πραγμάτων Ἅπαντας ὄντας τῶν καλῶν ἢ μὴ καλῶν· Στροβούμενον δὲ καὶ περιπλανώμενον 844 Τὸ πλεῖον ἡμῶν, ὦ 'γάθ', ἐν τοῖς πλείοσι. Ἃ μὲν γὰρ ἡμῖν αἰσχρὰ οὐχὶ καὶ Λόγῳ· Ἃ δ' οὐκ ἔμοιγε, ταῦτα τῷ Λόγῳ τυχόν. Ἕν ἐστι πάντως αἰσχρὸν, ἡ μοχθηρία, Τὸ δοξάριον δὲ τοῦτο, καὶ τὸ εὔπορον, Ἥ τ' εὐγένεια, παιδίων ἀθύρματα. Ὥσθ' οἷς μὲν ἄχθομ', ἐντρυφᾷν ἐχρῆν ἴσως· Οἷς δ' ὀφρυοῦμαι, καὶ ταπεινοῦσθαι πλέον, Ἢ νῦν ἐπαίρομ' οὐ καλῶς φυσώμενος. Πέμπτον, λογισμῷ μείζονι χρησώμεθα. Ὡς εἰ μὲν οὐκ ἀληθὲς οὐδὲν, ὧν λέγει, Ὁ τῷ χόλῳ ζέων τε καὶ τυφλούμενος, Οὐδὲν πρὸς ἡμᾶς· εἰ δ' ἀληθεύει λέγων, Ἐμαυτὸν ἠδίκηκα, καὶ τί μέμψομαι Τὸν ἐκλαλήσανθ' ἃ πρὶν ἦν κεκρυμμένα; 845 Χόλος φυλάσσειν πίστιν οὐκ ἐπίσταται Ὃς γὰρ καθίστατ' οὐδ' ἀληθὲς πολλάκις, Πῶς ἂν κατάσχοι μοι χόλος μυστήριον; Ἔπειτ' ἐκεῖνο σωφρονήσεις ἐννοῶν, Ὡς εἰ μὲν οὐδέν ἐστιν ἡ ζέσις κακὸν, Οὐδ' ἐγκαλεῖν δίκαιον· εἰ δ' ἔστι κακὸν, Ὡς ἔστι, καί σοι φαίνεται, μὴ αἰσχρὸν ᾖ Πάσχειν, ἃ τοῦ πάσχοντος εἶ κατήγορος, Καὶ μὴ τὸν ἐχθρὸν λαμβάνειν παραινέτην; Εἶτ' εἰ μὲν ἔστι πρόσθεν οὐκ αἰνούμενος Οὗτος, ὁ νῦν ζέων τε καὶ πνέων θράσος, Καὶ νῦν προδήλως ἀντὶ σοῦ μεμφθήσεται. Εἰ δ' ἂν καλῶν τις, οὐ σὺ δόξεις σωφρονεῖν. Πρὸς γὰρ τὸ κρεῖσσον ἡ ῥοπὴ τῶν πλειόνων. Ἀλλ' εὖ πέπονθε; πλεῖον ἐγκληθήσεται. 846 Ἀλλ' ἠδίκησέ σ'; αὐτὸν οὐ δράσεις κακῶς. Ἀλλὰ σχεθήσετ'; ἂν δὲ πλεῖον ἐκμανῇ. Ἀλλὰ προήρξατ'; ἀλλὰ κλασθήτω τάχος Τῷ σῷ λόγῳ τε καὶ τρόπῳ περιτραπεὶς, Ὥσπερ τι κῦμα λυθὲν ἐν χέρσῳ τάχος, Ἢ καὶ ζάλη τις οὐκ ἔχουσ' ἀντίστασιν. Ὕβρις τάδ' ἐστίν; ὕβρις, ἢν συνεκπέσῃς. Ἢ καὶ νοσοῦσιν ἀντιλοιδορήσομεν; Τῶν δαιμονώντων οὐ φέρεις τὴν ἔνστασιν; Τούτων λέγω δὴ τῶν ὑλακτούντων βίᾳ. Τοὺς ἔκφρονας δὲ καὶ δεινῶς μεμηνότας; Ἂν εὖ φρονῇς γε· τοὺς μεθυπλῆγας δ' ἔτι, Ὧν τὴν φρόνησιν ἡ μέθη κατέκλυσε. Τί δ' εἰ κύων σοι προσδράμοι