50
ὑποπεσόντα; μὴ γένοιτο. «ἁμαρτίαν 80.2 γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» εἰ γὰρ τὴν αὐτοῦ δύναμιν ἐνέπνευσε τοῖς ἁγίοις καὶ ἐν οἷς ἐνέπνευσε μαρτυροῦνται ὅτι ἦσαν ἅγιοι δίκαιοι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἄμεμπτοι, πόσῳ γε μᾶλλον αὐτὸς ὁ Λόγος, «ἐν ᾧ εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι σωματικῶς», κἄν τε σάρκα ἀληθινὴν λάβῃ ἐκ Μαρίας τῆς ἀειπαρθένου καὶ ψυχὴν ἀνθρωπείαν ἀληθινῶς καὶ νοῦν καὶ εἴ τί ἐστιν ἕτερον ἐν τῷ ἀνθρώπῳ, αὐτὸς ἐν ἑαυτῷ ἔχων τὰ ὅλα κατεῖχε θεὸς ὢν μὴ μεριζόμενα πρὸς τὴν κακίαν, μὴ θρυπτόμενα ἀπὸ τοῦ πονηροῦ, μὴ ἁλισκόμενα ἐν τῇ ἡδονῇ, μὴ ὑποπίπτοντα 80.3 τῷ τοῦ Ἀδὰμ παραπτώματι; καὶ διὰ τοῦτό φησιν ὁ ἀπόστολος «γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον» καὶ πάλιν «ἐν σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος»· τὸ δὲ σχήματι καὶ τὸ ὡς ἄνθρωπος καὶ τὸ γενόμενος καὶ τὸ ὑπὸ νόμον δι' ἀμφοτέρων συναγόμενον τελειότητα σημαίνει καὶ ἀπάθειαν, ἐκ τοῦ γενόμενος τὸ εἶναι τέλειος καὶ ἐκ τοῦ ὑπὸ νόμον τὸ μὴ δοκήσει καὶ ἐκ τοῦ σχήματι τῆς ἰδέας τὸ βέβαιον καὶ 80.4 ἐκ τοῦ ὡς ἄνθρωπος τὸ ἀναμάρτητον. τούτων τοίνυν οὕτως ἐχόντων μηδεὶς ἀπατάσθω κενοῖς μύθοις. εἰ γὰρ ἄνωθεν γεννηθεὶς ἀπὸ πατρὸς ἀληθινῶς ἀληθινῶς ἐγεννήθη καὶ ἀπὸ Μαρίας, καὶ ἄνω ἀληθεύει καὶ κάτω ἀληθεύει καὶ εἰ ἐστὶν κάτω ἀτελής, καὶ ἄνω ἀτελής. εἰ δὲ ἄνω ἐστὶ τέλειος, καὶ κάτω ἐστὶ τέλειος· οὐκ ἐν ἄλλῳ 80.5 τελείῳ ᾤκησεν, ἀλλ' εἰς ἑαυτὸν τὰ πάντα ἐτελείωσε. καὶ ἀνέστη ἐκ τῶν νεκρῶν μηκέτι μεριζόμενος ἐν μνήματι εἰς σῶμα καὶ θεότητα καὶ ψυχὴν ἐν καταχθονίοις, μηκέτι ὑπὸ ἁφὴν ὑποπίπτων, μηκέτι ἐπεχόμενος, ἀλλ' εἰσερχόμενος θυρῶν κεκλεισμένων, ψηλαφώμενος δὲ 80.6 ὑπὸ τοῦ Θωμᾶ, ἵνα μὴ φαντασίᾳ ἀπεικασθῇ, ἀλλ' ἀληθείᾳ· ὁ ὑπὸ τοῦ Θωμᾶ πιστευθεὶς μετὰ τὸ πληρωθῆναι τὸ προειρημένον «ταῖς χερσί μου τὸν θεὸν ἐξεζήτησα, καὶ οὐκ ἠπατήθην», ὁ αὐτὸς θεὸς ὁ αὐτὸς ἄνθρωπος, ὁ μὴ σύγχυσιν ἀπεργασάμενος, ἀλλὰ τὰ δύο 80.7 κεράσας εἰς ἕν· οὐκ εἰς ἀνυπαρξίαν χωρήσας, ἀλλὰ συνδυναμώσας σῶμα γήϊνον τῇ θεότητι εἰς μίαν δύναμιν ἥνωσεν, εἰς μίαν θεότητα συνήγαγεν· εἷς ὢν κύριος εἷς Χριστός, οὐ δύο Χριστοὶ οὐδὲ δύο θεοί. 80.8 ἐν αὐτῷ σῶμα πνευματικὸν ἐν αὐτῷ θεότης ἀκατάληπτος, τὸ πεπονθὸς μὴ φθαρὲν τὸ ἀπαθὲς ἄφθαρτον, ἀφθαρσία τὸ ὅλον· θεὸς κύριος, καθεζόμενος ἐν δεξιᾷ τοῦ πατρός, μὴ παραλείψας τὴν σάρκα, εἰς ἓν δὲ συνενώσας καὶ εἰς μίαν τὸ ὅλον θεότητα καθεζόμενος ἐν δεξιᾷ τοῦ πατρός. 81.1 Οὗτος οὖν ὁ μονογενής, ὁ τέλειος ὁ ἄκτιστος ὁ ἄτρεπτος ὁ ἀναλλοίωτος ὁ ἀπερινόητος ὁ ἀόρατος, ὁ ἐνανθρωπήσας ἐν ἡμῖν καὶ ἀναστὰς πνευματικῶς καὶ «μηκέτι ἀποθνῄσκων», μηκέτι πτωχεύων ὁ «δι' ἡμᾶς πτωχεύσας πλούσιος ὤν», ὁ πνεῦμα ὢν ὅλος, ὁ τὸ σαρκικὸν καὶ τὸ θεϊκὸν ἑνῶν, κύριος εἷς βασιλεὺς Χριστός, ὁ υἱὸς τοῦ θεοῦ, ἐν οὐρανῷ καθεσθεὶς ἐν δεξιᾷ τοῦ πατρὸς «ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας, δυνάμεως καὶ παντὸς ὀνόματος ὀνομαζομένου», φησὶν ἐν τῷ εὐαγγελίῳ «ἀπελθόντες βαπτίσατε πάντα τὰ ἔθνη εἰς 81.2 ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος». τοῦτο δὲ * καὶ ἀνὰ μέσον † ὂν οὐ συναλοιφὴν ἐσήμαινε τὸν υἱὸν τῷ πατρὶ οὐδὲ συναλοιφὴν τὸ πνεῦμα τὸ ἅγιον τῷ πατρὶ καὶ τῷ υἱῷ, ἀλλὰ πατέρα οἶδε πατέρα ἀληθινὸν καὶ ἑαυτὸν ἀληθινὸν ἀπέδειξεν ἐνυπόστατον Λόγον καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἐνυπόστατον πνεῦμα καὶ «πνεῦμα 81.3 ἀληθείας», ἄκτιστον ἄτρεπτον ἀναλλοίωτον· οὐχ ὡς ἵνα τις ὑπονοήσῃ δολίως φερόμενος πρὸς τὴν πίστιν καὶ τοὺς πόδας αὐτοῦ ἀποκρύπτων καὶ δολιευόμενος πρὸς τὴν ἀλήθειαν «ἐτάζει γὰρ καρ81.4 δίας καὶ νεφροὺς ὁ θεός». καὶ λέγει ὁ αἱρετικός· δηλονότι πιστεύω ὅτι ὁ πατὴρ πατὴρ καὶ ὁ υἱὸς υἱὸς καὶ τὸ ἅγιον πνεῦμα ἅγιον πνεῦμα καὶ ὁμολογῶ τρεῖς ὑποστάσεις ἐν μιᾷ οὐσίᾳ· οὐχ ἑτέραν δὲ λέγω οὐσίαν παρὰ τὴν